- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:25.5-25.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第欧根尼列举了波斯、罗马、迦太基和马其顿的历史统治者与领袖的事迹,指出如果将主宰他人命运的外部力量定义为代蒙,那么这些政治领袖便正是其属民的代蒙。
ἔτι δὲ Κῦρον Περσῶν ἀπὸ χρόνου τινὸς δαίμονα γενέσθαι1 βασιλικόν τινα καὶ ἐλευθέριον, ὃς δουλεύοντας αὐτοὺς Μήδοις πρότερον εἰς ἐλευθερίαν ἀφείλετο καὶ πάντων ἀπέφηνε δεσπότας τῶν κατὰ τὴν Ἀσίαν. ἔτι δὲ Καμβύσην καὶ Δαρεῖον καὶ τοὺς ἄλλους τοὺς ἐφεξῆς, τὸν μὲν Καμβύσην τά τε χρήματα αὐτῶν ἀναλίσκοντα καὶ αὐτοὺς κατατοξεύοντα καὶ στρατείας προστάσσοντα χαλεπὰς καὶ συνεχεῖς καὶ μηδέποτε ἐῶντα οἴκοι μένειν· τὸν δὲ Δαρεῖον χρήματα μὲν ὡς οἷόν τε πολλὰ συναγαγόντα καὶ τῇ χώρᾳ γενόμενον αἴτιον ὅπως ἐργασθήσεται, πολέμους δὲ καὶ τοῦτον ἀναγκάζοντα πολεμεῖν χαλεποὺς καὶ ἐπικινδύνους, καθάπερ οἶμαι τὸν πρὸς Σκύθας καὶ τὸν πρὸς Ἀθηναίους.
此外,人们或许还会说,居鲁士自某个时期起成了波斯人一位具有王室风范且开明的代蒙,他将此前臣属于米底人的波斯人解救至自由之中,并使他们成为全亚洲的主宰。此外还有冈比西斯、大流士以及后继的统治者:冈比西斯挥霍他们的钱财,用箭射杀他们,下令进行严酷而不休的征战,决不允许他们留居家中;大流士则尽可能聚敛财富,成为土地得以开垦的起因,但他也强迫他们进行严酷而危险的战争,正如我想,对斯基泰人和对雅典人的战争那样。
οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον ἢ Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν2 ἁπάσης Εὐρώπης ἐγκρατεῖς. Ἀλέξανδρος δὲ ὕστερον μετ̓ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτον μὲν καὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, Αἰγὰς δὲ καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος.
同样地,罗马人或许会称努马为他们自己的代蒙,迦太基人会称汉诺和汉尼拔,马其顿人会称亚历山大或腓力。腓力使原本因其父向奥林托斯人让出统治权而低微孱弱的马其顿人变得强大而善战,几乎掌控了整个欧洲。后来亚历山大继他之后,率领他们开赴亚洲,既使他们成为全人类中最富有的人,同时又使他们成为最贫困的人;既使他们强大,同时又使他们孱弱;使同一批人既是流亡者又是君王;增添了埃及、巴比伦、苏撒和埃克巴塔那,却剥夺了埃盖、佩拉和狄翁。
Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη. αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχὼν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας. καὶ τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα προσήκει αὑτῶν καλέσαι.
汉诺使迦太基人由推罗人变成了利比亚人,定居于利比亚而非腓尼基,使他们坐拥巨额财富、众多商埠、港口与三段桨座战船,并统领广袤的陆地与辽阔的海洋。而汉尼拔除了利比亚之外,还使他们统治了意大利本土达十七年之久。然而其后,他又成了他们被连根拔起、城邦本身遭罗马人改变的罪魁祸首;此前他消灭了许多罗马人,且差一点就攻占了罗马城本身,然而据人们所说,由于国内政敌的缘故,他并未决意攻克。对于迦太基人和罗马人而言,称此人为他们善意的代蒙或许都是不恰当的。
Νουμᾶς δὲ τὴν Ῥώμην παραλαβὼν μικρὰν καὶ ἄδοξον, ἔτι δὲ ἐν ἀλλοτρίᾳ χώρᾳ διῳκισμένην καὶ σύγκλυδας καὶ πονηροὺς ἔχουσαν τοὺς ἐνοικοῦντας, ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας3 διὰ τὴν Ῥωμύλου χαλεπότητα, τήν τε γῆν αὐτοὺς βεβαίως ἔχειν ἐποίησε καὶ φίλους εἶναι τοῖς περιοίκοις καὶ νόμους καὶ θεοὺς καὶ πολιτείαν κατεστήσατο, καὶ πάσης αἴτιος ὑπῆρξε τῆς λεγομένης ὕστερον εὐδαιμονίας.
而努马接手罗马时,罗马尚且弱小而无名,且散落在异族的土地上,居民多为流民与恶徒,甚至与一切邻邦为敌,贫困、野蛮,并由于罗慕路斯的残暴而过着凶险的生活;努马使他们稳固地保有土地,与邻人睦邻友好,确立了法律、神明与政制,成为了日后所传颂的全部福祉的奠基者。
ἔχοιμι δ’ ἂν καὶ περὶ τῶν ἄλλων λέγειν πόλεων καὶ γενῶν καὶ ἀνθρώπων τὸν αὐτὸν τρόπον εὖ τε καὶ κακῶς πραξάντων διά τινας ἄρχοντας αὐτῶν γενομένους καὶ προστάτας· ἀλλὰ ἱκανῶς οἶμαι τὴν ἐμαυτοῦ διάνοιαν ἐνδεδεῖχθαι. εἰ δὴ τούτους καλεῖς δαίμονας τῶν ὑπ’ αὐτοῖς δι᾽ οὓς ἕκαστοι βέλτιον ἢ χεῖρον ἔπραξαν, ἡδέως ἂν ἀκούοιμι.
我也同样可以论及其他城邦、族群与人类,他们由于某些成为其统治者和领袖的人物而经历了顺遂与逆境;但我认为我的意思已阐明得足够充分。如果你确实将这些令治下之人或更顺遂或更困厄的人物称为他们的代蒙,我愿乐闻其详。
- 25.5ἔτι δὲ Κῦρον Περσῶν ἀπὸ χρόνου τινὸς δαίμονα γενέσθαι
延续前一段落末尾由 φαίη τις ἄν(“有人或许会说”)所统领的间接引语中的“宾格加不定式”结构。宾格主语 Κῦρον 与不定式 γενέσθαι 构成核心,δαίμονα 及其修饰成分 βασιλικόν τινα καὶ ἐλευθέριον 充当宾语补足语(谓语宾格)。
- 25.6μικροῦ δεῖν
由非人称动词 δεῖ 的不定式构成的惯用绝对不定式结构,意为“几乎”、“差一点”。属格 μικροῦ 与 δεῖν 连用,充当副词修饰后文的 ἁπάσης Εὐρώπης ἐγκρατεῖς(“掌控整个欧洲”)。
- 25.8ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας
阳性宾格复数形容词与分词(ἐχθρούς, πένητας, ἀγρίους, ζῶντας)的修饰关系。它们一致修饰(或作为补足语陈述)前文 ἔχουσαν 的宾语 τοὺς ἐνοικοῦντας(“居民”),而非修饰 παραλαβών 的直接宾语(阴性单数宾格)τὴν Ῥώμην。
