- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:26.1-26.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
说话者与对话者探讨“商议”(βουλεύεσθαι)的本质,借猜奇偶等比喻指出商议既非全知亦非全然无知,而是根据已知推测未知,并进而强调明智与教化在重大城邦事务商议中的必要性。
Πάλαι καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων σκοπῶ παρ’ ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι; ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέ τε καὶ ἐπίσταται; — Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι. — Τί δαί; ἃ οὐκ οἶδεν οὐδὲ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν; — Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει. —
我长久坐在一旁听你们说话,当时你们在一位政治家家中消磨了许多时辰,商议着某些事情;我心中思忖并探求:你们所说的“商议”究竟是什么?难道一个人会就他既知晓又明白的事情进行商议吗?——在我看来,一个人绝不会就他所知晓的事情去商议,而是早就知道了。——那么又如何呢?难道会就他不知晓也不明白的事情,如同占卜猜测一般,试图认识他所不知晓的事物来进行商议吗?——在我看来,对于毫无知识的事物,这样的人也是无法进行商议的。
Ὅρα οὖν μὴ τοιόνδε τι ᾖ1 τὸ βουλεύεσθαι ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο ᾖ περὶ οὗ βουλεύονται ἄνθρωποι; ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσωμεν, δι’ εἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. ὑποτιθέμεθα γὰρ εἰδέναι μὲν ἡμᾶς Χαρικλέα καὶ Χαρίξενον, ὅπου δὲ οἰκοῦσιν ἀγνοεῖν, στοχάζεσθαι δὲ περὶ τῆς οἰκίας αὐτοῖν, ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι· καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσὶν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτον, ἀλλ’ ἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν. μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον ᾖ, ὥστε εἰδέναι μέν τι — τὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν, στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετ’ οὐδεμιᾶς ἐπιστήμης.
——那么且看,商议是否可能是这样一种情形:人知晓某些事,却不知晓另一些事,而这正是人们所商议的对象?为了我们能更好地跟上论证,我们将通过一个比喻来说明它。因为我们假定自己认识查里克勒斯和查里克塞诺斯,却不知道他们住在何处,而在揣测他们二人的宅第,以至于我们根据所知晓的,来推测我们尚不知晓的事情;正如玩猜奇偶游戏的人知道向他们挑战者手中握有物件,然而并不知道有多少,但有时竟也能猜中说出,并由此获胜离去;商议难道不也是这样一种情形吗:我们知晓某一件事——而对其余我们所不知晓的事情,我们通过揣测,有时竟毫无知识而凭机缘猜中了?
Φέρε γὰρ ἴδωμεν ὁποῖόν ἐστι τὸ πρᾶγμα. τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ὄντων·2 ἔστι γὰρ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι· τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν; ἵνα μὴ γένηται τὰ γεγονότα; οὐ δύναται μὴ γεγονέναι. ἀλλ’ ἵνα μὴ ᾖ τὰ ὄντα; πῶς δυνάμεθα ποιῆσαι μὴ εἶναι; ἀλλ’ ἵνα μὴ ὑφεστήκῃ; πᾶν τὸ ὂν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί ἄν τις καὶ βουλεύοιτο;
且让我们看看这事情究竟是怎样的。存在之物既存在,又曾生成,且持存着;而不存在之物既不存在,未曾生成,亦不持存。因此,绝无必要就存在之物进行商议;因为就已发生且持存的事物商议毫无益处;我们究竟要就它们商议什么呢?难道是让已发生的事不要发生?已发生之事不可能未曾发生。难道是让存在之物不再存在?我们怎能使它们不存在?难道是让它们不再持存?一切存在之物皆有其实在性。然而就存在之物而言,人们究竟能商议什么呢?
περὶ τίνων οὖν βουλευόμεθα; περὶ τῶν μὴ ὄντων, ὡς ὁ λόγος ὑποδείκνυσι· τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περὶ τῶν οὐχ ὑφεστώτων; τὸ γὰρ οὐκ ὂν οὐδέν ἐστι. οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μὴ ὄντων. ἡ γὰρ βουλὴ ἐπί τινί ἐστιν. τὸ δὲ μὴ ὂν οὔ τί ἐστιν. οὐκ ἄρα οὐδὲ τὸ βουλεύεσθαι περὶ τῶν μὴ ὄντων δύναιτ’ ἂν εἶναι.
那么我们是在就什么进行商议呢?正如论证所表明的,是就不存在之物。但不存在之物既不存在,未曾生成,亦不持存。那么谁能就非存在与非持存之物进行商议呢?因为非存在之物即是虚无。所以没有人能就不存在之物进行商议。因为商议必定是针对某物的;而不存在之物并不是任何物。因此,就连就非存在之物进行商议本身也是不可能存在的。
Τί οὖν; ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ’ ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν; — Οὐδαμῶς. — Τί δέ; ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο; — Οὐδὲ οὗτος. — Τί δέ; ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο; —
那么又怎样呢?一个不懂乐艺、对和声、旋律、节拍及其秩序与运动毫无知识的人,能就音乐及音乐相关的事务做出良好的商议吗?——绝不可能。——那么,一个不通几何学的人,若就形体、长、宽、深进行商议,能商议得好吗?——此人也不能。——那么,一个不懂统领船只的人,若就指挥船只和舵手的职责进行商议,能商议得妥当吗?
Οὐδὲ οὗτος. — Ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτων ἱκανός ἐστιν; χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾖ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βουλῇ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων οὐκ ἀτέχνως σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοὶ καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν.
——此人也不能。——因此,凡在任何事情上既未受过充分教育又无所知晓的人,难道连就这些事情进行商议的能力都没有吗?所以我们应当最为用心于明智与教化,以便我们能容易地就一切事务进行商议,知晓对每次谋划有益之事而不致犯错,正如乐师、几何学家和舵手对各自的业务并非外行地加以考察,一切精通某事的人都有能力理解这些事务一样,我们也能胜任就我们自身的事务进行商议与发言。
ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας3 καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ γυναικῶν.
因为,玩猜奇偶的人尚且表现出领悟力,而且是在揣测并未亲眼见到他们所判定的事物的情况下;而商议事务的人却既不表现出领悟力,也不表现出知识或经验,而且这些事务有时还是最为重大的——关乎各家各邦的融洽与友谊,关乎和平与战争,关乎殖民与定居,关乎子女与妇人——这实在太荒谬了。
- 26.2Ὅρα οὖν μὴ τοιόνδε τι ᾖ
动词 ὅρα 搭配 μή 及虚拟式(ᾖ),意为“且看……是否正是……”,表示委婉的推断或提出一种假设供对方思考。
- 26.4οὐ δεῖ μὲν οὖν περὶ τῶν ὄντων
无人称动词 δεῖ 之后承前省略了不定词 βουλεύεσθαι,意为“无需对存在之物进行商议”,紧接着的一句则陈述了其理由。
- 26.8καὶ ταῦτα εἰκάζοντας
惯用短语 καὶ ταῦτα 与分词(εἰκάζοντας)连用,表示“而且是在……的情况下”或“更何况是……”。后文中属格绝对结构里的 καὶ τούτων 亦具有类似的强调性修饰作用。
