← 金嘴狄翁

演说集

§3.55-3.68

关怀民众的君王职责与统治者的辛劳

作者论述照料民众对君王而言并非附带的劳役,而是神明委派的天职,并通过舵手之于航船、将领之于军队以及灵魂之于身体的比喻,阐明优越的统治者理当承担最多的辛劳与责任而非贪图安逸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.55

τοῦτο δὲ βεβαιοῖ τὸ δόγμα οὐχ ἥκιστα χαριζόμενος αὑτῷ.1 τήν τε τῶν ἀνθρώπων ἐπιμέλειαν οὐ πάρεργον οὐδὲ ἀσχολίαν ἄλλως νενόμικεν, βαρυνόμενος οἶμαι τὰς φροντίδας, ἀλλὰ ἔργον αὑτοῦ καὶ τέχνην ταύτην. καὶ ὅταν μὲν ἄλλο τι ποιῇ, οὐδὲν ἡγεῖται σπουδαῖον οὐδὲ τῶν αὑτοῦ πράττειν· ὅταν δὲ ἀνθρώπους ὠφελῇ, τότε νομίζει τὸ προσῆκον ἀποτελεῖν, ἅτε ὑπὸ τοῦ μεγίστου θεοῦ ταχθεὶς ἐπὶ τοῦτο τὸ ἔργον, ᾧ ἀπειθεῖν οὐ θέμις οὐδὲν οὐδὲ ἄχθεσθαι.

他使这一定见更加坚定,在极大程度上也是取悦自己。他也绝不把对人类的照料视为附带的副业,或徒劳的分心之事——想来是因不堪忧虑的重压〔才如此看待〕——而是将其视为自身的本职与技艺。每当他做别的事情时,他便不认为自己是在做任何严肃正经之事,也不认为是在尽自己的本分;唯有当他在造福人类之时,他才认定自己正在履行合宜的使命,因为他乃是被最高之神委派于这项工作,对这位神明,人绝不可有任何违抗,亦不可心怀怨怼。

§3.56

​. οὐδεὶς γὰρ οὕτω μαλακὸς οὐδὲ φιλήδονος ὃς οὐχ ἥδεται τῇ αὑτοῦ πράξει, κἂν τύχῃ ἐπίπονος· ὡς ἥκιστα μὲν κυβερνήτης ἂν ἀχθεσθείη τοῖς ἐν θαλάττῃ πόνοις, ἥκιστα δὲ γεωργὸς τοῖς περὶ γεωργίαν ἔργοις, ἥκιστα δὲ κυνηγέτης οἷς δεῖ θηρῶντα κάμνειν· καίτοι σφόδρα μὲν ἐπίπονον γεωργία, σφόδρα δὲ κυνηγεσία.

因为没有任何人会软弱或贪图享乐到即便自身所行之事伴随着劳苦,也不从中感到喜悦的地步;正如舵手最不会对海上的劳苦心生怨烦,农夫最不会对农业耕作的劳作感到怨烦,猎人最不会对打猎时必须承受的劳瘁感到怨烦一样——尽管务农极具劳苦,打猎也极具劳苦。

§3.57

οὐ μὴν ἀπαξιοῖ τὸ κάμνειν καὶ ἐνοχλεῖσθαι τῶν ἄλλων ἕνεκεν, οὐδὲ ταύτῃ χεῖρον πράττειν νενόμικεν, ἐὰν δέῃ πλείστους αὐτὸν ἀνέχεσθαι πόνους καὶ πλεῖστα πράγματα ἔχειν.

他绝不认为为了他人而劳苦受累有失身份,也绝不认为若是自己必须忍受最多的劳苦、承担最多的繁琐之事,自己的境遇就会因此变坏。

§3.62

ὁρᾷ γὰρ ὅτι πανταχοῦ τὸ βέλτιον τοῦ ἥττονος ἔταξεν ὁ θεὸς προνοεῖν τε καὶ ἄρχειν, οἷον τέχνην μὲν ἀτεχνίας, ἀσθενείας δὲ δύναμιν, τοῦ δὲ ἀνοήτου τὸ φρόνιμον προνοεῖν καὶ προβουλεύειν ἐποίησεν. ἐν πάσαις δὲ ταύταις ταῖς ἐπιμελείαις τὸ ἄρχειν οὐδαμῶς ῥᾴθυμον, ἀλλὰ ἐπίπονον, οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων.2

因为他看到,神在凡事上都安排了优越者去眷顾并统领低下者:例如神使技艺眷顾无技艺的状态,使力量眷顾软弱,使有智者眷顾无智者并为其深谋远虑。在所有这些照料之中,施行统治绝非清闲安逸,而是充满劳苦;绝非占有更多的安逸与余暇,反而是背负更多的忧虑与劳苦。

§3.63

αὐτίκα ἐν νηὶ ἐπιβάταις ἔξεστιν ἀμελεῖν καὶ μηδὲ ὁρᾶν τὴν θάλατταν, ἀλλὰ μηδὲ ὅποι γῆς εἰσι, τὸ τοῦ λόγου,3 τοῦτο εἰδέναι· καὶ πολλοὶ τὸν τρόπον τοῦτον πλέουσι ταῖς εὐδίαις, οἱ μὲν πεττεύοντες, οἱ δὲ ᾅδοντες, οἱ δὲ εὐωχούμενοι διʼ ἡμέρας· ὅταν δὲ καταλάβῃ χειμών, ἐγκαλυψάμενοι περιμένουσι τὸ συμβησόμενον· οἱ δέ τινες καθυπνώσαντες οὐδὲ ἀνέστησαν, ἕως ἐγένοντο ἐν τῷ λιμένι.

就以船只为例:船上的乘客可以漠不关心,甚至连海面都不看一眼,正如俗话所说,他们甚至连自己身在世上何处都不知晓;许多人在风平浪静时便以此种方式航行,有的掷骰戏耍,有的歌唱,有的整日宴饮为乐;而当风暴降临时,他们便蒙上头等待将要发生的事;更有甚者睡着了,直到驶入港湾也未曾醒来起身。

§3.64

τῷ κυβερνήτῃ δὲ ἀνάγκη μὲν ὁρᾶν πρὸς τὸ πέλαγος, ἀνάγκη δὲ ἀποβλέπειν εἰς τὸν οὐρανόν, ἀνάγκη δὲ προσκοπεῖν τὴν γῆν· οὐ μὴν οὐδὲ τὰ ἐν τῷ βυθῷ χρὴ λανθάνειν αὐτόν, ἢ λήσεται περιπεσὼν ὑφάλοις πέτραις ἢ ἀδήλοις ἕρμασι·

然而对于舵手而言,他必须注视茫茫海面,必须仰望天空,必须密切查勘陆地;海底的险情也绝不可瞒过他,否则他便会在不知不觉中撞上暗礁或隐匿的浅滩。

§3.65

μόνῳ δὲ ἐκείνῳ τῆς μὲν νυκτὸς ἧττον ἔξεστι καθυπνῶσαι ἢ τοῖς νηχομένοις· ἡμέρας δὲ εἴ πού τι βραχὺ κλέψειε τοῦ ὕπνου, καὶ τοῦτο μετέωρον καὶ ἀμφίβολον, ὡς ἀναβοᾶν πολλάκις ἢ τὸ ἱστίον στέλλειν ἢ παράγειν τὸ πηδάλιον ἢ ἄλλο τι τῶν ναυτικῶν· ὥστε καὶ κοιμώμενος ἐκεῖνος μᾶλλον ἐπιμελεῖται τῆς νεὼς ἢ τῶν ἄλλων οἱ σφόδρα ἐγρηγορότες.

唯独对他来说,在夜间安睡的可能比那些落水泅渡之人还要少;而在白天,即便他能侥幸偷得片刻睡眠,那睡眠也是心神悬空、惊恐不定的,以至于常常会惊呼喊叫,或收束风帆,或转动船舵,或处理其他航海要务;因此,即便在入睡之时,他也比其他全然清醒之人更加照管着船只。

§3.66

ἔν γε μὴν τῷ στρατεύεσθαι τῶν μὲν στρατιωτῶν ἕκαστος αὑτῷ μόνῳ ἐπιμελεῖται καὶ ὅπλων καὶ τροφῆς, καὶ ταῦτα οὐ πορίζων, ἀλλʼ ἕτοιμα ἀξιῶν ἔχειν· μόνης δὲ φροντίζει τῆς ὑγιείας τῆς ἑαυτοῦ, μόνης δὲ τῆς σωτηρίας.

再如在行军出征时,士兵们每一个人都只顾及自己一人的武器与口粮,而且这还不是自己去筹备,而是理所当然地要求随时现成;他只担忧自己一人的健康,只担忧自己一人的安危。

§3.67

τῷ στρατηγῷ δὲ ἔργον ἐστὶν ἅπαντας μὲν ὡπλίσθαι καλῶς, ἅπαντας δὲ εὐπορεῖν σκέπης, οὐ μόνον δὲ τὰς τῶν ἀνθρώπων γαστέρας πληροῦν, ἀλλὰ καὶ τὰς τῶν ἵππων· ἐὰν δὲ μὴ πάντες ἔχωσι τὰ ἐπιτήδεια, πολὺ μᾶλλον ἄχθεται ἢ αὐτὸς νοσῶν· σωτηρίαν γε μὴν τὴν ἐκείνων οὐ περὶ ἐλάττονος ποιεῖται τῆς αὑτοῦ.

然而对于将领而言,使所有人武装完备、使所有人获得充裕的蔽所乃是他的职责,并且他不仅要填饱士兵的肚子,还要填饱战马的肚子;若是众人未能拥有必需的给养,他心中的痛苦远胜于自己患病之时;他视众人的安危绝不下于自身的安危。

§3.68

πάλιν δὲ καθʼ ἕκαστον ἡμῶν τὸ μὲν σῶμα, ἅτε ἀνόητον, οὐδὲ αὑτῷ βοηθεῖν ἱκανόν ἐστιν, ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν,4 ἀλλὰ παραχρῆμα λύεται καὶ ἀπόλλυται· ἡ ψυχὴ δὲ ὑπὲρ ἐκείνου πάσας μὲν φροντίδας φροντίζει, πάσας δὲ ἐπινοίας σκύλλει καὶ πολλὰ μὲν ἀνιᾶται λυπουμένη.

再者,在我们每个人身上,身体由于是缺乏心智的,甚至连自我救助都做不到,一旦灵魂离开,它连片刻都无法维系,而是立刻解体毁灭;然而灵魂却为了身体而担负起一切忧虑,穷尽一切思虑而耗尽心力,并在深切的忧患中饱受折磨。

语法注4 条
  1. 3.55οὐχ ἥκιστα χαριζόμενος αὑτῷ

    现在分词 χαριζόμενος 表示方式或手段。动词 χαρίζομαι 接与格反身代词在此意为“取悦自己、使自己欢喜”。此处带有弱陈修辞 οὐχ ἥκιστα(“绝非最少”,即“尤其、极大程度上”),意为“在极大程度上取悦自己”。

  2. 3.62οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς, ἀλλὰ φροντίδων καὶ πόνων

    分词 πλεονεκτοῦν 支配属格,意为“在……上占优势”或“拥有过量的……”。该动词通常用于获取利益或特权,但在此处形成了鲜明的对照修辞:先否定占有有利事物(οὐδὲ πλεονεκτοῦν ἀνέσεως καὶ σχολῆς),后转折连接沉重负担的属格(ἀλλὰ φροντίδων καὶ πόνων),反讽而深刻地表明统治者的“优势”反而是背负更多的忧患与辛劳。

  3. 3.63τὸ τοῦ λόγου

    一个作为副词性插入语的对格成语短语,意为“正如俗话所说”或“按谚语的说法”。在此处修饰乘客们漠不关心、甚至连自己身处世间何处都全然不知的典型状态。

  4. 3.68ὅ γε τῆς ψυχῆς ἀπολιπούσης οὐδὲ ὀλίγον δύναται διαμένειν

    带有强调小词 γε 的中性单数关系代词 ὅ γε,指代先行词 τὸ σῶμα(身体)。在关系从句内部,插入了独立属格结构 τῆς ψυχῆς ἀπολιπούσης(当灵魂离去时),而 ὅ γε 的谓语动词则是 δύναται διαμένειν。这种嵌套结构突出了肉体一旦失去灵魂便片刻无法维系的彻底无能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.55-3.68