- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:23.7-23.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对“人人依自身守护神生活故唯有智者幸福”这一论断,对方指出将神灵视作邪恶自相矛盾;狄奥遂以不遵医嘱的病人为喻,论证神灵本是良善的,是人自己违背神灵才招致了不幸。
Δ. Τί δαί; οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν,1 ὁποῖος ἂν ᾖ ποτε, ἀλλὰ καθ’ ἕτερον; — Οὐδαμῶς καθ’ ἕτερον. — Δ. Οὐκοῦν τὸν τυχόντα ἀγαθοῦ δαίμονος ἡγῇ δικαίως ζῆν καὶ φρονίμως καὶ σωφρόνως; τοιοῦτον γὰρ ὁμολογεῖς εἶναι τὸν δαίμονα αὐτοῦ. — Πάνυ γε. — Δ. Τὸν δὲ μοχθηροῦ δαίμονος πονηρῶς καὶ ἀφρόνως καὶ ἀνοήτως καὶ ἀκολάστως; — Φαίνεται ταῦτα συμβαίνειν ἐκ τῶν εἰρημένων νῦν. — Δ. Ἆρα ὅστις ἄνθρωπος νοῦν ἔχων ἐστὶ καὶ δίκαιος καὶ σώφρων, οὗτος εὐδαίμων ἐστὶν ἀγαθῷ δαίμονι συνών· ὅστις δὲ ἀσελγὴς καὶ ἄφρων καὶ πανοῦργος, ἀνάγκη κακοδαίμονα φάσκειν ἐκεῖνον κακῷ δαίμονι συνεζευγμένον καὶ λατρεύοντα; —
Δ: 那么又如何呢?难道每个人不是按照他自己的守护神——不论那守护神究竟如何——而是按照别人的守护神生活的吗? — 绝非按照别人的。 Δ: 那么,你认为获得善的守护神之人,生活得正义、明智且节制吗?因为你承认他的守护神就是这般的。 — 的确如此。 Δ: 而获得劣恶守护神之人,则生活得邪恶、不明智、愚昧且放荡吗? — 从刚才所说的来看,似乎必然得出这一结论。 Δ: 那么,凡是有理智、正义且节制之人,与善的守护神相伴,便是幸福的;而凡是放荡、愚昧且奸诈之人,与恶的守护神结合并侍奉它,便必然要称他为不幸的吗?
Ἀληθές. — Δ. Σοφὸν δὲ ἄλλον τινα καλεῖς ἢ τὸν φρόνιμον ἄνθρωπον καὶ δίκαιον καὶ ὅσιον καὶ ἀνδρεῖον, φαῦλον δὲ τὸν ἄδικον καὶ ἀνόσιον καὶ δειλόν; — Φημί. — Δ. Μὴ τοίνυν ἔτι θαύμαζε τῶν λεγόντων, ὅτι μόνον καὶ πάντα φασὶ τὸν σοφὸν εὐδαίμονα εἶναι, τῶν δὲ φαύλων οὐδένα ὅντινα οὐ κακοδαίμονα·2 ἐπειδή γε καὶ σοὶ ταῦτα δοκεῖ. —
— 确实如此。 Δ: 除了明智、正义、虔敬且勇敢之人以外,你岂会称别人为智者,而另一方面,你是把不义、不敬且怯懦之人称为卑劣之徒吗? — 并不称别人。 Δ: 那么,你就不要再对那些主张唯有智者且一切智者皆幸福、而卑劣之徒无一不是不幸之人感到惊异了;因为连你自己也是这般认为的。
Τὰ μὲν ἄλλα δοκεῖς μοι οὐ παρὰ δόξαν διειλέχθαι· ὅπως δὲ χρὴ δαιμόνιόν τι πονηρὸν ἡγεῖσθαι καὶ ἄδικον καὶ ἀνόητον οὐκ ἔχω εἰπεῖν. ἄλλως τε οὐ πρὸς ὑμῶν τῶν φιλοσόφων ἐστίν, εἴπερ θεῖον τὸ δαιμόνιον ἡγεῖσθε, τοιοῦτον ὑπολαμβάνειν. — Δ. Ἀλλ’ ἐγὼ νῦν οὐ κατὰ τὴν ἐμαυτοῦ δόξαν διείλεγμαι τὰ πολλά, πλήν γε αὐτὸ τοῦτο ὅτι μοι δοκεῖ πᾶς καὶ μόνος εὐδαίμων ὁ σοφός· τὰ δὲ ἄλλα κατὰ τὴν τῶν πολλῶν ἀνθρώπων, ὅπως μὴ δοκῶ βιάζεσθαι αὐτούς.
— 在其他方面,依我看你的论述并没有违背常理;但怎样才能认为某种神灵是邪恶、不义且愚蠢的,我实在说不上来。而且,既然你们哲学家认为神灵是神圣的,采纳这种看法也与你们的身份不合。 Δ: 但我刚才大部分的论述并不是按照我自己的观点——除了这一点,即在我看来一切智者且唯有智者才是幸福的——而是按照大众的观点进行的,免得让人觉得我在强加于他们。
ἐπεὶ φέρε, εἰ ἡγεῖσθε τὸ δαιμόνιον θεῖον καὶ ἀγαθὸν καὶ μηδενὶ κακοῦ μηδενὸς αἴτιον, πῶς φατε γίγνεσθαι κακοδαίμονα ἄνθρωπον; ἢ ὅταν μὴ προσέχωσι μηδὲ πείθωνται τῷ δαιμονίῳ ἀγαθῷ ὄντι; ὥσπερ εἰ νομίζοιμεν τοὺς ἰατροὺς ἅπαντας ἀγαθοὺς εἶναι τὰ τῆς τέχνης καὶ μηδένα αὐτῶν πονηρὸν ἰατρὸν μηδὲ βλαβερόν, τῶν δὲ καμνόντων κακῶς τινας πράττοντας βλέποιμεν καὶ βλαπτομένους ἐν ταῖς νόσοις, δῆλον ὅτι τούτους ἂν φαῖμεν μὴ ἐθέλειν τὰ προσταττόμενα ποιεῖν, τοὺς δὲ πειθομένους ἀνάγκη καλῶς ἀπαλλάττειν· καὶ τί ἂν γίγνεσθαι οὐκ ἂν θαυμάζοιμεν. — Οὕτως ἔχει. —
因为且看,倘若你们认为神灵是神圣、良善且绝不对任何人造成任何恶事的,那你们又怎么说人会变成不幸的呢?难道不是在他们不对身为良善的神灵留心也不听从的时候吗?就如同我们若认为所有的医生在医术上都是高明的,其中没有一个是恶劣或有害的医生,却看到某些病人在疾病中病情恶化、遭受损害,显而易见我们会说这些人是不愿遵照医嘱,而听从医嘱的人必然会痊愈;无论发生哪种情况,我们都不会感到奇怪。 — 确实如此。
Δ. Πότερον οὖν δοκοῦσί σοι οἱ ἐγκρατεῖς καὶ σώφρονες καὶ νοῦν ἔχοντες, οὗτοι ἀπειθεῖν ἂν τοῖς ἰατροῖς τοῖς ἐμπείροις καὶ τὰ συμφέροντα προστάττουσιν, ἢ τοὐναντίον οἱ ἀνόητοι καὶ ἀκόλαστοι; — Δῆλον ὅτι οἱ ἀκόλαστοι. — Δ. Τί δέ; τῷ δαίμονι χρηστῷ ὄντι πείθεσθαι καὶ ζῆν κατ’ ἐκεῖνον πότερον ἡγῇ τῶν σωφρόνων εἶναι καὶ νοῦν ἐχόντων ἢ τῶν πονηρῶν καὶ ἀνοήτων; —
Δ: 那么,在你看来,是克制、节制且有理智的人会不听从那些经验丰富且开出有益医嘱的医生呢,还是恰恰相反,是那些愚蠢且放荡的人? — 显然是放荡的人。 Δ: 那么又如何呢?听从良善的守护神并依照它生活,你认为这属于节制且有理智之人,还是属于邪恶且愚蠢之人?
Τῶν σωφρόνων. — Δ. Τὸ δέ γε μὴ πείθεσθαι μηδὲ προσέχειν ἀλλ’ ἐναντίως τῷ θείῳ τε καὶ δαιμονίῳ πράττειν, τῶν κακῶν καὶ ἀγνωμόνων; — Πῶς δ’ ἂν ἄλλως λέγοιμεν; — Δ. Εἶναι δὲ τοὺς πειθομένους τῷ δαιμονίῳ τοιούτῳ ὄντι εὐδαίμονας, τοὺς δὲ ἀπειθοῦντας κακοδαίμονας; — Ἀνάγκη. — Δ. Οὐκοῦν κἀνταῦθα συμβαίνει τὸν μὲν σοφὸν καὶ φρόνιμον εὐδαίμονα εἶναι πάντα, τὸν δὲ φαῦλον κακοδαίμονα, οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ’ ὡς αὐτὸν οὐ προσέχοντα ἐκείνῳ χρηστῷ ὄντι.3
— 属于节制之人。 Δ: 而不听从也不留心,反而做出违背神圣与神灵之事,则属于恶劣且不明事理之人,是这样吗? — 否则我们还能怎么说呢? Δ: 并且,听从如此神灵的人是幸福的,而不听从的人是不幸的? — 必然如此。 Δ: 那么,在此处岂不同样得出结论:明智且聪慧之人全都是幸福的,而卑劣之人全都是不幸的——并不是因为守护神是坏的,而是因为他自己没有留心那本是良善的守护神。
- 23.7οὐ τῶν ἀνθρώπων ἕκαστον κατὰ τὸν αὑτοῦ δαίμονα βιοῦν
“宾格加不定式”结构(acc. c. inf.),其中否定词 οὐ 与后文的 ἀλλὰ(καθ’ ἕτερον)相呼应。承接上文语境省略了表言说或判断的动词(如 φῄς 或 νομίζεις),解作“(你是说/认为)每个人不是按照自己的守护神生活(,而是按照别人的吗)?”。
- 23.8τῶν δὲ φαύλων οὐδένα ὅντινα οὐ κακοδαίμονα
惯用双重否定短语 οὐδεὶς ὅστις οὐ(“人人都……”)在不定式 εἶναι 前充当主语宾格时的变格形式(οὐδένα ὅντινα οὐ),意为“卑劣之徒中没有一个不是不幸的(即所有卑劣之徒皆不幸)”。
- 23.12οὐχ ὡς τοῦ δαιμονίου κακοῦ ὄντος, ἀλλ’ ὡς αὐτὸν οὐ προσέχοντα ἐκείνῳ χρηστῷ ὄντι
由表示原因的 ὡς 引导的分词结构的非对称并列。前项为独立属格(τοῦ δαιμονίου κακοῦ ὄντος),后项则是宾格分词结构(αὐτὸν οὐ προσέχοντα),修饰承接前文不定式主语宾格(τὸν δὲ φαῦλον)的代词 αὐτόν。
