← 金嘴狄翁

演说集

§3.23-3.33

苏格拉底论薛西斯与缺乏智慧之权力的无力

演说者将逢迎与作伪证之害进行对比,决定不直接奉承,转而论述真正的君王之德,并借苏格拉底不断重复同一真理的先例为自己重申旧调辩护。随后,针对提问者以薛西斯的土木工程展示绝对权力的观点,引出苏格拉底的回应:缺乏明智与美德的狂妄力量,实比赤贫之辈更为孱弱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται· δοκεῖ γὰρ καταγελῶν λέγειν· πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων;

总的来说,逢迎者一旦被识破,不仅会受到谴责,而且会招致憎恨;因为他显得像是在嘲弄人说话。而即使他令人信服自己所言属实,也得不到多大的感激。因为说真话又算施予了什么恩惠呢?

§3.24

πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων. οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν· ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ.1

诚然,他远比作伪证的人更为邪恶。因为伪证者并不腐蚀法官,而只是欺骗他;但逢迎者却在欺骗的同时用称赞来贿赂法官。

§3.25

ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι,2 ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. εἰ δέ τις φήσει με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος, καὶ παραβάλλοντος, ὥσπερ εἰώθει, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, Πάλιν σὺ ταὐτά, Σώκρατες; καὶ ὅς γελάσας ἔφη, Καὶ περὶ τῶν αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταὐτὰ περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας· τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν.3 ἐγὼ δὲ εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείας σώματος καὶ νόσου· οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων· οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται·

因此,为了使企图诽谤我的人抓不到我逢迎的罪名,也使你免遭贪图当面受赞之嫌,我将论述关于贤良君王的话题,探讨他应当是怎样的人,以及与伪称自己为统治者、实则与统治和王权相去最远的人究竟有何区别。如果有人说我翻来覆去讲同样的道理,那么这一指责便是我与苏格拉底所共有的。因为据说有一次,厄利斯的希庇阿斯在隔了很久之后,听见苏格拉底谈论正义与美德,并且像往常一样拿舵手、医生、皮匠和陶工做比,便以智者的姿态说道:“苏格拉底,你又在讲这些同样的话了?”苏格拉底笑着说:“而且谈的也是同样的事物。因为凭你的聪明才智,似乎绝不会就同样的事物讲同样的话,但在我们看来,这一点恰恰是最美妙的事情之一。因为我们知道,说谎之人会说出许多前后矛盾的话,而讲真话的人绝不可能说出与真相不符的话。”至于我,如果我看到有别的更严肃或对你更合适的话题,我本会设法采用那个话题。但就目前而言,我不认为医生正当地应当听取除身体健康与疾病之外的任何言论;舵手也不应当听取除季节、风向和星象之外的言论——因为这些言论理所当然地被称为航海指南——

§3.29

οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων. ὡς δὲ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν.

统治者与君王也不应当听取除统治与人事治理之外的言论。而苏格拉底关于这些事物有着怎样的看法,我也将尽力道来。

§3.30

μετὰ γὰρ τὴν ἀπόκρισιν τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά,. ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφʼ ἅρματος; ὥσπερ οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος· καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνεν.

因为在作出了关于幸福的回答之后,提出那个问题的人向苏格拉底请教道:“苏格拉底,”他说,“你比任何人都更清楚这一点:在普天之下的人当中,最为强大、且拥有的力量绝不下于诸神本人的,正是那位能够把看似不可能之事变为可能之人;难道你没有听说过,波斯国王薛西斯开凿了最大的山峦,将阿陀斯山从大陆上分离出来,从而变陆地为海洋,并率领步兵穿越大海,驾驭着战车疾驰而过吗?我想正像荷马描写波塞冬那样;或许在薛西斯驱车经过时,海豚和大鱼也同样从浮桥下方游过呢。”

§3.32

καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται,4 καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττεν ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν· εἴ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ διʼ ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα γῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν,.5

苏格拉底说道:“我甚至无法告诉你,做出这些事的人究竟如你所言拥有最大的力量,还是只拥有极微小的力量,乃至根本毫无力量。例如,如果他是节制的、勇敢的、正义的,并且凭着明智的判断去行使他所做的一切,那么我认为他是强大的,并且确实拥有最大的力量;但反过来,如果他是怯懦的、愚蠢的、放荡的、非法的,并且是出于骄横狂妄而企图做这些事,那么依我看,他反而比那些极度贫困、甚至连一块为了糊口而可用鹤嘴锄捣碎的泥土都不曾拥有的人更为孱弱。”

语法注5 条
  1. 3.24ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ

    δεκάζει 意为“贿赂”、“收买”,τῷ ἐπαίνῳ 为工具与格(“以称赞”)。此处与前句伪证者“仅仅欺骗”(μόνον ἐξαπατῶσιν)形成鲜明对照:逢迎者在欺瞒的同时,更以赞辞作为贿赂败坏听者。

  2. 3.25μήτε σὺ τοῦ κατʼ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι

    由 μήτε ... μήτε 构成的平行目的从句。后半句省略了谓语动词(如 αἰτίαν ἔχῃς);带有属格冠词的名词化不定式 τοῦ ... ἐθέλειν 作为说明性(同格)属格,承接前半句的 αἰτίαν(即“贪图当面受赞之嫌”)。

  3. 3.28ἕτερα εἰπεῖν τῶν ἀληθῶν

    τῶν ἀληθῶν 是附属于具有相异/比较意味的 ἕτερα 之上的比较属格,表示“与真理不同/相异之事”。

  4. 3.32Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται

    动词 ἔχω 搭配不定式 εἰπεῖν 表示能力(“能够说出”)。由 εἴτε ... εἴτε 引导的选择间接疑问句作 εἰπεῖν 的宾语,其中的 μέγιστον / ἐλάχιστον / οὐδέν 作为内宾格(状语性对格),修饰动词 δύναται(“拥有最大/极微小/毫无力量”)。

  5. 3.33ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν

    ὥστε 搭配不定式 διαθρύψαι 构成结果/限定从句,修饰前面的否定量词 μηδὲ ἕνα βῶλον(“连一块土都不曾拥有”),表示“达到足以为了谋生而用鹤嘴锄去捣碎的程度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.23-3.33