- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:3.1-3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引苏格拉底无法判断波斯王是否幸福的典故,表明自己深知皇帝的品性与美德,进而论证唯有正当行使最高权力并具备各项美德的君主才是真正的受祝颂者与全人类的救主。
Σωκράτης Ἀθήνησι, πρεσβύτης ἀνὴρ καὶ πένης, ὃν καὶ σὺ γιγνώσκεις ἀκοῇ πρὸ πάνυ πολλῶν ἐτῶν γενόμενον, πυθομένου τινὸς εἰ εὐδαίμονα νομίζοι τὸν Περσῶν βασιλέα, Τυχόν, εἶπεν, εὐδαίμων· οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι1 διὰ τὸ μὴ συγγενέσθαι αὐτῷ μηδὲ γιγνώσκειν ὁποῖός ἐστι τὴν διάνοιαν, ὡς οὐκ ἀλλαχόθεν οἶμαι γιγνόμενον τὸ εὐδαιμονεῖν,2 ἀπὸ χρυσωμάτων ἢ πόλεων ἢ χώρας ἢ ἄλλων ἀνθρώπων, ἑκάστῳ δὲ παρά τε αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας.
在雅典,苏格拉底这位年事已高且贫穷的人——正如你也风闻知晓他生于很多年前——当有人询问他是否认为波斯国王幸福时,他回答道:“也许是幸福的。”但他表示自己并不知道,因为他从未与国王相处过,也不知道国王在心智上究竟如何;因为我想,他认为幸福并不源自别处——并非来自金器、城邦、土地或其他人——而是对每个人而言,皆出自其自身及自己的心智。
ὁ μὲν οὖν Σωκράτης, ὅτι ἐτύγχανεν ἄπειρος ὢν τοῦ Πέρσου τῆς ψυχῆς, ἄπειρος ἡγεῖτο εἶναι καὶ τῆς εὐδαιμονίας αὐτοῦ. ἐγὼ δέ, ὦ γενναῖε αὐτοκράτορ, παραγέγονά σοι, καὶ τυχὸν οὐδενὸς ἧττον ἔμπειρός εἰμι τῆς σῆς φύσεως, ὅτι τυγχάνεις χαίρων ἀληθείᾳ καὶ παρρησίᾳ μᾶλλον ἢ θωπείᾳ καὶ ἀπάτῃ.
因此,苏格拉底因碰巧未曾了解波斯王的灵魂,便认为自己同样不了解其幸福。然而,高贵的皇帝啊,我曾陪伴在你身边,或许我对你的本性比任何人都更具经验,因为你恰好乐于真理与直言,甚于逢迎与欺骗。
αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις, καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς. ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶ συνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον.
例如,你对非理性的享乐抱有戒心,如同对待阿谄奉承之徒;而你忍受劳苦,视其为美德的考验。皇帝啊,既然我见你与古人对话,通晓明智而精确的言辞,我便断然宣告:那拥有仅次于神明的最大权力,并能以最美好的方式运用其能力的人,才是真正幸福而受祝颂的。
ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν τῶν ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόν τε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ,τι βούλεται, οὐ μόνον κωλύοντος οὐδενὸς ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ,3 ὅταν ᾖ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, δικαιότερος δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶν ὑπʼ ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι;
因为,凡是能够享受一切令人愉悦之事,免于尝试任何艰辛,生活得尽其所能悠闲自在,简而言之,想做什么就做什么,不仅无人阻挠反而众人交口称赞的人——这个人,若比那些抽签选出的法官更遵纪守法,比城邦中受问责的官吏更温和公正,比跟从的士兵更崇尚正义,在一切事务中比因被迫而劳作者更加勤勉,比毫无奢靡可享者更不愿沉溺享乐,对待臣民比疼爱子女的父亲更加仁爱,对待敌人比无可战胜的诸神更加令人敬畏——人们怎能不说这个人的守护神是善的,不仅是对他自己一人,而且对所有其他人也是善的呢?
τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος· ὅτου δʼ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεῖν· βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων.
因为对于大众和平民而言,守护神微不足道且仅属于其持有者一人;但若有无数城邦听命于他,众多的民族受其意志所引领,数不尽且互不往来的各族人民仰望他的明智,只要他是这样的人物,他便成了全人类的救主与卫士。因为统治并掌握全权者的明智,甚至足以造福于愚夫;因为他平等地为所有人谋划。
ἡ δὲ σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ· ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν, ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται.
他的节制也能让较为放纵的人变得更加节制;因为他平等地照看所有人。他的正义甚至分赋给不义之人,而他的勇敢不仅能够拯救气魄不足的人,更能使他们变得更为果敢。
οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἑπόμενος μεθʼ οὗ νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν παραταττόμενον ὁρῶν ᾧ μόνῳ τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐδʼ αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε περὶ ἑτέρου πονεῖν ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν.
因为没有人会胆怯到跟从一位胜券在握之人却依然不敢鼓起勇气的地步,也没有人会涣散到目睹神明唯独赋予发号施令之职的人亲自排兵布阵却依然偷安怠惰的地步,更没有人会如此厚颜无耻,既然不得不为他人操劳,却不愿与这个人共同承担辛劳。
δοκεῖ δέ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν· μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως ἐπὶ πᾶσιν εἴρηκεν, "ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ." ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον.
在我看来,荷马似乎也表达了完全相同的道理;因为他在述及贤明的国王时,归根结底说道: “人民在其统治下繁盛兴旺。” 因为这样的国王认为,美德对其他人来说是一件美好的财富,但对他自己而言更是一件必不可少的事物。
τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως4 ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφʼ οὗ πάντα σῴζεται;
事实上,有谁比谋划至大之事的人更需要深广的明智呢?有谁比凌驾于法律之上的人更需要严谨的正义呢?有谁比能够做一切事情的人更需要高度自制的节制呢?又有谁比万物全赖其保全的人更需要坚强的勇敢呢?
- 3.1οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι
由于不定式 εἰδέναι 的逻辑主语与主句动词 ἔφη 的主语一致,因而使用主格强调代词 αὐτός。
- 3.1ὡς οὐκ ἀλλαχόθεν οἶμαι γιγνόμενον τὸ εὐδαιμονεῖν
连接词 ὡς 引导的分词 γιγνόμενον 构成宾格绝对结构,表达苏格拉底主观持有的观点或理由(“认为幸福并非源于外在”)。
- 3.4ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν τῶν ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόν τε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ,τι βούλεται, οὐ μόνον κωλύοντος οὐδενὸς ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ,
破格句(破体结构):关系代词与格 ᾧ 依存于宾格绝对分词 ἐξόν(“在……被允许之时”),随后以主格悬空结构 οὗτος ὁ ἀνήρ 承接,引出条件从句 ὅταν ᾖ... 及主句归结 πῶς οὐκ ἂν εἴποι τις...
- 3.10τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως
无人称动词 δεῖ 在与不定式连用时通常接人称宾格,而表示“需要某物”接事物属格时,在古典散文中即常接人称与格(此处为 τίνι)(“谁需要更深广的明智?”)。后文并列的各反问句亦重复了此与格结构。
