- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:29.12-29.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐述了梅兰科马斯不击打、不伤对手而迫其认输的高超战术,通过与古代英雄和战场战士的对比论证了运动竞技之德的优越性,并赞颂他为最具福分之人。
πολλάκις γὰρ δι’ ὅλης τῆς ἡμέρας ἠγωνίσατο ἐν τῇ σφοδροτάτῃ ὥρᾳ τοῦ ἔτους, καὶ δυνάμενος θᾶττον ἂν περιγενέσθαι παίων οὐκ ἐβούλετο, νομίζων τὸ μὲν πληγῇ νικῆσαι καὶ τοῦ φαυλοτάτου ἔσθ’ ὅτε εἶναι τὸν βέλτιστον,1 εἰ τύχοι· τὴν δὲ ἀληθεστάτην νίκην, ὅταν ἄτρωτον ἀναγκάσῃ τὸν ἀντίπαλον ἀπειπεῖν. οὐ γὰρ τοῦ τραύματος, ἀλλ’ ἑαυτοῦ ἡττῆσθαι. καὶ τὸ ὅλῳ τινὰ τῷ σώματι ἀπειπεῖν, ἀλλὰ μὴ τῷ πληγέντι μέρει, λαμπρόν. τὸν δὲ ἐπειγόμενον ὡς οἷόν τε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου.2
因为他常常在一年中最炎热的季节整日搏斗,并且他本可以通过击打更快取胜,却不愿这样做,他认为凭一记重击获胜,有时即便最劣拙者也能凭运气击败最优秀者;而最真实的胜利,乃是迫使未受一伤的对手认输。因为此时对手并非被创伤击垮,而是屈服于他自己。而且,一个人因全身力竭而认输,而非因受伤的部位认输,乃是一件荣耀之事;反之,那急于尽快获胜而不断击打纠缠的人,本身便是屈服于炎热与时间。
εἰ δέ τις οὐ ταύτῃ ὑπολαμβάνει, ἐννοείτω ὅτι σύες καὶ ἔλαφοι, μέχρι μὲν αὐτοῖς ἡ ἰσχὺς πάρεστιν, οὔτε ἀνθρώποις οὔτε κυσὶν ὁμόσε χωροῦσιν· ὅταν δὲ ἡττηθῇ καὶ κάμῃ, τηνικάδε συμπλέκεται, καὶ μᾶλλον ἐθέλει τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ἢ πονεῖν ἔτι διωκόμενα. ὁμοίως δὲ καὶ ἄνδρες ἐν πολέμῳ, καίτοι εἰδότες ὅτι μᾶλλον ἂν παίοιντο φεύγοντες ἢ μένοντες, διὰ τὸ μὴ βούλεσθαι πλείω χρόνον κάμνειν ἀπίασι παραδόντες αὑτοὺς τοῖς ὄπισθεν παίειν. οὕτω τό γε τραυμάτων καταφρονεῖν οὐκ ἀνδρείας ἐστίν, ἀλλὰ τοὐναντίον.
若有人不这样认为,便让他思量:野猪与鹿只要尚有气力,便既不迎向人类,也不迎向猎犬;但当它们力竭精疲时,才在此刻扭打纠缠,宁可负伤死去,也不愿在被追逐中继续承受劳苦。同样,战场上的人们纵然明知逃跑比坚守更易遭打击,却因不愿承受更久时间的疲惫,便转身离去,任凭背后的人击打。可见,轻视创伤绝非勇敢的标志,反倒恰恰相反。
οἶμαι δὴ ἐν ταὐτῷ πάντα εἰρῆσθαι καὶ περὶ ἀνδρείας καὶ περὶ εὐψυχίας καὶ περὶ ἐγκρατείας καὶ περὶ σωφροσύνης. εἰ μὴ γὰρ ἐγκρατής τε καὶ σώφρων ἦν, οὐκ ἂν οἶμαι τοσοῦτο τῇ ῥώμῃ ὑπερέσχεν οὐδὲ εἰ φύσει ἰσχυρότατος ὑπῆρχεν. καὶ ἔγωγε οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν ὅτι καὶ τῶν παλαιῶν ἡρώων, οὓς ἅπαντες ὑμνοῦσιν, οὐδενὸς ἐλάττονα ἀρετὴν εἶχεν, οὔτε τῶν ἐν Τροίᾳ πολεμησάντων οὔτε τῶν ὕστερον ἐν τῇ Ἑλλάδι τοὺς βαρβάρους ἀμυναμένων.
我想,关于勇敢、豪勇、自制与节制的一切,在此都已被同时道尽。因为他若非自制而节制,我认为他绝不可能在体力上如此超群绝伦,即便他生来最为强健也是如此。而我个人毫不迟疑地敢说,对于人人歌颂的古代英雄,无论是在特洛伊作战的英雄,还是后来在希腊击退蛮族的英雄,他在德行上绝不逊色于其中任何一人。
καὶ εἴ γε τότε ἐγένετο, ἅπερ ἐκεῖνοι ἔπραξεν ἄν. καὶ καθόλου δὲ ἔγωγε τοῦτο τῆς ἐν τοῖς πολέμοις ἀρετῆς προκρίνω, ὅτι πρῶτον μὲν οἱ ἐνθάδε ἄριστοι κἀκεῖ διαφέροιεν ἄν· ὁ γὰρ ἰσχυρότερος τῷ σώματι καὶ πλείω χρόνον πονεῖν δυνάμενος, οὗτος οἶμαι καὶ ἄνευ ὅπλων καὶ σὺν ὅπλοις κρείττων ἐστίν· ἔπειτα οὐχ ὅμοιον πρὸς ἰδιώτας ἀγωνίζεσθαι καὶ τῷ παντὶ φαυλοτέρους ἢ ἐξ ἁπάσης τῆς οἰκουμένης τοὺς κρατίστους ἔχειν ἀντιπάλους. κἀκεῖ μὲν ἅπαξ ὁ κρατήσας τὸν ἀνταγωνιστὴν ἀπέκτεινεν, ὥστε μὴ αὖθις ἔχειν τὸν αὐτὸν ἀντίπαλον· ἐνθάδε δὲ ἡ νίκη περὶ τῆς ἡμέρας ἐκείνης ἐστίν, ἔπειτα καὶ τοὺς ἡττωμένους ὁμοίως ὁ νικῶν ἀνταγωνιστὰς ἔχει καὶ τῶν ἄλλων τὸν βουλόμενον.
假若他生于那个时代,他也必定能成就他们所成就的事业。总体而言,我甚至将这种德行置于战事中的德行之上,因为首先,此处的佼佼者在彼处也同样能出类拔萃;盖因肉体更强健且能承受更久劳苦的人,我认为无论赤手空拳还是手持兵器都更胜一筹;其次,同外行以及各方面都全然低劣之辈交锋,与将整个已知世界中最强劲之辈作为对手,绝非一回事。在战场上,获胜者一举杀死对手,因而不会再面对同一个敌手;但在此处,胜利仅属于那一日,其后获胜者同样要面对败者作为对手,以及其余任何想挑战的人。
ἔτι δὲ ἐνθάδε μὲν ὁ κρείττων τοῦ ἥττονος περίεστιν· οὐδενὶ γὰρ ἄλλῳ ἢ τῇ εὐψυχίᾳ καὶ ἰσχύϊ δεῖ κρατεῖν· ἐν δὲ τοῖς πολέμοις ἡ τοῦ σιδήρου δύναμις, πολὺ κρείττων οὖσα τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐᾷ τὴν τῶν σωμάτων ἀρετὴν ἐξετάζεσθαι, πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται.3 ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ τοῦ ἀθλητοῦ εἴρηκα ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ. ἴσως δὲ κἀμοὶ καὶ τοῖς παροῦσι προσήκων ὁ λόγος, ὥστε τοῦτο ἄριστον ἀποφαίνειν. ὅτῳ ἄρα ὑπῆρξε μὲν κάλλος σώματος, ὑπῆρξε δὲ ἀνδρεία καὶ εὐψυχία, ἔτι δὲ σωφροσύνη καὶ τὸ ἀήττητον γενέσθαι, τίνα ἂν τοῦδε τοῦ ἀνδρὸς εὐδαιμονέστερόν τις φήσειεν;
再者,在此处优越者胜过低劣者;因为除却豪勇与体力之外,别无他物应当决定胜负;但在战争中,铁器的威力远胜人类的本性,不允许肉体的德行受到检验,且常常偏向较为劣拙的一方。反之,凡是我关于运动竞技所谈及的,也都是关乎这名选手的赞辞,因为已经证明他在这一行业中最为卓越。或许这番言论对于我和在场诸位也是合宜的,以便断定此乃至善之事。既然一人兼具肉体的美貌、勇敢与豪勇,更有节制以及保持不败的成就,那么人们还能说谁比此人更为有福呢?
- 29.12καὶ τοῦ φαυλοτάτου ἔσθ’ ὅτε εἶναι τὸν βέλτιστον
属格 τοῦ φαυλοτάτου 与 εἶναι 连用构成表语属格,表示属性或能力(“即使最劣拙之人也能做到的事”)。它是前文冠词附带不定词主语 τὸ πληγῇ νικῆσαι 的表语,而宾格 τὸν βέλτιστον 则是不定词 νικῆσαι 的宾语。
- 29.12τὸν δὲ ἐπειγόμενον ὡς οἷόν τε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου
该句是由前句分词 νομίζων 所统辖的“宾格加不定词”间接引语结构。不定词的主语是 τὸν ἐπειγόμενον ... παίοντα καὶ συμπλεκόμενον,并由强调代词 αὐτόν 加以强化(“那急于……自身”)。主要不定词为 ἡττῆσθαι,其后支配属格 τοῦ καύματος καὶ τοῦ χρόνου,表示所屈服的对象。
- 29.16πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται
介词 πρός 加上属格 τῶν χειρόνων 为固定习惯用法,意为“站在……一边”或“有利于……”。此处指铁制武器的盲目破坏力往往偏袒、有利于身体德行较劣拙的一方,而非检验真正的力量。
