- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.69-3.80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过灵魂先于肉体承受劳苦以维系身体、男子承担比女子更繁重的户外职责等例证,指出身为至高神明的太阳亦不辞劳苦地通过调和四季来造福世人,以此论证真正的统治者所承担的劳作与责任之崇高。
καὶ τὸ μὲν σῶμα παρούσης αὐτὸ μόνον αἰσθάνεται τῆς ἀλγηδόνος· ἡ ψυχὴ δὲ πρὶν ἢ γενέσθαι τὴν ἀλγηδόνα ἀνιᾶται, πολλάκις δὲ καὶ μὴ μελλούσης γίγνεσθαι διʼ ὀρρωδίαν. θανάτου δὲ σῶμα μὲν οὐδέποτε ᾔσθετο· ψυχὴ δὲ καὶ τούτου συνίησι, καὶ πολλὰ πάσχει ῥυομένη μὲν ἐκ νόσων τὸ σῶμα, ῥυομένη δὲ ἐκ πολέμων, ῥυομένη δὲ ἐκ χειμῶνος, ῥυομένη δὲ ἐκ θαλάσσης. οὕτω πανταχῇ ἐπιπονώτερον ψυχὴ καὶ ταλαιπωρότερον σώματος, ὅμως δὲ θειότερον καὶ βασιλικώτερον.
而且身体只有在痛苦实际临在时才能感知它;灵魂却在痛苦降临之前就已受尽折磨,甚至往往由于恐惧,在痛苦根本不会到来时也是如此。身体从未感知过死亡;灵魂却也领悟了死亡,并在拯救身体脱离疾病、脱离战乱、脱离风暴、脱离海洋的过程中承受了无数苦痛。由此可见,灵魂在各方面都比身体更为劳瘁、更为艰辛,然而它却更为神圣,更具王者的尊严。
καὶ μὴν τῶν γε ἀνθρώπων πᾶς ἂν ὁμολογήσειεν ὡς ἰσχυρότερον καὶ ἡγεμονικώτερον ἀνὴρ γυναικός. ἀλλʼ ἐκείναις μὲν τὰ πολλὰ τῶν ἔργων κατʼ οἰκίαν ἐστί, καὶ ἄπειροι μὲν ὡς τὸ πολὺ χειμώνων διατελοῦσιν, ἄπειροι δὲ πολέμων, ἄπειροι δὲ κινδύνων.
再者,在人类之中,谁都会承认男子比女子更强壮、更具有统领的才干。然而对于女子而言,大部分事务都在室内,她们终其一生大致无需经历风暴,无需经历战火,无需经历险阻。
τοῖς δὲ ἀνδράσι προσήκει μὲν στρατεύεσθαι, προσήκει δὲ ναυτιλίας, ἀνάγκη δὲ ἐν ὑπαίθρῳ τὰ ἔργα διαπονεῖν. ἀλλʼ οὐ διὰ τοῦτο μᾶλλον ἄν τις μακαρίσειε τῶν ἀνδρῶν τὰς γυναῖκας.
对男子而言,出征打仗乃是分内之事,出海航行乃是分内之事,在露天之下辛勤操劳更是不可逃避的必然。然而绝没有人会因此认为女子比男子更加幸福。
ὅσοι δʼ αὖ διʼ ἀσθένειάν τε καὶ μαλακίαν ἐζήλωσαν τὸν ἐκείνων βίον, ὥσπερ Σαρδανάπαλλος, διαβόητοι μέχρι νῦν εἰσιν ἐπὶ τοῖς αἰσχροῖς.
相反,凡因软弱和贪图安逸而艳羡女子生活的人,正如萨尔达纳帕洛斯那样,直到今日仍因其丑行而声名狼藉。
τὸ δὲ μέγιστον,1 ὁρᾷς τὸν ἥλιον, πόσῳ μὲν τῶν ἀνθρώπων ὑπερέχει μακαριότητι θεὸς ὤν· ὅτι δὲ οὐκ ἀναίνεται διʼ αἰῶνος ἡμῖν ὑπουργῶν καὶ τῆς ἡμετέρας ἕνεκα σωτηρίας πράττων ἅπαντα.
而最重大的证据莫过于:你看太阳,他身为神明,在福乐上超越世人何其巨大;然而他却从不拒绝永恒地为我们效劳,并为了我们的存续而行做一切。
τί γὰρ ἂν ἄλλο τις εἴποι τὸν ἥλιον ἐργάζεσθαι διʼ αἰῶνος ἢ ὁπόσων ἄνθρωποι δέονται; ποιοῦντα μὲν καὶ διακρίνοντα τὰς ὥρας, αὔξοντα δὲ καὶ τρέφοντα πάντα μὲν τὰ ζῷα, πάντα δὲ τὰ φυτά, χορηγοῦντα δὲ τὸ κάλλιστον καὶ ἥδιστον ὁραμάτων, φῶς, οὗ χωρὶς οὐδὲ τῶν ἄλλων ὄφελος οὐδὲν τῶν καλῶν, οὔτε οὐρανίων οὔτε ἐπιγείων, ἀλλʼ οὐδὲ τοῦ ζῆν· καὶ ταῦτα οὐδέποτε κάμνει χαριζόμενος.
谁能说太阳永恒的作为除了世人所需要的一切之外还有别的什么呢?他造就并区分四季,孕育并滋养所有的动物与植物,并且普赐那一切景致中最美丽、最令人悦纳之物——光芒;若没有光,不论天上地下的其他美好事物便全无益处,甚至连生命本身也毫无价值;而他在施予这些恩惠时却从未显出疲倦。
ἦπού γε δουλείαν δουλεύειν2 φαίη τις ἂν πάνυ ἰσχυράν. εἰ γὰρ καὶ σμικρὸν ἀμελήσειε καὶ παραβαίη τῆς αὑτοῦ τάξεως, οὐδὲν κωλύει πάντα μὲν οὐρανόν, πᾶσαν δὲ γῆν, πᾶσαν δὲ θάλατταν οἴχεσθαι, πάντα δὲ τοῦτον τὸν εὐειδῆ καὶ μακάριον κόσμον τὴν αἰσχίστην καὶ χαλεπωτάτην ἀκοσμίαν φανῆναι.
确实,有人甚至会说他是在承受着极其严苛的奴役。因为哪怕他有丝毫的疏忽,一旦越出自己的职守方位,便没有任何东西能阻止整个天空、整个大地以及整个海洋彻底毁灭,并使这整座秀美而福乐的宇宙化为最丑陋、最可怕的混乱无序。
νῦν δέ, ὥσπερ ἐν λύρᾳ φθόγγων ἁπτόμενος ἐμμελῶς, οὐδέποτε ἐξίσταται τῆς καθαρᾶς τε καὶ ἄκρας ἁρμονίας, μίαν ἀεὶ καὶ τὴν αὐτὴν ἀπιὼν ὁδόν.
然而在现实中,他宛如在竖琴上合律地拨动音弦,从未偏离那纯净至极的和谐,始终运行在唯一且相同的轨道上。
ἐπεὶ δὲ δεῖται μὲν ἀλέας ἡ γῆ ὥστε γεννῆσαι τὰ φυόμενα καὶ ὥστε αὐξῆσαι καὶ ὥστε ἐπιτελέσαι, δεῖται δὲ τὰ ζῷα καὶ σωτηρίας ἕνεκα τῶν σωμάτων καὶ ἡδονῆς τῆς κατὰ φύσιν, δεόμεθα δὲ πάντων μάλιστα ἡμεῖς, ἅτε πλείστης χρῄζοντες βοηθείας, θέρος ἐποίησεν ἀεὶ μᾶλλον, ἐγγυτέρω προσιὼν τῆς ἡμετέρας οἰκήσεως, ἵνα πάντα μὲν φύσῃ, πάντα δὲ θρέψῃ, πάντα δὲ τελειώσῃ, θείαν δὲ καὶ θαυμαστὴν παράσχῃ τοῖς ἀνθρώποις εὐφροσύνην τε καὶ ἑορτήν.
既然大地需要温暖以孕育、成长并完成生发万物的使命,动物为了身躯的存续和合乎天性的愉悦也需要温暖,而我们由于需要最多的救助而最渴求温暖,他便越来越近地走向我们的居所,使夏季不断增强,以便催生万物、滋养万物、成全万物,并赐予人类如同神明般令人赞叹的欣喜与节日。
ἐπεὶ δὲ αὖ πάλιν τἄλλα τε καὶ ἡμεῖς ἐν χρείᾳ γιγνόμεθα τῆς ἐναντίας κράσεως· δεῖται μὲν γὰρ ὑπὸ τοῦ ψύχους τὰ σώματα συνίστασθαι, δεῖται δὲ πυκνώσεως τὰ φυτά, δεῖται δὲ ὄμβρων ἡ γῆ· πάλιν ἄπεισιν ἀφʼ ἡμῶν ἀφιστάμενος τὸ μέτριον.
而当我们以及其余造化又需要相反的气候调和时——因为身躯需要借寒冷而收紧凝练,植物需要紧实,大地需要甘霖——他又适度地远离我们而去。
οὕτω δὲ πάνυ ἀσφαλῶς καὶ ἀραρότως τηρεῖ τοὺς ὅρους πρὸς τὸ ἡμῖν συμφέρον, ὥστε εἴτε προσιὼν ὀλίγον ἐγγυτέρω γένοιτο, πάντα ἂν συμφλέξειεν, εἴτε ἀπιὼν μικρὸν ὑπερβάλοι, πάντα ἂν ἀποψυγείη τῷ κρύει.
他为了我们的福祉如此安稳确凿地守持着界限,以至于他若在前行时稍微走近一点,便会焚毁万物;若在退去时稍微离远一点,万物又会被酷寒彻底冻结。
ἐπεὶ δὲ ἀσθενέστεροι φέρειν ἐσμὲν3 τὴν μεταβολὴν ἀθρόαν γιγνομένην, κατʼ ὀλίγον ταῦτα μηχανᾶται, καὶ τρόπον τινὰ λανθάνει συνεθίζων μὲν ἡμᾶς4 διὰ τοῦ ἦρος ὑπενεγκεῖν τὸ θέρος, προγυμνάζων δὲ διὰ τοῦ μετοπώρου χειμῶνα ἀνέχεσθαι, ἐκ μὲν τοῦ χειμῶνος θάλπων κατʼ ὀλίγον, ἐκ δὲ τοῦ θέρους ἀναψύχων, ὥστε ἀλύπως ἀφικνεῖσθαι πρὸς ἑκατέραν τὴν ὑπερβολήν.
然而由于我们过于孱弱,无法承受突如其来的剧烈变化,他便循序渐进地安排这些,以某种不为人察觉的方式,通过春季使我们习惯忍受夏季,又通过秋季预先训练我们承受严冬,从冬季逐渐予以温暖,从夏季逐渐予以凉爽,使我们能够毫无痛苦地抵达两个极端。
- 3.73τὸ δὲ μέγιστον
句首习用的副词性宾格短语(句子同位宾格或关系宾格),用于引出最核心、最无可辩驳的高潮论据,呼应紧随其后的呼告语 ὁρᾷς τὸν ἥλιον(“你看太阳”)。
- 3.75δουλείαν δουλεύειν
同源宾格(cognate accusative)结构。动词 δουλεύειν 与同源名词 δουλείαν 连用,与修饰语 πάνυ ἰσχυράν 一起强化了这种“承受沉重奴役”的劳苦特征。
- 3.80ἀσθενέστεροι φέρειν ἐσμέν
说明性(限制性)不定式(epexegetical infinitive)修饰比较级形容词 ἀσθενέστεροι。不定式 φέρειν 界定了我们过于孱弱的具体方面,即“对于承受骤然发生的变化而言,我们过于软弱”。
- 3.80λανθάνει συνεθίζων μὲν ἡμᾶς
动词 λανθάνω 与补充分词συνεθίζων 和 προγυμνάζων 的连用结构,意为“不知不觉地做某事”或“潜移默化地做某事”,表示太阳通过四季的渐变让人类毫无知觉地适应极端气候。
