← 金嘴狄翁

演说集

§29.17-29.22

美貌与美德的兼备及对梅兰科马斯早逝的慰勉

演说者借神话英雄的例子论述了美貌与勇气、节制兼备的艰难,并将英年早逝的梅兰科马斯比作蒙受诸神厚爱的古英雄,劝勉听众摒弃过度哀泣,继承其德行的修练。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.17

καίτοι αὐτῷ τούτῳ παραγενέσθαι χαλεπωτάτω ἐστὸν1 ἀνδρεία καὶ σωφροσύνη· κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους,2 ὅταν τις περιβόητος ᾖ τὸ εἶδος, ἡδίονος δ’ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ ἄν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν δοκεῖ πρᾶξαι λαμπρόν· περὶ δὲ Ἀδώνιδος ἢ Ἰασίωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ3 περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ᾽ ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν· οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγεσία.

然而,勇气与节制乃是与这美貌本身并存之最难的两件事;盖因美貌最易使人浮夸,并诱使人沉湎于骄奢,仿佛当一人的外貌闻名遐迩时,便不再需要其他的声名,而安逸怠惰又更为怡人。若有人从头细数古代最俊美的人物,便会发现他们当中的绝大多数人未曾展现出任何勇敢或美德的事迹;相反,伽倪墨得斯因幼年时便从人间消失,似乎未曾立下任何显赫的作为;至于阿多尼斯或伊阿西翁,抑或类似之人,凡因容貌而获得过人名声者,除了关于其美貌之外,我们便一无所闻。在极为俊美之辈中,人们或许只能称忒修斯与阿喀琉斯为勇士,然而节制却全然不属于他们;因为否则的话,他们中的一人便不会强抢海伦,另一人也不会因那些缘由在特洛伊城前发起内讧。希波吕托斯固然具备节制,但勇气是否存在却未可知;因为狩猎并非勇气的真正证明。

§29.19

ἀλλ’ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τις αὐτὸν ὠλοφύρατο· νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τις, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν· τοσαῦται συμφοραὶ καταλαμβάνουσιν.

然而,凡获取了人间一切美善事物的人,其死亡也理应同样被视为幸福而蒙受称道。因为如果对人类而言最漫长的时光是至善的,人们在这方面或许会为他哀恸;但如今,由于赋予人类的全部生命本就短暂,人们反倒会发现有极多的人,若早日离世对他们而言要好得多,乃是因为有如此多的灾祸降临其身。

§29.20

ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον· τούς τε Βοιωτοὺς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ’ οἵδε μὲν δι’ ἀφροσύνην ἀπώλοντο· τοὺς δὲ ἄλλους, οὓς εἶπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο.

此外,关于古代最杰出的人物,我们听闻他们无一人享尽长寿:帕特洛克罗斯与安提洛科斯,更有萨尔珀冬、门农、阿喀琉斯以及希波吕托斯;还有波奥提亚的奥托斯与厄菲阿尔忒斯——荷马说他们是仅次于俄里翁身材最魁伟、相貌最英俊者——以及那位俄里翁本人。然而后面这些人是因愚妄而丧命;至于我提到的其他人,我皆称他们为诸神之子嗣与后裔。因此,若非诸神认为此事对凡人乃是一件善事,他们绝不会让自己的子嗣与最宠爱之人早早夭亡。

§29.21

ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος4 τῶν ἀγαθῶν τινος· ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’ αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς.

因此,诸位同仁,考虑到这些事,你们既应当视那人为享福者,也不该为此就丝毫懈怠了你们对劳苦与荣誉的追求,仿佛若有人遭遇更早的离世,便会无法享受到某些美善似的;因为凡获得显赫名望的人,皆是满载着善果而离去。相反,你们当热切锻炼并承担劳苦,年轻者当视他的位置为留给自己的空缺,年长者则当行出与自身功绩相称的事迹。并且,你们应当对此抱有自负,正如那些为颂扬与美名而活、身为德行践行者的人所应当具备的那样。

§29.22

τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν· οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ’ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.

你们当以纪念而非眼泪来缅怀这位逝者;因为由高尚之人给予高尚之人的这等〔用眼泪的〕致敬并不相称,我也不会赞扬荷马,因他说阿开奥斯人的眼泪浸湿了沙滩与甲胄。荷马展现出过度的哀泣,不过是为了迎合诗意的愉悦;而你们则当自制地承受这一切。

语法注4 条
  1. 29.17χαλεπωτάτω ἐστὸν

    表语形容词 χαλεπωτάτω 与系动词 ἐστὸν 严格采用双数形式,以与主语的两项 ἀνδρεία καὶ σωφροσύνη(勇气与节制)相呼应。在古典散文中双数往往被复数替代,此处有意保留双数,突出了这两项美德的成对关系。

  2. 29.17ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους

    连词 ὡς(或 ὡς ἄν)引出宾格分词 δεομένους,修饰前文主句的宾语 ἀνθρώπους,表示主观动机或借口:“仿佛他们不再需要其他名声一般”。

  3. 29.18οὐδὲν ὅτι μὴ

    习惯表达,省略了 ἄλλο,相当于 οὐδὲν ἄλλο ὅτι μή,意为“除……之外一无所……(nothing except)”,限定其后的 περὶ τοῦ κάλλους。

  4. 29.21ἀνόνητος ἐσόμενος

    否定形容词 ἀνόνητος(ἀν- + ὀνίνημι,“得不到益处、无缘享有”)支配属格 τῶν ἀγαθῶν τινος,意为“仿佛会无法享受到某些美善似的”。在句法上,原本在不定式结构(λογιζομένους ὑμᾶς ... ἐφίεσθαι)中应当使用宾格分词,但由于受到内嵌条件从句(εἴ τινι συμπέσοι τελευτῆσαι)中逻辑主语 τινι 的牵引,在 ὡς 引出的分词短语中出现了破格现象(anacoluthon),以主格单数阳性形式出现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:29.17-29.22