- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.71-2.79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
藉由公牛的寓意阐述诸神对真君与暴君的赏善罚恶,亚历山大言毕,腓力极力称赞亚里士多德对其王道教育的功勋。
τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν,1 δικαίως καὶ κατὰ φύσιν ἔχοντα τὴν ἡγεμονίαν, καὶ τὸ μὲν πλῆθος σῴζειν τῶν ὑπηκόων, προβουλεύοντα καὶ προπολεμοῦντα, ὅταν δέῃ, καὶ φυλάττοντα ἀπὸ τῶν ἀγρίων καὶ παρανόμων τυράννων, πρὸς δὲ τοὺς ἄλλων βασιλέας, εἴ τινες ἄρα εἶεν, ἁμιλλᾶσθαι περὶ τῆς ἀρετῆς καὶ ζητεῖν, εἰ δυνατὸν εἴη, ἐπʼ ὠφελείᾳ τῶν ὅποι ποτὲ ἀνθρώπων κρατεῖν· θεοῖς γε μὴν τοῖς ἀμείνοσιν ἕπεσθαι, καθάπερ οἶμαι νομεῦσιν ἀγαθοῖς, καὶ τὴν κρείττω καὶ μακαριωτέραν φύσιν προτιμᾶν, δεσπότας αὑτοῦ καὶ ἄρχοντας νομίζοντα ἐκείνους, καὶ τοῦ μεγίστου καὶ πρώτου βασιλέως θεοῦ κτῆμα ἀποφαίνοντα τιμιώτατον πρῶτον μὲν αὑτόν, ἔπειτα τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῷ τεταγμένους.
亦即:人当在同侪中显出卓越而后行统治,依循正义与自然之道掌握领导权;当护佑治下的众民,在必要之时为他们先思而后虑、冲锋陷阵在前,防范凶暴无法的僭主;若有其他邦国的君王,便当与他们竞逐美德,并在可能之时,谋求为了无论何处之人的福祉而行权治政;更当遵奉至善的神祇,正如我想遵奉良牧一般,尊崇那更优越、更福乐的本性,视神明为自身的统领与主宰,并将自己首先作为、继而将治下臣民作为至尊至始的万王之王——神明最为珍贵的产业展现出来。
καὶ γὰρ δὴ ὥσπερ οἱ σώφρονες νομεῖς, ἐπειδὰν χαλεπὸς καὶ ἄγριος ταῦρος γενόμενος ἄρχῃ ἀσελγῶς παρὰ φύσιν, τῆς μὲν αὑτοῦ καταφρονῶν ἀγέλης καὶ λυμαινόμενος, τοὺς δὲ ἔξωθεν ἐπιβουλεύοντας ὑποχωρῶν καὶ προβαλλόμενος τὸ ἀδύνατον πλῆθος, μηδενὸς δὲ χαλεποῦ παρόντος ὑβρίζων καὶ θρασυνόμενος, τοῦτο μὲν ὀξὺ καὶ ἀπειλητικὸν μυκώμενος, τοῦτο δὲ ὀρθοῖς τοῖς κέρασι παίων τὸν οὐκ ἀνθιστάμενον, ἐπιδεικνύμενος τὴν ἰσχὺν ἐν τοῖς ἥττοσι καὶ τοῖς οὐ μαχομένοις, τὸ δὲ τῶν βοῶν πλῆθος οὐκ ἐῶν νέμεσθαι καθʼ ἡσυχίαν διʼ ἔκπληξιν καὶ φόβον· τότε τοῦτον οἱ δεσπόται καὶ βουκόλοι μετέστησαν καὶ ἠφάνισαν, ὡς οὐκ ἐπιτήδειον οὐδὲ συμφέροντα ἡγεῖσθαι τῆς ἀγέλης· τὸν δὲ πρᾷον μὲν ταῖς ἑπομέναις βουσίν, εὔψυχον δὲ καὶ ἄφοβον πρὸς τὰ θηρία, σεμνὸν δὲ καὶ μεγαλοπρεπῆ καὶ δυνατὸν φυλάττειν καὶ προηγεῖσθαι τῆς ἀγέλης, τοῖς δέ γε νομεῦσιν εἴκοντα καὶ πειθόμενον, ἐῶσι μέχρι γήρως ὑστάτου, κἂν ἤδη βαρύτερος τὸ σῶμα γένηται. ὁμοίως δὲ καὶ οἱ θεοὶ καὶ ὁ δὴ μέγας βασιλεὺς βασιλέων, ὅ τε κηδεμὼν καὶ πατὴρ κοινὸς ἀνθρώπων καὶ θεῶν, ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων, τὴν ἰσχὺν οὐ τοῖς πολεμίοις ἐνδεικνύμενος, ἀλλὰ τοῖς ὑπηκόοις καὶ τοῖς φίλοις, ἄπληστος μὲν ἡδονῶν, ἄπληστος δὲ χρημάτων, ὑπονοῆσαι ταχύς, ἀμείλικτος ὀργισθείς, ὀξὺς πρὸς διαβολάς, ἀπειθὴς λόγοις, πανοῦργος, ἐπίβουλος, ταπεινός, αὐθάδης, τοὺς κακοὺς αὔξων, τοῖς κρείττοσι φθονῶν, παιδείας ἀσύνετος, φίλον οὐδένα νομίζων οὐδʼ ἔχων, ὡς ἔλαττον αὑτοῦ κτῆμα, ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν,2 ὡς οὐκ ἄξιον ὄντα βασιλεύειν οὐδὲ κοινωνεῖν τῆς αὑτοῦ τιμῆς καὶ ἐπωνυμίας, μετά τε αἰσχύνης καὶ προπηλακισμοῦ, καθάπερ οἶμαι Φάλαρίν τε καὶ Ἀπολλόδωρον καὶ πολλοὺς ἄλλους τῶν ὁμοίων. τὸν δέ γε ἀνδρεῖον καὶ φιλάνθρωπον καὶ τοῖς ὑπηκόοις εὔνουν καὶ τιμῶντα μὲν τὴν ἀρετὴν καὶ συναγωνιῶντα μή τινος τῶν ἀγαθῶν δόξῃ φαυλότερος, τοὺς δὲ ἀδίκους μετανοεῖν ἀναγκάζοντα, τοῖς δὲ ἀσθενέσιν ἀρήγοντα, τῆς ἀρετῆς ἀγάμενος3 ὡς τὸ πολὺ μὲν ἄγει πρὸς γῆρας, καθάπερ ἀκούομεν Κῦρόν τε καὶ Δηιόκην τὸν Μῆδον καὶ Ἰδάνθυρσον τὸν Σκύθην καὶ Λεύκωνα καὶ πολλοὺς τῶν Λακωνικῶν βασιλέων καὶ τῶν ἐν Αἰγύπτῳ πρότερόν τινας· ἐὰν δὲ τὸ τῆς εἱμαρμένης ἀναγκαῖον ἐπείγῃ πρὸ τοῦ γήρως, ἀλλʼ οὖν μνήμης γε ἀγαθῆς καὶ παρὰ πᾶσιν εὐφημίας εἰς τὸν ἀεὶ χρόνον ἠξίωσε, καθάπερ, εἶπεν ὁ Ἀλέξανδρος, τὸν ἡμέτερον πρόγονον, τὸν νομισθέντα τοῦ Διὸς διὰ τὴν ἀρετὴν Ἡρακλέα.
盖因正如明智的牧人那样:每逢公牛变得顽劣暴戾,逆反天性而肆行霸道,蔑视并残害自身的同群,在外敌伺机进犯时却退缩不前、拿弱小无助的群体充当挡箭牌,在别无凶险之时却飞扬跋扈、横行肆虐,一时发出凄厉而威吓的咆哮,一时又扬起挺直的双角撞击不加抵抗之辈,在弱者与不与它相搏者面前卖弄气力,使母牛群因恐慌惧怕而不得安宁啃草;到了此时,主人与牧牛者便会将这头公牛驱除铲除,视其既不合用亦不利于统领牛群;然而对于向随从的牝牛温和、对野兽英勇无畏、威仪堂堂且有能力守护并领率群体,同时对牧人顺从听命的公牛,他们则任其得享天年,直至极度年迈,即便它的躯体已然变得沉重迟缓;同样地,诸神以及那人与神共同的护佑者与父亲——真正伟大的万王之王,凡在人间有谁成为残暴、不义、违法的统治者,不向仇敌展示勇力,反而向臣民与朋友施加威凌,贪得逸乐而不知足,贪敛资财而无止境,极易妄起猜忌,一旦动怒便不可转圜,偏听谗言,不纳言论,奸诈、阴险、卑琐、顽固,拔擢恶人,嫉妒贤能,毫无教养之明,因视〔朋友〕为逊于自身的产业而绝不以任何人作朋友亦无朋友——神明便会将那人铲除挪开,视其不配享有王位,亦不配分沾神自身的尊荣与称号,使之蒙受耻辱与唾弃,正如我以为法拉里斯、阿波罗多洛斯及许多同类之人所遭遇的那样;然而对于英勇、仁爱、对臣民心存善念、尊崇美德并勉力自励以免显逊于任何善人、强令不义之徒悔悟、全力扶助弱者之君,神明嘉许其德,往往引其颐养天年,正如我们听闻关于居鲁士、米底的戴奥凯斯、斯基泰的伊丹梯耳索斯、留孔以及许多斯巴达诸王与往昔若干埃及君王的故事;即或命运之必然在其年老之前便催逼其谢世,神明至少亦使他配享万古善名与万民永久的赞誉,正如——亚历山大说——我们的先祖赫拉克勒斯那样,他因美德而被公认为宙斯之子。
ταῦτα δὲ ἀκούσας ὁ Φίλιππος, ἡσθείς, Οὐ μάτην, εἶπεν, Ἀλέξανδρε, περὶ πολλοῦ ποιούμεθα τὸν Ἀριστοτέλη, καὶ τὴν πατρίδα αὐτῷ συνεχωρήσαμεν ἀνακτίζειν, Στάγειρα τῆς Ὀλυνθίας οὖσαν. ὁ γὰρ ἀνὴρ ἄξιος πολλῶν καὶ μεγάλων δωρεῶν, εἰ τοιαῦτά σε διδάσκει περί τε ἀρχῆς καὶ βασιλείας εἴτε Ὅμηρον ἐξηγούμενος εἴτε ἄλλον τρόπον.
腓力听闻此言,欢欣之至,说道:“亚历山大啊,我们厚待亚里士多德,并应允他重建故乡——奥林托斯境内的斯塔吉拉,绝非徒劳无益。此人委实配受极多且极宏大的赏赐,倘若他无论是在疏解荷马抑或以其他方式,在统治与王权之事上对你施以如此教诲的话。”
- 2.71τὸ δεῖν ἀνθρώπων μὲν τῶν ὁμοίων κρείττονα φαινόμενον ἄρχειν
带冠词的不定式短语 τὸ δεῖν ... ἄρχειν 与上一段落末尾受潜势希求法动词 θείη ἄν 支配的宾语指示代词 τοῦτο 构成同位语,具体铺陈王道教导的实质内容。
- 2.75ὃς ἂν ἀνθρώπων γένηται βίαιος καὶ ἄδικος καὶ παράνομος ἄρχων ... ἐκεῖνον ἐκποδὼν ἐποιήσατο καὶ μετέστησεν
无先行词的泛指关系从句 ὃς ἂν ... ἄρχων 具有条件义并置于句首,主句中的指示代词 ἐκεῖνον 承接该从句,充当主动词 ἐποιήσατο καὶ μετέστησεν 的直接宾语(前置照应结构)。
- 2.77τῆς ἀρετῆς ἀγάμενος
分词 ἀγάμενος(源自 ἄγαμαι,“钦佩、赞许”)所支配的属格 τῆς ἀρετῆς 为表示情感起因的原因属格(“嘉许其美德”),用以说明神明施惠的心意动因。
