- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:27.1-27.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者通过宴饮与节庆的对照揭示各类人的性情,指出真正有益的言论在喧嚣中被迫沉默。随后将大众在顺境中疏离哲学、唯在遭遇逆境与悲痛时才寻求慰藉的行径,比作平时放纵无度、病发后才求助于医者的愚人并加以批判。
Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν1 ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν· οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν.
人们在节庆集会中各人所具有的心思,显露得并不亚于在宴饮之中,所不同的只是节庆集会的情形更加繁复,历时也更为长久。毫无疑问,在宴席上,有些人纯粹为了饮酒而来,不做任何别的事,正如口渴的旅人一旦来到某处泉水旁,便躬身痛饮。然而那些旅人饮足并止息了渴意之后便安静离去,既未做也未说任何越轨之事;而另一些人有时却既说出又做出许多令人不堪之事。
οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ ὁ Διόνυσος· ἀλλὰ ἅτε διθύραμβος ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι.
因为宁芙仙女与狄奥尼索斯接待需要他们的人绝不相同。正由于狄奥尼索斯本就是酒神赞歌,且如诗人们所言是诞生于雷电与轰鸣之中,他便使得那些不通节制而享用酒水之人直受火焰充斥,实际上令他们许多人如同遭受雷击而陷入癫狂。于是这些人近乎疯狂地做出许多恶事,正如荷马所说,半人马在庇里托俄斯家中因喝醉而犯下恶行。
ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους· οἱ δὲ ᾅδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον μήτε λαλιᾶς κοινωνεῖν ἀξιοῦντες.
另一些人生性饶舌,抓住同饮者便如同捕获了听众一般,滔滔不绝地说起漫长而荒唐的言辞;还有些人唱歌且走调,极为不通音律,比起那些争吵与辱骂之人带来的烦扰几乎尤甚。更有一些人自称严厉而节制,却以其乏味令人窒息,既不肯分担适度的饮酒,也不肯分享交谈。
ὃς δ’ ἂν ᾖ πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶν τε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς ὡς οἷόν τε ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷ τε καὶ μέλει τῷ προσήκοντι, τούς τε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις.
然而,凡是温和且性格调谐得当的人,便能轻易忍受他人的乖戾,并尽可能亲手将这支不知节度的歌队以适宜的节拍与旋律引向正轨,引入适切的谈资,以圆融与说服力招引在场之人,从而使彼此能够更为谐调、友善地相聚在一起。
τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα· ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας ἕνεκεν τῶν τε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων· καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ· πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας, ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες· οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾅδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις. ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσχημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθ’ αὑτόν.
宴饮的情形大抵便是如此。而人们前往节庆集会,有些人是为了观赏各项景观与竞技;这些人中凡是对这桩事极度热衷的,自清晨起便始终不做任何别的事。还有许多人携带着各色货物前来,形成市井的人群;也有些人是为了炫耀各自的技艺与手工艺;另一些人则展示着自身的某种才智,许多人当众朗诵悲剧和史诗作品,许多人则宣读散文著作,使那些为了闲暇而来、想要放松身心的人饱受纷扰。这些人最像是在宴饮中轻哼浅唱的人,哪怕人不愿意,也不得不听受。在这些人中间,凡有能力道出有益且切中事理之言、使整个集会显得更为体面与美好的人,却在喧嚣与其他众人的拥挤之下保持沉默,退缩于一旁。
πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ οἶμαι πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται, πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος· οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν.
因为,依我之见,大众对待源自哲学的言论的态度,正如他们对待医生的药物一样。因为在患上显见之疾病且身体某处感到疼痛之前,没有人会立即前去求药或购买;同样,除非遭遇某种令人痛苦之事以及公认的艰难处境,他们通常也是不愿聆听这类言论的。
αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα ἐκ δανείων πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων.
例如,对于那拥有大众所谓幸福的人——诸如凭借放贷坐拥厚资,或占有广阔土地,自身康健且妻儿平安,又无须经历战争、内讧与任何显而易见的危险而掌握着重大权力与职司——人们绝不会轻易见到他走向这类言论,或认为有必要分享源自哲学的教益。
εἰ δέ τῳ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἢ ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἢ ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται2 πρὸς τὸ πρᾶγμα καὶ τρόπον τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κἄν τις ἀπολέσας τύχῃ τινὰ τῶν οἰκείων, ἢ γυναῖκα ἢ παῖδα ἢ ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε δέον σκοπεῖν3 ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ· ὥσπερ καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι· τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ᾽ ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
然而,若有人在生活中遭遇某种挫折,由富足沦为贫困,或由显达变为衰弱无助,抑或怀有某种别的哀痛,他们便不知怎地对这桩事显出更为亲近的态度,在某种程度上忍受哲人们的言论,并宣称自己多少需要抚慰。假若有人恰巧痛失某位亲眷,无论是妻子、儿女还是兄弟,他们便要求哲人亲临安抚,仿佛只有在那时才有必要考量如何节制地承受变故、如何能够抵御余下的苦难,而在此之前则全然不必;这恰如愚蠢之人对待身体的情形几乎毫无二致:他们在平时全然不关心如何能够保持健康,反而尽可能放纵而毫无顾忌地沉溺于饮食、佳酿、情欲及其他生活方式;可一旦在气候变换之际遭受疲劳与发热的侵袭,他们便在充满极大紊乱与沉疴(正如这类人理应遭遇的那样)之时,命令医生为自己医治;而至于如何能从根本上无需医生,他们则从一开始就未曾考量。
- 27.1Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν
先述构词(prolepsis)。本应作为间接疑问从句(ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος)逻辑主语的名词 οἱ ἄνθρωποι 被提前置于主句主语位置,作 γίγνονται καταφανεῖς 的主语。
- 27.9οἱ δὲ οἰκειότερόν πως διατίθενται
归结句的 δέ(apodotic δέ)。接在条件从句 εἰ δέ τῳ ξυμβαίη... 之后,主句开头的 οἱ δὲ 引出归结。同时,句法上由条件句中的单数不定代词 τῳ 转变为代表大众或处于此类境遇者的复数代词 οἱ δέ,属于按意合构词(constructio ad sensum)。
- 27.9ὡς τότε δέον σκοπεῖν
独立对格结构(accusative absolute),使用了无人称动词 δεῖ 的中性对格分词 δέον。与 ὡς 连用,表示当事人主观的借口或见解:“仿佛只有在那时才有必要考量”。
