- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.128-3.118
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
君王重在结交良友而非蓄积外物,凭借其权柄与资财从全人类中甄选真正的朋友。他进而阐发友谊的神圣性,指出真正的朋友绝不会加害于人,且友谊在效用上甚至超越了血缘亲情。
οὐχ οὕτως δʼ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲν ἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλʼ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός.1
而且,君王并不因能够拥有最骏美的马匹、最精良的兵器、最华美的服饰及诸如此类的事物而自以为幸福,而是因拥有最出色的朋友而自以为幸福;并且他认为,在友谊上比平民更显匮乏,远比在这些器物中有何欠缺更为可耻。
ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳ χρῆσθαι, πῶς οὐ καταγέλαστον τοῦτον μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις; οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὅπως δήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον.
因为,既然他拥有从全人类中选拔最忠诚之士的条件,而且只要他愿结交,几乎无人不欣然服从,那么这样的人若不与最卓越的人交往,岂非荒唐可笑?事实上,大多数统治者只注目于那些偶然侍立身旁的人和甘愿阿谀奉承的人,却将其他所有人拒之门外,尤其更是驱逐那些最优秀之人。
ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενος Νισαίους μὲν ἵππους μεταπέμπεσθαι, ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς. πάντα γὰρ ὑπάρχει τούτῳ, διʼ ὧν ἐστι φιλία κτητόν.
然而明君则从全人类中进行选拔,因为他认为,若以尼萨之马优于色萨利之马而派人延请,又遣人搜求印度猎犬,却唯独在任用人才时仅限于身边之人,乃是极不合情理的。因为他具备获取友谊所需的一切资财。
προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν· τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων; τίνι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τίνι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον;
须知,赞美能使好名者心生好感,分赋权柄能招致好统御者,从事戎机能吸引尚武者,经管政事能引来勤勉者;而亲密无间则能打动重情者。那么,有谁比他更能任命官长?有谁比他需要更多的理事之人?有谁比他有权委派更重大的事功?又有谁比他更有能力将战事付托他人?从谁那里获得的荣耀更加显赫?在谁那里的宴席享有更高的名望?设若友谊是可用金钱购得之物,又有谁在财富上比他更为充裕,以致无人能与之抗衡?
καὶ οὐ μόνον οὐδὲν ἡγεῖται ποιεῖν ἄτοπον, ἀλλὰ καὶ ἀγάλλεται μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι,2 μᾶλλον δὲ ὑπὸ τῶν συνόντων ἢ τοὺς ἐξ ἴσου συνόντας ἀγαπῶσι, μᾶλλον δὲ ὑπὸ τῶν ἀκοῇ μόνον ἀκουόντων ἢ οἱ σφόδρα ἐγγὺς ὄντες ἀγαπῶσι·
他不仅自认所行绝非怪异,反而引以为傲:他受青年敬爱胜过青年敬爱双亲,受长者爱重胜过长者慈爱亲子,受侍从之士敬爱胜过同侪互爱,受仅闻其风声者敬爱胜过近处之人的敬爱。
φιλοσυγγενέστατος δὲ ὢν καὶ φιλοικειότατος ἔσθʼ ὅπῃ μεῖζον ἀγαθὸν νενόμικε τὴν φιλίαν τῆς συγγενείας. ἄνευ μὲν γὰρ συγγενείας οἱ φίλοι χρήσιμοι, ἄνευ δὲ φιλίας οὐδὲ οἱ σφόδρα ἐγγὺς ὠφέλιμοι. τοσούτου δὲ ἀξίαν κρίνει τὴν φιλίαν, ὥστε οὐδένα ἡγεῖται τῶν πώποτε ἠδικῆσθαι ὑπὸ φίλου, ἀλλὰ τοῦτο δὴ ἓν τῶν λεγομένων ἀδυνάτων εἶναι.
他虽极爱族人、极顾至亲,却在某种意义上认为友谊是高于血统的更大的善。因为没有血缘,朋友依然有用;但若没有友谊,即便至亲也毫无裨益。他断定友谊价值如此崇高,以致认为古往今来绝无一人曾受朋友之害,甚至认为这确是所谓不可能之事之一。
ἅμα γάρ τις ἀδικῶν πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος.3 ὅσοι δὲ πεπόνθασι δεινόν, ὑπʼ ἐχθρῶν πεπόνθασι, λεγομένων μὲν φίλων, ἀγνοουμένων δὲ ὅτι ἦσαν ἐχθροί. δεῖ οὖν καταμέμφεσθαι τὴν αὑτῶν ἄγνοιαν, ἀλλὰ μὴ ψέγειν τὸ τῆς φιλίας ὄνομα.
因为某人一旦被发觉行不义之事,便即刻证明了他从来不是朋友。凡遭受惨祸者,皆是受害于仇敌——这些人口头上被称为朋友,实则是未被看穿的仇敌。因此,人们理当责备自身的愚钝,而不应诋毁友谊的名声。
καίτοι πατέρα γε ὄντα οὐκ ἀδύνατον υἱὸν ἀδικῆσαι καὶ παῖδα περὶ τοὺς γονέας ἐξαμαρτεῖν· ὁμοίως δὲ ἀδελφοὺς ἀλλήλων κακόν τι ἀπολαῦσαι. οὕτως δὲ πάνυ τὴν φιλίαν ἱερὸν νενόμικεν ὥστε καὶ τοὺς θεοὺς αὑτῷ πειρᾶται ποιεῖν φίλους.
然而,身为人父者加害儿子,为子者得罪双亲,并非不可能;兄弟之间从彼此那里蒙受某种祸害,同样并非不可能。但君王将友谊视作如此全然神圣之物,以致甚至力图使诸神亦成为自己的朋友。
φιλοίκειος δὲ καὶ φιλοσυγγενὴς πῶς οὐκ ἂν εἴη διαφερόντως;
而且,他又怎能不异乎寻常地关爱至亲与族人呢?
- 3.128φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός
在副词短语 ἐνδεέστερον ἔχειν(处于更为匮乏的状态)中,φιλίας 是表关涉的属格(“在友谊方面”),而 τῶν ἰδιωτῶν 则是比较属格(“比平民”);连词 ἤ 呼应比较级 αἴσχιον,引出与 φιλίας 并列的关涉属格 τούτων τινός(“比在这些事物的任何一项中[更为匮乏]”)。句首的 καὶ πολύ γε αἴσχιον 承袭上文的动词 ἡγεῖται,共同构成由不定式引导的宾语从句。
- 3.112μᾶλλον μὲν ὑπὸ τῶν νεωτέρων ἀγαπώμενος ἢ οἱ γονεῖς, μᾶλλον δὲ ὑπὸ τῶν πρεσβυτέρων ἢ τοὺς παῖδας ἀγαπῶσι
此处的比较结构通过格的变换巧妙区分了比较基准。前半句 ἢ οἱ γονεῖς 为主格,承接被动分词 ἀγαπώμενος,省略了被动谓语(即“胜过父母[被年轻人]敬爱”);后半句 ἢ τοὺς παῖδας ἀγαπῶσι 则使用宾格 τοὺς παῖδας 搭配主动动词 ἀγαπῶσι,意为“[长者爱戴君王]胜过他们爱自己的子女”。格位的转换清晰标示了比较维度的不同。
- 3.114ἅμα γάρ τις ἀδικῶν πεφώραται καὶ δῆλον πεποίηκεν ὅτι οὐκ ἦν φίλος
连词搭配 ἅμα...καί... 表示“一经……即刻……”。动词 πεφώραται(现在完成时被动第三人称单数)支配补充性分词 ἀδικῶν,意为“被发现正在行不义”。从句 ὅτι οὐκ ἦν φίλος 中的未完成过去时 ἦν 属于哲学性/回顾性未完成时,表示该人自始至终在本质上就“根本不是朋友”。
