← 金嘴狄翁

演说集

§3.45-3.54

三种正当政制与效法神明统治的真王

作者将三种正当的政制(君主制、贵族制、民主制)及其堕落形态进行对比,继而阐述了以统御宇宙的神圣秩序为典范的真正君王所具备的敬神之德与本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

τρία γὰρ εἴδη, τὰ φανερώτατα, πολιτειῶν γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας· μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων1 ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ· δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος· "" τρίτη δὲ πασῶν ἀδυνατωτάτη σχεδὸν ἡ σωφροσύνῃ καὶ ἀρετῇ δήμου προσδοκῶσά ποτε εὑρήσειν κατάστασιν ἐπιεικῆ καὶ νόμιμον, δημοκρατία προσαγορευομένη, ἐπιεικὲς ὄνομα καὶ πρᾷον, εἴπερ ἦν δυνατόν.

依循法律与正义,伴随良善的神明与同样亨通的机运而生成的政制,最显著的有三种形态。第一种也是最有可能实现的,即我们当下所论述的政制:凭藉一个贤良之人的见识与美德,使一座城邦,或若干民族,或全人类得到良好治理;第二种被称为贵族政制,既非一人亦非大众、而是由少数最优秀者居于统领地位,这便已距离可行性与裨益更远了;第三种在所有政制中几乎是最不可行的,它期望凭借民众的克制与美德有朝一日能找到温良且合法的建置,被称为民主政制——若能可行,倒是一个温厚柔和的名称。

§3.48

τρισὶ δὲ ταύταις, ὥσπερ εἴρηται, πολιτείαις τρεῖς ἐναντίαι παράνομοι διαφθοραί, ἡ μὲν πρώτη, τυραννίς, ἑνὸς ὕβρει καὶ βίᾳ τοῦ κακίστου τῶν ἄλλων ἀπολλυμένων· ἡ δὲ μετʼ ἐκείνην ὀλιγαρχία, σκληρὰ καὶ ἄδικος πλεονεξία πλουσίων τινῶν καὶ πονηρῶν ὀλίγων ἐπὶ τοὺς πολλοὺς καὶ ἀπόρους συστᾶσα· ἡ δὲ ἑξῆς ποικίλη καὶ παντοδαπὴ φορὰ πλήθους οὐδὲν εἰδότος ἁπλῶς, ταραττομένου δὲ ἀεὶ καὶ ἀγριαίνοντος ὑπὸ ἀκολάστων δημαγωγῶν, ὥσπερ κλύδωνος ἀγρίου καὶ χαλεποῦ ὑπὸ ἀνέμων σκληρῶν μεταβαλλομένου. τούτων μὲν οὖν ὁ λόγος ἄλλως ἐπεμνήσθη, πολλὰ παθήματα καὶ συμφορὰς ἑκάστης αὐτῶν ἐκ τοῦ πρότερον χρόνου δεῖξαι δυνάμενος· περὶ δὲ τῆς εὐδαίμονός τε καὶ θείας καταστάσεως τῆς νῦν ἐπικρατούσης χρὴ διελθεῖν ἐπιμελέστερον.πολλαὶ μὲν οὖν εἰκόνες ἐναργεῖς καὶ παραδείγματα οὐκ ἀμυδρὰ τῆσδε τῆς ἀρχῆς, ἔν τε ἀγέλαις καὶ σμήνεσι διασημαινούσης τῆς φύσεως τὴν κατὰ φύσιν τοῦ κρείττονος τῶν ἐλαττόνων ἀρχὴν καὶ πρόνοιαν· οὐ μὴν φανερώτερον οὐδὲ κάλλιον ἕτερον ἂν γένοιτο τῆς τοῦ παντὸς ἡγεμονίας, ἣ ὑπὸ τῷ πρώτῳ τε καὶ ἀρίστῳ θεῷ ΤΑ περὶ τοῦ ΔΙΟΣ τοιοῦτος δὲ ὢν πρῶτον μέν ἐστι θεοφιλής, ἅτε τῆς μεγίστης τυγχάνων παρὰ θεῶν τιμῆς καὶ πίστεως. καὶ πρῶτόν γε καὶ μάλιστα θεραπεύσει τὸ θεῖον, οὐχ ὁμολογῶν μόνον, ἀλλὰ καὶ πεπεισμένος εἶναι θεούς, ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατʼ ἀξίαν ἄρχοντας.2

正如所言,与这三种政制相对立的,存在着三种违法的堕落形态:第一种是僭主政制,在其中,因唯一至恶之人的傲慢与强暴,其余众人尽皆沦亡;其后的是寡头政制,是由少数富有且奸恶之人联合起来针对贫困大众而施行的严苛不公的贪婪掠夺;再接下来的,则是纯然无知的大众那反复无常、形形色色的冲动盲动,他们不断受到放荡无耻的煽动家挑唆而变得狂暴,宛如凶险暴烈的大浪受到烈风吹打而剧烈翻腾。论述在此只是顺带提及这些,虽然它完全能够从过往岁月中揭示出它们各自带来的诸多苦难与灾祸;然而对于当下居于统治地位的那种幸福而神圣的秩序,则必须更加详尽审慎地阐述。对于这一统治,自然界中有着许多清晰的形象和毫不模糊的范例,因为自然在兽群与蜂群中明白昭示了优越者依照本性对低下者的统治与关怀;然而没有任何范例能比最高且至善之神掌管下的全宇宙统治更为显豁美好。关于宙斯的事项。由于君王是这般人物,他首先便为诸神所钟爱,因为他从诸神那里获得了最大的尊荣与信任。他首先且最极力敬奉神圣之物,不仅在口头上承认诸神存在,而且深信诸神确实存在,以便他自身也能在头顶拥有按德配位的统治者。

§3.52

ἡγεῖται δὲ τοῖς ἄλλοις ἀνθρώποις συμφέρειν τὴν αὑτοῦ πρόνοιαν οὕτως ὡς αὐτῷ τὴν ἐκείνων ἀρχήν. καὶ μὴν ἐκεῖνο ἑαυτῷ συνειδὼς ὡς οὔποτε δῶρον δέξεται παρὰ κακῶν ἀνδρῶν, οὐδὲ τοὺς θεοὺς ἀναθήμασιν οὐδὲ θυσίαις οἴεται χαίρειν τῶν ἀδίκων, παρὰ μόνων δὲ τῶν ἀγαθῶν προσίεσθαι τὰ διδόμενα.τοιγαροῦν θεραπεύειν ἀφθόνως αὐτοὺς σπουδάσει καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν.3 ἕκαστόν γε μὴν τῶν θεῶν ἱλάσκεται κατὰ δύναμιν.

他认为自己的关怀关照于其他人是有益的,正如同他们〔诸神〕的统治于他自己是有益的一样。况且,正如他自知绝不会接受恶人的礼物一样,他也认为诸神绝不会因不正义之人的奉献与牺牲而欢喜,而是唯独接纳善人所献之物。因此,他也必将竭力以此类祭品毫不吝惜地敬奉诸神;但他绝不会停止以那些事物来尊崇诸神——即以美好的作为与正义的行径。此外,他依照自己的能力祈求抚慰每一位神明。

§3.53

ἡγεῖται δὲ τὴν μὲν ἀρετὴν ὁσιότητα, τὴν δὲ κακίαν πᾶσαν ἀσέβειαν. εἶναι γὰρ ἐναγεῖς καὶ ἀλιτηρίους οὐ μόνον τοὺς τὰ ἱερὰ συλῶντας ἢ λέγοντάς τι βλάσφημον περὶ τῶν θεῶν, ἀλλὰ πολὺ μᾶλλον τούς τε δειλοὺς καὶ ἀδίκους καὶ ἀκρατεῖς καὶ ἀνοήτους καὶ καθόλου τοὺς ἐναντίον τι πράττοντας τῇ τε δυνάμει καὶ βουλήσει τῶν θεῶν.

他认为美德即是敬虔,一切恶行皆是不敬。因为他认为,不仅那些洗劫神庙或对神明口出不逊的人是受玷污与当受天谴的,甚至那些怯懦、不义、放纵、无智之人,以及总括而言凡是做出任何违背诸神权能与意志之事的人,更是如此。

§3.54

οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως·4

他不仅相信诸神存在,而且相信善良的精灵与英雄是良善之人的灵魂脱胎于凡人本性而转变而成的。

语法注4 条
  1. 3.45εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων

    属格绝对结构,松散地附加在“μία μὲν ἡ πρώτη”(第一种形态)之后,用以具体说明第一种政制展现的治理情境,意为“当一座城邦、若干民族或全人类得到良好治理时”。

  2. 3.51ἵνα δὴ καὶ αὐτὸς ἔχῃ τοὺς κατʼ ἀξίαν ἄρχοντας

    由 ἵνα 引导的目的从句。此处“τοὺς κατʼ ἀξίαν ἄρχοντας”并非指君王所统治的属民,而是指居于君王之上的统治者(即诸神)。君王信神,正是为了让自己头顶也拥有一批按其地位配得上统治自己的主宰者。

  3. 3.52καὶ τούτοις· ἐκείνοις γε μὴν οὐδέποτε παύσεται τιμῶν, τοῖς καλοῖς ἔργοις καὶ ταῖς δικαίαις πράξεσιν

    指示代词“τούτοις”(指代前文紧邻的奉献与牺牲等外在祭品)与“ἐκείνοις”(由其同格成分“τοῖς καλοῖς ἔργοις...”进一步阐释的美好行径与正义作为)之间的对比。君王对外在祭仪毫不吝惜,但更将道德行义视为尊崇诸神永不止息的核心方式。

  4. 3.54οὐ μόνον δὲ ἡγεῖται θεούς, ἀλλὰ καὶ δαίμονας καὶ ἥρωας ἀγαθοὺς τὰς τῶν ἀγαθῶν ἀνδρῶν ψυχὰς μεταβαλούσας ἐκ τῆς θνητῆς φύσεως

    动词 ἡγεῖται 的宾语及谓语结构:前半句“οὐ μόνον δὲ ἡγεῖται θεούς”中省略存在动词(“不仅相信诸神存在”);后半句中,“τὰς... ψυχὰς μεταβαλούσας”作宾语主语,“δαίμονας καὶ ἥρωας ἀγαθοὺς”作宾语补足语(谓语宾格),意为“认为善人的灵魂脱离凡躯转变之后便是善良的精灵与英雄”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.45-3.54