← 金嘴狄翁

演说集

§29.7-29.11

美的价值与梅兰科马斯不击而胜的拳击技艺

演说者阐明美貌是人类善好中最显著且普遍受人喜爱者,进而赞扬梅兰科马斯并未耽于绝代容颜,而是投身于最艰苦的拳击竞技,在整个生涯中不仅保持不败,更以不击打对手亦不挨打的超绝技艺制胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.7

ἐγὼ οὖν πρῶτον εὐδαιμονίζω τοῦ κάλλους αὐτόν,1 ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον, καὶ ἥδιστον μὲν θεοῖς, ἥδιστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ῥᾷστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κἂν λάθοι τινὶ προσόντα, καὶ ἀνδρεία καὶ σωφροσύνη καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος· τὸ δὲ κάλλος οὐχ οἷόν τε λανθάνειν. ἅμα γὰρ τῷ ἔχοντι φαίνεται· εἴποι δ’ ἄν τις ὅτι καὶ πρότερον· οὕτως ὀξεῖαν αἴσθησιν αὑτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἄλλοις ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται· τὸ δὲ κάλλος τοὺς αἰσθανομένους αὐτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἐχθρὸν ἐᾷ γίγνεσθαι.

因此,我首先因他的美貌而称颂他为有福,这美貌确是人类一切善好中最显著的,对诸神最悦心,对人类也最悦心,对于拥有它的人最少带来痛苦,并且最容易被人认出。因为其余的善好,如勇敢、节制与明智,若非遇上某件将它们彰显出来的作为,即便存在于某人身上也完全可能不为人所知;但美貌却不可能不被察觉。因为它与拥有它的人一同显现——有人甚至会说比那还要更早——它提供了对自身如此敏锐的感知。此外,对于其余的善好,多数人会心怀嫉妒并产生敌意;但美貌却能使感知到它的人化为朋友,不容任何人成为仇敌。

§29.8

εἰ δέ τίς φησι κάλλους με ποιεῖσθαι ἐγκώμια, ἀλλ’ οὐχὶ τοῦ ἀνδρός, οὐκ ἂν ὀρθῶς αἰτιῷτο. αὐτίκα γὰρ ἔπαινος ἀνδρὸς ἂν λέγοιτο, ἐπειδὰν τὴν ἀνδρείαν αὐτοῦ ἐπεξίωμεν. ὅπου μὲν γὰρ ἀμφίλογον τὸ εἶναί τινα τοιοῦτον, τότε ἀποδεικνύναι χρή· ὅπου δὲ γιγνώσκεται, τὴν φύσιν ἐπαινεῖν τοῦ προσόντος ἀγαθοῦ τινι. ὁ γὰρ τοῦδε ἔπαινος ἅμα ἂν εἴη καὶ τοῦ ἔχοντος αὐτό. μάλιστα δ’ ἄν τις θαυμάσειε Μελαγκόμαν, ὅτι μορφῇ τοιοῦτος ὢν τῇ ἀνδρείᾳ διήνεγκεν.

但若有人说我所作的是对美的颂词,而非对这名男子的颂词,他的指责便是不正当的。因为一旦我们详述他的勇敢,这随即就会被称为是对这名男子的赞颂。因为在某人是否是这般人物尚存争议之处,那时便必须予以证明;但在已被公认之处,则应当赞美存在于某人身上的善好的本质。因为对这一善好的赞美,同时也就是对拥有它的人的赞美。而人们最会为梅兰科马斯惊叹的,莫过于他在形貌上虽是如此,却在勇敢上超群绝伦。

§29.9

δοκεῖ γὰρ ἔμοιγε τῇ ψυχῇ φιλονικῆσαι πρὸς τὸ σῶμα καὶ σπουδάσαι ὅπως ἂν διὰ ταύτην ἐνδοξότερος γένηται. γνοὺς οὖν τῶν πρὸς ἀνδρείαν ἔργων κάλλιστον ἅμα καὶ ἐπιπονώτατον τὴν ἄθλησιν, ἐπὶ ταύτην ἦλθεν. τῶν μὲν γὰρ πολεμικῶν ὅ τε καιρὸς οὐκ ἦν ἥ τε ἄσκησις ἐλαφροτέρα. φαίην δ’ ἂν ἔγωγε καὶ ἀρετῆς ἥττονος εἶναι. μόνης γὰρ εὐψυχίας ἐπίδειξις ἐν τοῖς πολεμικοῖς, ἡ δὲ ἄθλησις ἅμα μὲν ἀνδρείαν, ἅμα δὲ ἰσχύν, ἅμα δὲ σωφροσύνην ἐμποιεῖ.

因为在我看来,他在灵魂上与肉体相竞争,并极力求索,以便借着灵魂而变得更为显赫。因此,他认识到在关乎勇敢的事业中,运动竞技既是最美好的,同时也是最劳苦的,便投身于此。因为就战事而言,既没有合适的时机,其操练也相对轻松;我个人甚至敢说,它属于较次等的德行。因为在战事中显露的仅是豪勇,而运动竞技却能同时赋予人勇敢、体力与节制。

§29.10

καὶ τοίνυν τῆς ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον· πυγμὴν γὰρ ἤσκησεν. χαλεπὸν μὲν οὖν καὶ τοῦ ἐλαχίστου ἔργου ἐπ’ ἄκρον ἐλθεῖν, μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πάντας ὑπερβαλέσθαι,2 ὥσπερ ὅδε. καὶ τὸ μὲν τοὺς στεφάνους αὐτοῦ καθ’ ἕκαστον ἐπεξιέναι καὶ τοὺς ἀγῶνας, ἐν οἷς ἐνίκησε, πρὸς εἰδότας ὑμᾶς περιττόν, ἄλλως τε καὶ ἑτέρους ἂν εἴποι τις τῶν αὐτῶν τυχόντας.

况且,在运动竞技中他所选择的并非最容易的项目,而是最艰难的;因为他操练的是拳击。即便是最微不足道的事业,要攀登至顶峰也是困难的,更不用说像他这般,在最重大、最艰险的事业中超越所有人了。至于逐一列举他的桂冠以及他获胜的赛会,对早已知悉的你们而言乃是多余的,况且人们也能说出获得过相同殊荣的其他人。

§29.11

ὃ δὲ μηδενὶ ὑπῆρξεν, ἐπίστασθε μὲν ὁμοίως, δι’ αὐτὸ μέντοι τοῦτο ῥητέον ʽτοῖς γὰρ μὴ εἰδόσιν οὐδὲ πιστεῦσαι ῥᾴδιον’ ὅτι τοσούτοις ἀνταγωνισταῖς χρησάμενος καὶ οὕτως ἀγαθοῖς ὑπ’ οὐδενὸς ἡττήθη, αὐτὸς δὲ ἀεὶ πάντας ἐνίκα. καίτοι οὔτε στρατηγὸν εὕροι τις ἂν ἐν παντὶ τῷ χρόνῳ ἀήττητον οὔτε ἀριστέα πολεμικόν, ὃς οὐκ ἤδη ποτὲ καὶ ἔφυγεν ἐκ μάχης. οὐδὲ γὰρ ὅτι ταχέως ἐτελεύτησε, διὰ τοῦτο φαίη τις ἂν ἀήττητον διαγενέσθαι. πολὺ γὰρ πλείστους ἀγῶνας ἠγωνίσατο· ἐν δὲ τῇ πείρᾳ τὸ σφάλλεσθαι, οὐκ ἐν τῷ μήκει τοῦ χρόνου. ἔτι δὲ καὶ τόδε ἄν τις αὐτοῦ κατεπλάγη, τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν·3 τοσοῦτο τῇ ῥώμῃ περιῆν καὶ τῷ δύνασθαι πονεῖν.

然而,那不曾属于任何人的成就,诸位虽同样知晓,却恰恰因这一缘故必须被说出——因为对于不知情的人来说,甚至连相信都不容易——即在面对如此众多且如此卓越的对手时,他未曾被任何人击败,反而是他自己始终战胜了所有人。然而,任谁在整个历史中都无法找出一个不败的将领,也找不出一个未曾有在战斗中败逃之时的战斗勇士。谁也不能说是因为他英年早逝,才得以保持不败。因为他参加的赛事实在是最多的;受挫败与否取决于经历的检验,而非岁月的长短。更有甚者,人们还会为他这一桩事而深感震撼:他获胜时既不曾挨打,也不曾击打对手;他在体力与耐劳的能力上竟超绝到如此地步。

语法注3 条
  1. 29.7εὐδαιμονίζω τοῦ κάλλους αὐτόν

    动词 εὐδαιμονίζω(称赞……为有福)支配表示人的宾格(αὐτόν)和表示原因的属格(τοῦ κάλλους),意为“因他的美貌而称颂他为有福”。

  2. 29.10μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πάντας ὑπερβαλέσθαι

    短语 μήτι γε 是表示举重明轻/更进一步(a fortiori)的习惯表达(“更不用说……”、“何况……”)。承接前句关于即便在最微小的事业中登顶亦属困难的论述,引出在最重大且艰险之事中超越所有人更是难能可贵。

  3. 29.11τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν

    作指示代词 τόδε 的同格成分的冠词附带不定式短语。宾格 αὐτόν 作不定式 νικᾶν 的逻辑主语,并由互相对照的分词 παιόμενον(被动,“挨打”)与 παίοντα(主动,“击打”)对其进行修饰,精确表达了梅兰科马斯通过闪避消耗对手、不挨打亦不出拳击打便制胜的独特战法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:29.7-29.11