← 金嘴狄翁

演说集

§24.1-24.4

批判盲目追求个别技艺而忽视人生至善

演说者批评大众只热衷于追求具体技艺和世俗名声,却不探究人类的至善与应当如何立身,并指出若缺乏真正的理性认识,任何技艺与世俗权势对幸福都毫无实质价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

Οἱ πολλοὶ ἄνθρωποι καθόλου μὲν οὐδὲν πεφροντίκασιν ὁποίους χρὴ εἶναι οὐδὲ ὅ,τι βέλτιστον ἀνθρώπῳ ἐστίν, οὗ ἕνεκα χρὴ πάντα τἄλλα πράττειν, ἰδίᾳ δὲ ἐσπουδάκασιν οἱ μὲν ἱππεύειν, οἱ δὲ στρατηγεῖν, οἱ δὲ περὶ ἀγωνίαν, οἱ δὲ περὶ μουσικήν, ἄλλοι περὶ γεωργίαν, ἄλλοι δύνασθαι λέγειν. ἥντινα δὲ χρείαν αὐτοῖς ἔχει τούτων ἕκαστον ἢ τί τὸ ὄφελος ἐξ αὐτοῦ γίγνοιτ’ ἂν οὐκ ἴσασιν οὐδὲ ζητοῦσιν.

大众普遍根本没有思考过自己应当成为怎样的人,也没有思考过应当为了它去做其他一切事情的、对人而言最善之物是什么;但在个别事情上,有人热衷于骑马,有人热衷于做将领,有人热衷于竞技,有人热衷于音乐,有人热衷于农耕,还有人热衷于辞令之才。然而,这些事情中的每一件对他们究竟有何用处,或者从中能产生什么益处,他们既不知道,也不去寻求。

§24.2

τοιγαροῦν ἱππεῖς μὲν ἀγαθοὶ γίγνονται τινές, οἳ ἂν φιλοπονῶσιν αὐτὸ καὶ ἐκμελετῶσι, καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν,1 καὶ τὰ κατὰ μουσικήν τινες ἐπίστανται βέλτιον ἑτέρων· ἀγαθὸν δὲ ἄνδρα καὶ φρόνιμον, καὶ αὐτὸ τοῦτο εἰδότα ὅστις ἐστὶν ὁ χρηστὸς ἀνὴρ καὶ νοῦν ἔχων, οὐδένα τούτων ἔστιν εὑρεῖν.

因此,某些人成了优秀的骑手——即那些刻苦钻研并熟练练习的人——另一些人在摔跤、拳击、赛跑以及其他竞技中比别人更为在行,在播种时不会失误,在航行时不会损毁船只,还有些人在音乐方面比其他人理解得更好;但是在这些人当中,根本找不到一个良善且明智、并且切实体知何为有德且有理智之人的人。

§24.3

αὐτίκα περὶ τὸ λέγειν ἐσπουδάκασι πολλοὶ τῶν ἐλευθέρων καὶ φιλοτίμων εἶναι δοκούντων, οἱ μὲν ὥστε ἐν δικαστηρίοις ἀγωνίζεσθαι καὶ πρὸς δῆμον λέγοντες, διὰ δὲ τοῦτο ἰσχύειν πλέον τῶν ἄλλων καὶ πράττειν ὅ,τι ἂν αὐτοὶ θέλωσιν, οἱ δὲ τῆς δόξης ἕνεκα τῆς ἀπὸ τοῦ πράγματος, ὅπως δεινοὶ νομίζωνται. τινὲς δὲ αὐτῆς φασι τῆς ἐμπειρίας ἐπιθυμεῖς ἐπιθυμεῖν,2 καὶ τούτων οἱ μὲν λέγοντες, οἱ δὲ συγγράφοντες μόνον, οὓς ἔφη τις τῶν πρότερον μεθόρια εἶναι τῶν φιλοσόφων καὶ τῶν πολιτικῶν· ὅ,τι δὲ συμφέρει πράττουσιν ἢ πρὸς ὅ,τι ἡ δόξα αὐτοῖς ὠφέλιμος ἢ τί τῆς ἐμπειρίας ταύτης ὄφελος οὐ σκοποῦσιν.

例如,许多自以为是自由人且有进取心的人热衷于修辞演说:有人是为了在法庭上辩护并对民众发表演说,从而比他人拥有更大的权势,去行使自己所想做的一切;另一些人则是为了从这项技艺中获得声誉,以便被视为精明能干之人。还有些人声称自己所渴望的正是这种技能本身,这些人中有的亲自演说,有的仅从事撰稿——前人曾称这些人介于哲学家与政治家之间。然而,对于行事的〔他们〕究竟有何益处,那份声誉究竟对他们有何用处,或者这项技能究竟有什么好处,他们却毫不考量。

§24.4

ἐγὼ δέ φημι πάντα τἄλλα δίχα τῆς τοιαύτης ἐπιμελείας καὶ ζητήσεως ὀλίγου ἄξια εἶναι, τῷ δὲ ἐκεῖνο ἐννοήσαντι καὶ ξυνέντι, τούτῳ καὶ τὸ λέγειν καὶ τὸ στρατηγεῖν καὶ ὅ,τι ἂν ἄλλο ποιῇ ξυμφέρον τε εἶναι καὶ ἐπ’ ἀγαθῷ γίγνεσθαι. ἐπεὶ τό γε ἐπαινεῖσθαι καθ’ ἑαυτὸ ὑπὸ ἀνθρώπων ἀνοήτων, οἷοίπερ εἰσὶν οἱ πολλοί, ἢ τὸ δύνασθαι ἐν τοῖς τοιούτοις ἢ τὸ ἡδέως ζῆν οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν.3

但我主张,若脱离了这般的关照与探究,其他所有事情都几乎毫无价值;但对于深思并领会了那一点的人而言,修辞演说、统军将领以及他所做的任何其他事情,就都会是有益的,且能带来善果。因为,单单被如大众那般的愚蠢之人赞扬、在这样的人群中拥有权势、或是生活得愉悦,就幸福而言,与遭受谴责、毫无权势、困苦度日相比,根本没有任何区别。

语法注3 条
  1. 24.2καὶ παλαῖσαι ἄλλοι ἄλλων ἱκανώτεροι καὶ πυκτεῦσαι καὶ δραμεῖν καὶ τἄλλα ἀγωνίσασθαι, καὶ τοῦ σπόρου μὴ διαμαρτεῖν, καὶ πλέοντες μὴ διαφθεῖραι τὴν ναῦν

    不定式(παλαῖσαι、πυκτεῦσαι、δραμεῖν、ἀγωνίσασθαι、διαμαρτεῖν、διαφθεῖραι)皆作为说明性不定式(限制性不定式)修饰比较级形容词 ἱκανώτεροι,句中省略了系动词 εἰσίν,表示“在摔跤……等方面比他人更有才能”。

  2. 24.3ἐπιθυμεῖς ἐπιθυμεῖν

    此处为写本抄录中的重文或异文混入(ἐπιθυμεῖς 与 ἐπιθυμεῖν 并存);根据主句动词 τινὲς δέ φασι(第三人称复数)的语法支配,此处应当以不定式 ἐπιθυμεῖν 为核心来解读,意为“(某些人)声称渴望这种技能本身”。

  3. 24.4οὐδὲν ἂν διαφέροι πρὸς εὐδαιμονίαν τοῦ ψέγεσθαι καὶ μηδὲν ἰσχύειν καὶ ἐπιπόνως ζῆν

    属格 τοῦ ψέγεσθαι... 随动词 διαφέροι 用作比较属格(“与……不同/比……优越”);中性宾格 οὐδέν 作程度副词(“绝无差别”),而 πρὸς εὐδαιμονίαν 则表示评判的基准或方面(“在幸福方面”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:24.1-24.4