- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:28.1-28.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者造访角力学校,目睹运动员亚特罗克勒斯在重重人群中锻炼。在旁的一位老人告知他其宿敌——以美貌与德行著称的梅兰科马斯刚刚去世,并称颂了梅兰科马斯罕见的魁梧、美貌与自制。
Ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος.1 ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένων ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει προσέχειν· ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν.
我们从港口上来后,便径直前行,打算去观看运动员们,仿佛我们整个逗留都是为了观看这场竞赛似的。当我们来到角力学校旁时,我们看见有的人在外面的跑道上奔跑,伴随着喝彩助威者的喊叫声,也有的人在以其他方式锻炼。因此,我们觉得不必对这些人过多留意;哪里看见有最多的人群,我们就往哪里走去。
ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμεν τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος.2 ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα. ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὐτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον ἐῴκει.
于是,我们看见极多的人伫立在赫拉克勒斯的半圆形歇息座旁,另外的人不断涌上前去,还有些人则因无法看见而转身离去。起初,我们便试着探出身子去看,却只能勉强看到那位锻炼者举起双手时的头部。随后,我们渐渐挤到了更里面。那是一位极其魁梧而英俊的青年;而且正如意料之中的那样,因着锻炼,他的躯体显得愈加庞大而优美。他锻炼得极为精彩且气宇轩昂,以至于更像是在真正搏击一般。
ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον. ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις· εἶχε δὲ καὶ τὸ χρῶμα ὅμοιον χαλκῷ κεκραμένῳ.
当他停止锻炼而人群开始散开时,我们更仔细地打量了他。他宛如那些精雕细刻的雕像,他的肤色也宛若调配得当的青铜。
ἐπεὶ δὲ ἀπηλλάγη, τῶν παρόντων τινὰ ἠρόμεθα πρεσβύτην ὅστις εἴη. καὶ ὃς σκυθρωπάσας, Οὗτος μέντοι Ἰατροκλῆς ὁ τοῦ Μελαγκόμα ἀνταγωνιστὴς καὶ μόνος ἐκείνῳ οὐκ ἀξιῶν παραχωρεῖν τὸ γοῦν ἐφ’ ἑαυτῷ.3 οὐδὲν μέντοι πλέον ἐποίει. ἡττᾶτο γὰρ ἀεὶ ἐνίοτε δι’ ὅλης τῆς ἡμέρας ἀγωνισάμενος· ἤδη μέντοι ἀπειρήκει, ὥστε τὸν τελευταῖον τοῦτον ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει οὐδένα ταχύτερον τούτου ἐνίκησεν.4 ἀλλὰ νῦν ὁρᾶτε ὅσον φρονεῖ καὶ ἐν ὅσῳ πλήθει γυμνάζεται. οἶμαι δὲ ἔγωγε καὶ ἐπιχαίρειν αὐτὸν ἐκείνῳ. καὶ εἰκὸς μέντοι· οὐ γὰρ μόνον τοῦτον τὸν στέφανον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπίσταται αὑτοῦ ὄντας.
待他离去后,我们询问了在场的一位老人他是何人。那老人沉下脸来说道:“这人便是亚特罗克勒斯,梅兰科马斯的劲敌,也是唯一一个至少就自身而言不肯向他让步的人。然而他却毫无建树;因为他总是落败,有时是在拼搏了整整一日之后。不过他早已力竭了,以至于在最近于那不勒斯的这场比赛中,梅兰科马斯击败任何人都没有击败他这般迅捷。然而现在你们看他多么自负,并在何等庞大的群众中锻炼!依我看,他甚至在对那人幸灾乐祸呢。这倒也合情合理;因为他知道,不仅是这一顶桂冠,连其余所有桂冠都将属于他了。”
Ἦ γάρ, ἔφην, τέθνηκεν ὁ Μελαγκόμας; ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. Οὐ πρὸ πολλοῦ γε, εἶπεν, ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς. Τίνι δέ, εἶπον, τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει ἢ εὐψυχίᾳ; Ἐκεῖνος, ἔφη, ὦ βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀγωνιστῶν μόνον εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, δι’ αὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν· ἐπεὶ καὶ νῦν ἐπέστρεφεν ἅπαντας, ὁπότε ἀπίοι που, καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν.
“梅兰科马斯真的死了吗?”我说道,“因为虽然我们从未见过他,但名字也是知晓的。”“不久之前的事,”他说道,“从下葬算起大概是第三天了。”“那么,”我问道,“他在哪方面胜过此人,乃至胜过其他人呢?是身材魁梧,还是英勇气魄?”“那个人,我最优秀的友人啊,”他说道,“生来在全人类中——不仅仅是在竞技者中——都是最具气魄、最为魁梧的,更是最为英俊的。即便他始终身为平民而一事无成,单凭那副美貌也必定举世闻名;因为即便在以往,无论他走到哪里,他都能吸引所有人的目光,哪怕是那些不知道他是谁的人。
καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν· ἀποδυσαμένου5 δ’ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων. εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν· καὶ καταφρονῶν δὲ τοῦ κάλλους οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι.
然而,他既不用华服装饰自己,也不曾从事任何意在引人注目而非甘于低调的事情;但是当他脱去衣裳时,尽管有许多少年和许多成年男子在锻炼,却没有一个人会去看别人。美貌通常甚至会使仅具中等姿色的人堕入骄奢,而他虽有如此容貌,却更为节制;并且他虽然轻视自己的美貌,却在这般艰辛的行当之中依然丝毫不减地保有它。”
- 28.1ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος
连词 ὡς ἄν 与完成时分词 πεποιημένοι 连用,表示主语的主观意图或假定态度(“仿佛我们整个逗留都是为了观看比赛似的”),其中 ἄν 增添了假设的色彩。
- 28.2τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος
动词 ἑωρῶμεν 的宾语为宾格 τὴν κεφαλὴν,属格 τοῦ γυμναζομένου 表示该身体部位的所属者。与之修饰一致的完成时分词 ἀνατετακότος 统辖宾格 τὰς χεῖρας,构成语序交错(hyperbaton),意为“那位锻炼并高举双手的青年的头部”。
- 28.4τὸ γοῦν ἐφ’ ἑαυτῷ
由中性单数冠词 τὸ、介词短语 ἐφ’ ἑαυτῷ 及限制小词 γοῦν 构成的惯用副词性宾格(限制宾格),意为“至少就他自己而言”或“在取决于他自己的范围内”。
- 28.4οὐδένα ταχύτερον τούτου ἐνίκησεν
动词 ἐνίκησεν 省略的主语是梅兰科马斯(Melancomas),τούτου 为比较属格,指亚特罗克勒斯(Iatrocles)。此否定比较句意为“梅兰科马斯击败任何人都没有击败此人(亚特罗克勒斯)这般迅速”,突显了后者当时的筋疲力尽。
- 28.6ἀποδυσαμένου
属格独立结构(genitive absolute),因其逻辑主语(梅兰科马斯)在语境中显而易见而被省略,意为“当他脱去衣衫时”。
