- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.11-3.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以自己往昔冒死直言的历史证明自己绝非逢迎,并论证逢迎不仅是最可耻、最令人不快的恶习,而且严重败坏称赞与美德,甚至连被逢迎者也无法真正讨好。
τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς; ὥστε μήποτε πράξαντι μηδὲν οἷόν τε λαθεῖν,1 οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους· πάντα γὰρ τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι.
美德的行为究竟能让谁比让那把全人类当作自己灵魂的观众与见证人的人更加欣悦呢?以至于对于做了任何事的人来说,绝无可能隐匿遁形,正如太阳绝不可能在黑暗中穿行一样;因为太阳在显明所有其他事物的同时,首先展现了自己。
λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπʼ ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι· ἀλλʼ οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων. οὐ γὰρ ὀλίγην οὐδὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας.
我说这些话,并非不知晓我方才所言之事本需耗费更多时间来阐述;但我绝无被视为出于逢迎而说话的恐惧。因为我给出自己言论自由的证明,既非微不足道,亦非在短暂的时间之内。
εἰ δὲ ἐγὼ πρότερον μέν, ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰ φόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην2 οὔτε παρρησίας οὔτε κολακείας καιρόν.
倘若我从前在众人因恐惧而认为必须说谎之时,唯独我一人敢于冒着生命危险直言相告,而在如今人人皆可讲真话、毫无危险临头之时,我却说起谎来,那我便既不知晓直言的时机,亦不知晓逢迎的时机了。
καίτοι σύμπαντες οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ διʼ ἡδονήν τινα ἄλλην ἢ λοιπὸν οἶμαι διʼ ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες.
然而,凡是自愿行事之人,行事无非是为了金钱,或是为了名望,或是由于某种其他享乐,再不然我想便是由于美德并尊崇崇高本身。
ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρʼ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις.
至于我,尽管许多人愿意给予,我却从未屈尊从任何人那里接受金钱;而对于我自己的菲薄财产,世人必会看到我不仅常常分给他人,甚至屡屡弃置不顾。
ἡδονὴν δὲ ποίαν ἐθηρώμην, ὁπότε καὶ τῶν κολάκων οἱ φανερῶς πεποιημένοι τέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστερον τὸ κολακεύειν; πῶς γὰρ ἡδύ, ἵνʼ ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι;
我又在追逐何种享乐呢,既然连公开以此为业的逢迎之徒,都承认逢迎是全天下最令人不快之事?因为,为了不正当地称赞他人而使自己受到正当的指责,这又怎能令人愉快呢?
καὶ μὴν οὐδὲ ἔνδοξον οὐδὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ διʼ ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ. πασῶν γάρ, ὡς ἔπος εἰπεῖν, τῶν κακιῶν αἰσχίστην τις ἂν εὕροι τὴν κολακείαν.
再者,逢迎甚至不被认为是光彩或美好的事,以至于有人会为了荣誉或由于美德而从事此道。因为可以说是,在所有的恶习之中,人们会发现逢迎是最为可耻的。
πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μηδὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν. ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα· οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον.
首先,它败坏了最美好、最公正的事物——即称赞,使其不再显得可信,也不再显得出于真诚;而最可怕的是,它将美德的奖赏赋予了邪恶。因此,他们的所作所为远比伪造钱币者更为恶劣;因为后者只是让钱币变得可疑,而前者却让美德本身变得不可信赖。
ἔπειτα δὲ οἶμαι ἀεί ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ.3 μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων; ἢ τίς ἠλίθιος οὕτως ὅστις οὐκ οἶδεν πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν ἢ τῶν καλῶν πράξεων ἐραστής;
其次,我想恶人历来都被称为愚昧,而且确实如此;但在愚妄上,逢迎者超越了所有人。因为在抹杀真理的人当中,唯独逢迎者敢于对那些最清楚他在说谎的人公然撒谎。因为有谁对自己的事情一无所知呢?又有谁愚蠢到不知道自己究竟是以辛劳还是以安逸为乐,究竟是喜欢牟取更多利益还是喜欢行正义之事,究竟是屈从于享乐还是热爱崇高的行为呢?
καὶ τοίνυν ὃ μάλιστα οἴεται, χαρίζεσθαι τοῖς ἐπαινουμένοις, ἐμοὶ δοκεῖ τούτου καὶ μάλιστα ἀποτυγχάνειν· τοὐναντίον γὰρ ἀπεχθάνεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς μὴ τελέως κούφοις.
再者,在逢迎者自以为最能做到的事——即取悦被称赞者上,依我看他在这一点上反而最彻底地落空了;因为恰恰相反,对于并非完全轻浮之人来说,他所招致的不是欢心,而是厌恶。
αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει. πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ;4 ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρόνιμον ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται βλάβην· ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν.
例如,把穷人称颂为富有的人,不仅自己撒了谎,而且是在向被称颂者讥刺其贫困。再者,把极丑陋之人夸赞为俊美者,难道不是在当面指摘其丑陋吗?或者说残废者肢体健全之人,又怎能通过提醒其不幸来取悦于他呢?反之,把愚昧者颂扬为明智的人,由于听者的愚蠢,或许比所有人更能令人信服,却也正因如此造成了更大的危害;因为这诱使他自行谋划,而不托付给明智之人。
- 3.11ὥστε μήποτε πράξαντι μηδὲν οἷόν τε λαθεῖν
表示结果的 ὥστε 接不定式结构(οἷόν τε 省略了 εἶναι)。与格分词 πράξαντι 在非人称表达 οἷόν τέ ἐστι 中作关涉与格(“对于做了任何事的人而言,隐匿都是不可能的”),并未保持先行词 τὸν ... ἔχοντα 的宾格,而是受非人称谓语吸引所致。
- 3.13εἰ δὲ ἐγὼ πρότερον μέν ... ψεύδομαι ... οὐκ ἂν εἰδείην
这是一个混合条件句,条件从句中使用现在直陈式(ψεύδομαι,承接前文 πρότερον μέν ... ἐτόλμων 的今昔对比),归结从句则使用 ἄν 加上祈愿式(οὐκ ἂν εἰδείην,表潜势)。作者设定一个假定(“如果我现在确实在说谎”),进而推导出一个荒谬的结论(“那我便成了一个既不知直言时机亦不知逢迎时机的人”)。
- 3.19τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ
τῷ ἄφρονι 是形容词中性实质化(相当于 τὸ ἄφρον,“愚妄、无智”)的与格,在此作限定/范围与格(“在愚昧方面,逢迎者超越了所有人”)。虽然语法上也可以看作阳性单数指“愚人”,但紧接着的论证重点在于逢迎者自身做出了最愚蠢的行径,因此解释为相当于 τῇ ἀφροσύνῃ 的范围与格最为确切。
- 3.21ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ;
ἄλλο τι ἤ 是引出强烈肯定修辞疑问的固定惯用短语(相当于“岂不是……吗?”,类似于拉丁语的 nonne)。主要动词 προφέρει 与与格代词 αὐτῷ 连用,构成“当面指摘/揭人(缺点)”的习语用法。
