← 金嘴狄翁

演说集

§29.1-29.6

悼念梅兰科马斯并赞颂其肉体之美

演说者哀悼其友、著名竞技者梅兰科马斯的骤逝,言明自身虽因悲痛与年轻而难于成辞,仍因公职与逝者之美德予以悼念,并高度赞扬其真正高贵的出身与举世无双的肉体之美。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Ἀλλ’ ἐμοὶ, ὦ ἄνδρες, οὐδ’ ὅτι εἴπω ἔπεισιν1 ὑπὸ λύπης ἅμα καὶ ἐκπλήξεως τοῦ αἰφνιδίου πάθους. οὐ γὰρ μόνον διὰ τὴν ἀρχὴν ἣν ἔχω μᾶλλον ἑτέρου μοι τῶν πολιτῶν οἰκεῖον τὸ συμβεβηκός, ἀλλὰ καὶ ἰδίᾳ μοι φίλος ἦν Μελαγκόμας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ὑμῶν ἐπίστανται οἱ πλείους. καὶ ἔμοιγε ἄτοπον φαίνεται τὸ ἐπὶ τοῖς τεθνεῶσιν ἔθος, ὅτι τοῖς πλεῖστα λυπουμένοις μάλιστα προσήκειν δοκεῖ τὸ ἐπ’ αὐτοῖς λέγειν. οἱ γὰρ σφοδρότατα ἀνιώμενοι ἀδύνατοι λέγειν ὑπ’ αὐτοῦ τούτου εἰσίν. ἔτι δὲ καὶ ἡλικίας ἐν τούτῳ εἰμί, ἐν ᾧ ἡ μὲν τοῦ λόγου δύναμις ἧττον ἅπασιν ὑπάρχει, τὸ δὲ χαίρειν καὶ τὸ λυπεῖσθαι ἰσχυρότατον γίγνεται. ἀλλ’ ἐπειδὴ τιμιώτερος μὲν στρατηγοῦ ἔπαινος ἐπὶ στρατιώτῃ ἀγαθῷ τελευτήσαντι, τιμιώτερος δὲ παντὸς ἄρχοντος ἢ ἰδιώτου, κἀμοὶ λεκτέον τῆς ἀρχῆς ἕνεκεν ὡς ἂν δύνωμαι. πρέποι δ’ ἂν τῇ ἐκείνου ἀρετῇ καὶ τῇ ἐμῇ νεότητι μηδὲν μακρὸν ἀπαιτεῖν μηδὲ ἀκριβῆ μᾶλλον ἢ γενναῖον τὸν ἔπαινον. Πρῶτον μὲν οὖν εὐγενείας ἀληθοῦς ἔτυχεν. οὐ γὰρ εἴ τῳ πλουσίων συνέβη τυχεῖν προγόνων, οὐ μὴν οὐδ’ εἰ βασιλέων, τὰ δὲ ἄλλα φαύλων, ὅδε ἂν εἴη καλῶς γεγονώς, ἀλλ’ οἱ φύντες ἐξ ἀγαθῶν, ὥσπερ ὅδε. ὁ γὰρ πατὴρ αὐτοῦ τῶν κατ’ αὐτὸν διήνεγκε τοῖς καλλίστοις, εὐψυχίᾳ καὶ ῥώμῃ. δηλοῦσι δὲ αἱ νῖκαι ἃς ἐνίκησε καὶ Ὀλυμπίασι καὶ ἐν τοῖς ἄλλοις ἀγῶσιν. αὐτὸς δὲ ἔφυ κάλλιστος ἀνθρώπων, οὐ τῶν νῦν μόνον, ἀλλ̓, ὡς ἔνεστιν εἰκάζειν ἐκ τῆς ὑπερβολῆς, καὶ ἁπάντων ἁπλῶς τῶν ἐξ ἅπαντος τοῦ χρόνου ὠνομασμένων ἐπὶ κάλλει, ὅσοι θνητοὶ ἐγένοντο.

但是,诸位,由于对这突如其来的变故同时怀有的悲痛与震惊,我甚至不知该说些什么。因为不仅由于我所担任的职务,这桩遭遇比对其他任何公民都更与我休戚相关,而且在私交上,梅兰科马斯也是我胜过所有人的挚友,正如你们大多数人也知道的那样。而在我看来,有关死者的习俗似乎颇为荒谬,即人们认为由那些最为悲痛的人来对他们致辞是最为恰当的。因为那些遭受最剧烈痛苦的人,恰恰因这一缘故而无法言说。况且,我也正处在这样一段年纪:在这时言语的能力对所有人而言都较为欠缺,而欢喜与悲伤却最为强烈。然而,既然一位将军对逝去的优秀士兵的称赞更为体面,任何长官的赞辞也比平民的赞辞更为体面,我也必须为了职务的缘故尽己所能地陈说。而适合于他的德行与我的年轻之举,乃是不作长篇大论的苛求,也不求赞辞过于雕琢细致,而但求其高贵。首先,他获得了真正的高贵出身。因为并非只要有人碰巧拥有富有的祖先,甚至即便拥有身居王位的祖先,〔祖先〕在其余方面却卑劣不堪,此人便算是出身优越;唯有那些如他这般出自良善之人的人,才堪称高贵。因为他的父亲在同时代人中以最美好的品质——豪勇与气力——脱颖而出。他在奥林匹亚及其他赛会中所赢得的胜利便足以表明这一点。而他本人更生为人类中最美者,不仅在当代人中如此,而且正如从其超绝之处所能推想的那样,在古往今来所有因美貌而扬名的人中,在一切凡人降生者中,他都绝然是最美的。

§29.4

οἱ μὲν γὰρ πολλοὶ τῶν νενομισμένων καλῶν, μέρη τινὰ τοῦ σώματος εὐπρεπῆ ἔχοντες, ἔπειτα δὲ ἔδοξαν καλοί, τῆς ὄψεως ἀεὶ τὰ ἥδιστα βουλομένης ὁρᾶν, τῶν δὲ ἡττόνων ἀμελούσης. οἱ δέ τινες φύσει μὲν εὐειδοῦς σώματος οὐκ ἔτυχον, ὥρα δὲ αὐτοῖς ἐπῆλθεν· ἡττώμενοι δὲ ὑπὸ τῆς ὥρας οἱ ἐντυγχάνοντες κάλλος αὐτὴν ὠνόμασαν, ἀνθούσης ἀεὶ τῆς ἀκμῆς ἐν ἅπασι καὶ ζῴοις καὶ φυτοῖς.

因为多数被认为俊美的人,只是身体的某些部分生得匀称,便因而显得俊美,因为视线总是愿意见到最愉悦的事物,而忽略逊色的部分。另有一些人生来并未得一副俊美的身躯,却迎来了青春的花期;遭遇他们的人为这青春所倾倒,便称其为美,而这花期在一切动物与植物中都是恒常绽放的。

§29.5

τοιούτους μὲν οὖν μυρίους ἂν εὕροι τις τοὺς αὐτοὺς ὁτὲ μὲν καλοὺς δοκοῦντας, ὁτὲ δὲ αἰσχρούς, καὶ τοῖς μὲν σφόδρα ἀρέσκοντας, παρ’ ἑτέροις δὲ οὐδενὸς λόγου τυγχάνοντας. ὁλόκληρον δὲ καὶ ἀληθινὸν κάλλος θαυμαστὸν εἴ τῳ ὑπῆρξεν2 ὥσπερ τῷδε. ἐν ἅπαντι μὲν γὰρ τῷ σώματι ἐκέκτητο αὐτό, ἀεὶ δὲ ὁμοίως, καὶ πρὸ ἥβης καὶ ὕστερον· καὶ οὐκ ἄν ποτε ἐπὶ τοσοῦτον τοῦ χρόνου προῆλθεν, οὐδὲ εἰ πάνυ μακροῦ γήρως ἔτυχεν, ὥστε ἀμαυρῶσαι τὸ εἶδος. τεκμήριον δὲ τῆς ὑπερβολῆς·

因此,人们能寻见无数这样的人:同样是他们,时而显得俊美,时而显得丑陋,在一部分人那里极受欢迎,在另一部分人那里却不值一提。然而,若是有人如他一般拥有完整而真正的美,那便是令人惊叹之事。因为他在整个身躯上都具备这种美,并且始终如一,无论在青春期之前还是之后;而且他也绝不会在岁月中行至如此地步——即便他享尽极长之暮年——以至于消磨其形貌。这超绝的明证便在于:

§29.6

οὐ γὰρ ἐν ἰδιώταις ἐξεταζόμενος διέφερεν οὐδὲ ὑπὸ ὀλίγων θεωρούμενος ὑπὸ τούτων ἐθαυμάζετο, ἀλλὰ μὴν ἀεὶ δήπου ἐν τοῖς ἁπάντων καλλίστοις, ἅμα τοῖς ἀθληταῖς ὤν. οἱ γὰρ μέγιστοι καὶ εὐειδέστατοι καὶ πλείστης ἐπιμελείας τῶν σωμάτων τυγχάνοντες οἵδε εἰσίν. ἑωράθη δὲ μικροῦ δεῖν ὑπὸ πάντων ἀνθρώπων. οὔτε γὰρ πόλις οὐδεμία τῶν ἐνδόξων οὔτε ἔθνος οὐδέν, ἔνθα μὴ ἀφίκετο· καὶ παρὰ πᾶσιν ὁμοίως τὴν αὐτὴν εἶχε δόξαν, ὡς οὐδένα ἰδοῦσι καλλίονα.3 ὁ δὲ ὑπὸ πλείστων μὲν θαυμασθείς, ἐν δὲ τοῖς καλλίστοις μόνος ἔχων τὴν ὑπὲρ τοῦ κάλλους φήμην δῆλον ὡς θείας τινὸς μορφῆς ἔτυχεν.

因为他并非在平民百姓之中受检视而显出众,亦非由少数人观瞧而受其惊叹,而确乎始终处于所有人中最俊美者之中,与运动员们相伴。因为这些人乃是体格最魁梧、最俊朗、且身体得到最周全照料的人。而且几乎所有人都能目睹他;因为没有哪座显赫的城邦,也没有哪个民族是他未曾涉足的;并且在所有人中间他都同样享有一致的盛誉,即在他们看来从未见过比他更美之人。而一个受最多人赞叹、并在最俊美者之中独享绝代美名的人,显然获得了某种神圣的身姿形貌。

语法注3 条
  1. 29.1οὐδ’ ὅτι εἴπω ἔπεισιν

    从句 ὅτι εἴπω 是由疑问代词 ὅτι 引出的间接疑问句,保留了审议虚拟语气(deliberative subjunctive,“我应当说什么”),在句中作主动词 ἔπεισιν(“浮上心头、想起”)的主语从句。

  2. 29.5θαυμαστὸν εἴ τῳ ὑπῆρξεν

    跟在无人称谓语 θαυμαστόν [ἐστιν] 之后的 εἰ 条件从句。形式上虽为条件假定(“若有人具备……则是令人惊叹的”),但在表达惊异或情感的谓词之后,希腊语常以 εἰ 替代 ὅτι 来引出事实性或设想性的内容。

  3. 29.6ὡς οὐδένα ἰδοῦσι καλλίονα

    复数与格分词 ἰδοῦσι 与前文的 παρὰ πᾶσιν 保持一致。连词 ὡς 的加入使其并不单纯陈述客观事实,而是构成了表达当事者主观判定或视角的与格认知结构(“在他们眼中,便如未曾见过任何人比他更美一般”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:29.1-29.6