- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.34-3.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
苏格拉底指出受制于内在激情与软弱之人绝非真正的强者,并强调即便波斯国王疆域辽阔,若缺乏关怀属民的美德而肆意掠夺,便非真正的君王而是僭主,从而阐明了王权与僭主政制的根本区别。
ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, πῶς οὐκ ἄνανδρος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; ἢ σὺ ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφʼ οὗ ξυμποδισθεὶς πολλάκις ἄνευ δεσμῶν οὐχ ὅπως ἄλλοις, ἀλλʼ οὐδʼ ἑαυτῷ1 δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν;
因为一个人若无法克制往往因琐事而起的愤怒,无法止息对最可耻事物的欲望,甚至在没有任何令人悲伤之事在场时也无法排遣悲痛,不能忍受劳苦——甚至连为了获得享乐而承受的劳苦也不能忍受——又无法将那在危险中毫无益处、反而带来最大危害的恐惧从灵魂中驱逐出去,这样的人被妇女所降服,被太监所降服,岂不是极其缺乏男子气概吗?抑或你会称那比万物中最柔弱者——即睡眠——还要脆弱的人为强健吗?他常常被睡眠束缚得毫无拘绊却寸步难行,不仅不能救助他人,连救助自己都做不到,甚至无法向那些愿意保卫他的人中呼唤哪怕一个救援者。
ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καί τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφʼ ἑαυτῷ πεποίηται, καὶ τῆς μὲν καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν· πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν· τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους· ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας· ἁπάντων τούτων κρατεῖ· ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος.
对方听了这话说道:“然而苏格拉底,你终究想必知道这一点:他统治着整个人类居住地最大也是最好的部分。因为除了希腊、意大利以及欧洲少数几个其他民族之外,其余所有地方都被置于他的统领之下了;并且他统治着所谓全亚洲直至印度人的地域——据说甚至他们当中的许多人也对他俯首称臣;还有利比亚的大部分;在欧洲则统领色雷斯与马其顿。他掌控着所有这些地方;正因如此,唯独他被称为‘大王’。”
καὶ ὁ Σωκράτης εἶπεν, Ἀλλʼ οὐδὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴν2 οὐδεμιᾶς πόλεως ἢ κώμης. σὺ ἄρα, εἶπε, μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν; ἀκούω, ἔφη, πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων· ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω τοιοῦτόν ἐστιν·
苏格拉底说道:“可是,我根本不知道他起初是否算得上任何一个城邦或村落的王。”“那么,”对方说,“难道唯独你一个人对众人皆知的事充耳不闻吗?”苏格拉底回答说:“我听过许多希腊人和异邦人都讲着与你相同的话;但使我无法知晓我所说的这一点的,是如下情况:
οὐκ οἶδα, ὦ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκεν καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις·εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζων ἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, δυνάμει τε μέγιστός ἐστιν καὶ βασιλεὺς ἀληθῶς· εἰ δὲ φιλήδονος καὶ φιλοχρήματος καὶ ὑβριστὴς καὶ παράνομος, αὑτὸν οἰόμενος αὔξειν μόνον, ὡς ἂν πλεῖστα μὲν χρήματα κεκτημένος, μεγίστας δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶ ἀπόνως·
我不知道,我最优秀的朋友,他是否合法且正义地统领着这所有的人,并且是否具备我多次描述过的那种为人。因为,如果他是通情达理、仁爱且守法的,为了被统治者的安危与福祉而悉心照料,正如我说过的,他自己首先是幸福的,并将自己的幸福分享给他人,不将自身的利益与被统治者的利益割裂开来,而是在看到被统治者生活安好时才最为欢喜、才认为自己过得最好,那么他在力量上是至高无上的,并且是真正的君王; 但若他是贪图享乐、爱财如命、傲慢无礼且肆意违法的,只顾发展扩张自身,以为如此便可占有最多的钱财,享受最大、最多的快乐,从而过着懒散无劳的生活——
τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θῆρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλʼ αὐτὸς πρῶτος διαρπάζων τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίων λείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον,3 εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα ὑπακούοιεν αὐτῷ.
将所有属民视为供自己骄奢淫逸的奴仆和侍从,甚至不具备一个温良牧人的品性——那牧人为自己的牲畜筹划庇护之所与草场,更能驱御野兽、防范盗贼——反而自己率先去劫掠、摧残他们,并准许他人也如此行事,想来就好像对待敌人的战利品一样,那么,即便他头戴许多顶冕冠,有许多权杖遵从其号令,我也绝不会称这样的人为统治者、统帅或君王,反而更会称他为僭主,并且如阿波罗有一次称呼西库昂的僭主那样,称他为‘当受石击者’。”
τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας. ὅμοια δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετʼ αὐτόν, ὡς οἷόν τε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων.
他〔苏格拉底〕平日里所讲的便是这类话,时常劝勉人们追求美德,使统治者与平民都变得更优秀。在他之后的人论及统治与王权时,也尽可能遵循这至为智慧的见解,讲了类似的话。而且,这些名称本身从一开始就阐明了事物之间的差别。
λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, ὁ δὲ νόμος βασιλέως δόγμα. ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον.
因为人们说,所谓统治,是对人合法的治理,是依照法律对人进行的关怀;所谓王权,是不受问责的统治,而法律则是君王的决议;与这些相反,僭主与僭主政制,则是看似拥有更强力量的人对众人施行暴虐而违法的驱使。
- 3.35οὐχ ὅπως ἄλλοις, ἀλλʼ οὐδʼ ἑαυτῷ
οὐχ ὅπως ... ἀλλʼ οὐδέ 属于习惯性的呼应结构,意为“不仅不能(遑论)帮助他人,甚至连自己也无法帮助”。在 οὐχ ὅπως 分句中动词被省略,从而强化了后续由 ἀλλʼ οὐδέ 引出的否定内容。
- 3.38τὴν ἀρχήν
此处 τὴν ἀρχήν 用作副词性宾格(adverbial accusative),在带有否定意味的语境中表示“根本”、“起初”、“完全(不)”。它修饰整个谓语判断,而非表示“统治”的名词直接宾语。
- 3.41ὥς ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον
动词 προσεῖπεν 在此接双重宾格(直接宾格与称谓性的表语宾格)。前文的 λευστῆρα 为表语宾格,而 τὸν Σικυώνιον τύραννον 为直接宾格,整句意为“正如阿波罗曾经称呼西库昂的僭主为‘当受石击者’那样”。
