← 金嘴狄翁

演说集

§23.1-23.6

诗人的悲观论调与幸福的语源探究

说话者狄奥围绕人是否可能获得幸福这一问题,检视了荷马与悲剧诗人的悲观论调,阐明荷马之言特指陷入悲惨境地之人而非全人类皆不幸,进而从幸福的字源(拥有良善的守护神)出发,将讨论引向德性之考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

Δ. Πότερον δοκεῖ σοι εἶναι ἄνθρωπος εὐδαίμων, εἰ δὲ μή, γεγονέναι ἢ ἔσεσθαι, ἢ ἀδύνατον ἡγῇ τὸ τοιοῦτον περὶ ἀνθρώπου, ὥσπερ εἴ τις ἀθάνατον ἄνθρωπον λέγοι εἶναι; ἴσως γὰρ ἂν τὴν αὐτὴν ἔχοις δόξαν Ὁμήρῳ καὶ ἄλλοις συχνοῖς τῶν ποιητῶν. — Καὶ ποῦ ἀποφαίνεται περὶ τούτου Ὅμηρος; — Δ. Ὅπου πεποίηκε τὸν Δία λέγοντα αὐτόν, οὐκ ἄλλον τινὰ τῶν θεῶν, ὡς οὐδέν φησιν ὀιζυρότερον εἶναι ἀνδρὸς ἁπάντων τῶν ζῴων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ δοκεῖ σοι τὴν ὀϊζὺν ἄντικρυς κακοδαιμονίαν τινὰ λέγειν; —

Δ: 在你看来,人世间是否存在幸福的人?若非现在,那么过去曾有,抑或将来会有吗?还是说你认为对于人而言,这种事情绝无可能,就如同有人声称人是不死的一样?因为你或许与荷马以及其他许多诗人的看法相同。 — 那么荷马是在何处就此表明见解的? Δ: 就在他描写宙斯亲自——而非其他任何神祇——说话的地方,宙斯说在地面上一切呼吸蠕动的活物中,绝无比人更加凄惨的了。难道你不觉得他用“凄惨”一词,直截了当地指的就是某种不幸吗?

§23.2

Ἔμοιγε. — Δ. Ἕτερος δὲ ποιητὴς οὐκ ἰδίᾳ οὕτως, ἀλλὰ κοινῇ πρὸς θέατρον ἀγωνιζόμενος εἰσηγεῖται, τὸν φύντα θρηνεῖν εἰς ὅσ̓ ἔρχεται κακά, τὸν δ’ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας καὶ συνηδομένους οἴεται δεῖν ἐκπέμπειν. — Ἔστι ταῦτα. — Δ. Οὔκουν ὀρθῶς παρῄνεσεν. εἰ γὰρ ἅπαξ δεῖ κλαίειν τοὺς ἀνθρώπους διὰ τὴν ἀτυχίαν, καὶ γενομένους προσήκει θρηνεῖν τῶν ἐσομένων αὐτοῖς κακῶν ἕνεκεν, καὶ τελευτήσαντας, ὅτι πολλὰ καὶ δεινὰ πεπόνθασι, καὶ ζῶντας, ὅτι εἰσὶν ἐν κακοῖς.

— 在我看来确实如此。 Δ: 然而另一位诗人并非私下如此言说,而是在剧场公开竞演时提出主张:应当为初生者痛哭,因其将要遭遇诸多灾祸;而对于逝去、脱离劳苦之人,他认为应当欢欣贺喜地予以送终。 — 确有其事。 Δ: 但他的劝诫并不妥当。因为倘若人类当真必须因不幸而哀泣,那么由于降生者即将面对诸般灾祸,理当为之哀伤;由于逝者经历了诸多可怕的磨难,亦当为之哀伤;由于活着的人正处于祸患之中,同样当为之哀伤。

§23.3

ὥστε ὥρα ἂν εἴη1 κατὰ τὸν ποιητὴν μηδέποτε παύσασθαι ὀδυρομένους πολὺ μᾶλλον τῶν ἀηδόνων. ἐκεῖναι μὲν γὰρ τοῦ ἦρος λέγονται θρηνεῖν τὸν Ἴτυν· τοὺς δὲ ἀνθρώπους εἰκὸς ἦν θρηνεῖν καὶ θέρους καὶ χειμῶνος. πόσῳ δὲ βέλτιον τοὺς γενομένους ἐᾶν εὐθὺς ἀπολέσθαι ὑπὸ τῶν κακῶν, ἀλλὰ μὴ σπαργάνοις ἐνειλοῦντας καὶ λούοντας καὶ τιθηνουμένους τοσαύτην ἐπιμέλειαν ποιεῖσθαι ὅπως ἄθλιοι ἔσονται· ἐχθρῶν γάρ, οὐ φίλων οὐδὲ κηδομένων τὸ τοιοῦτο· καὶ νὴ Δία αὑτοὺς πρώτους ἀπαλλάττειν τοῦ βίου;

如此一来,依那位诗人之见,人们哪怕比夜莺更加悲切地永不止息地哀泣,也是理所应当的了。因为据说夜莺只是在春天为伊提斯哀啼,而人类在夏季和冬季同样哀泣才合乎常理。若是如此,任由初生者直接被灾祸毁灭,岂不远胜于用襁褓包裹、清洗并哺育他们,耗费如此巨大的心力只是为了让他们受苦?因为这种做法属于仇敌,绝非朋友或关照者所为;而且凭宙斯起誓,人们岂不更当首先让自己了结生命?

§23.4

κινδυνεύουσι γὰρ κατὰ τὸν λόγον τοῦτον μόνοι φρόνιμοι γενέσθαι οἱ γενόμενοι ἐν Κόλχοις ἐκ τῶν τοῦ δράκοντος ὀδόντων, οὓς ἔσπειρεν Ἰάσων. οὗτοι γάρ, ὅτε πρῶτον ᾔσθοντο γεγονότες, εὐθὺς ἀλλήλους ἀνῄρουν, ἕως οὐδένα ἔλιπον, βοηθοῦντες ἀλλήλοις δῆλον ὅτι καὶ διὰ φιλίαν τοῦτο πράττοντες, οὐ δι’ ἔχθραν. —

因为照此推论,在科尔基斯由伊阿宋播撒毒龙之齿而诞生的那些人,恐怕成了唯独明智之人了。因为他们甫一意识到自己降生,便立刻自相残杀,直至无一幸存;显而易见,他们是在彼此相助,出于友爱而非仇恨才这般行事的。

§23.5

Ἀλλὰ οὗτός γε ὁ ποιητὴς ληρεῖν ἔμοιγε φαίνεται. τὸ δὲ τοῦ Ὁμήρου ταράττει με, ὅτι οὕτω σοφὸς ὢν ὑπὲρ τῶν ἀνθρώπων ταύτην ἀπεφήνατο τὴν γνώμην. — Δ. Καὶ τί ἄτοπον εἴρηκεν; οὐ γὰρ ὡς ἅπαντες οἱ ἄνθρωποι ἄθλιοί εἰσί φησιν, ἀλλ’ ὅτι οὐθέν ἐστι ζῷον ἀνθρώπου ἀθλιώτερον τοῦ γε ἀθλίου,2 ὥσπερ ἀμέλει καὶ ἡμεῖς φαῖμεν ἄν. ἴσως γάρ τοι καὶ μόνος τῶν ἄλλων ὁ ἄνθρωπος κακοδαίμων ἐστίν, ὥσπερ καὶ εὐδαίμων· ἐπεί τοι καὶ μόνος ἄφρων, ὥσπερ καὶ φρόνιμος. οὔτε γὰρ ἄδικος οὔτε ἀκόλαστος εἴη ἂν ἵππος ἢ σῦς ἢ λέων, ὥσπερ οὐδὲ ἄμουσος οὐδὲ ἀγράμματος. —

— 依我看,那位诗人确实是在胡言乱语。但荷马的话却让我感到困扰,因为他这般睿智,竟然对人类发表了这样的论断。 Δ: 可是他说了什么荒谬之言呢?因为他并非说所有的人都是悲惨的,而是说没有哪种生灵比人——即那个悲惨的人——更为悲惨,正如我们自己想必也会这般说一样。因为或许在所有造物中唯独人是不幸的,正如唯独人是幸福的一样;因为正如唯独人是明智的,唯独人是愚昧的。因为既不可能有一匹马、一头猪或一只狮子是不义的或放肆的,正如它们既不可能是不通文墨的,也不可能是目不识丁的一样。

§23.6

Ἀλλὰ καλῶς μοι δοκεῖς διωρθῶσθαι τὸ τοῦ Ὁμήρου καὶ ἀποκρίνομαι ὅτι ἡγοῦμαι ἄνθρωπον εὐδαίμονα εἶναι. — Δ. Ἆρ’ οὗ ὁ δαίμων ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα εἶναι φῄς,3 οὗ δὲ μοχθηρός, κακοδαίμονα; — Ἔγωγε. — Δ. Δαίμονα δὲ ἄλλως ἀγαθὸν λέγεις; — Ἢ πῶς γε; — Δ. Ὥσπερ ἄνθρωπον, ἔτι δὲ μᾶλλον θεόν; ἢ τοὺς θεούς, εἴπερ νομίζεις ἀγαθοὺς εἶναι, οὐ δικαίους νομίζεις καὶ φρονίμους καὶ σώφρονας καὶ τὰς ἄλλας ἀρετὰς ἔχοντας, ἀλλὰ ἀδίκους καὶ ἀνοήτους καὶ ἀκολάστους; — Οὐδαμῶς ἔγωγε. — Δ. Οὐκοῦν καὶ δαίμονα, εἴπερ τινὰ ἀγαθὸν ἡγῇ, δῆλον ὡς δίκαιον ἡγῇ καὶ χρήσιμον καὶ φρόνιμον; — Πῶς γὰρ οὔ; — Δ. Ἦ γὰρ ὃν κακόν τινα νομίζεις, πονηρὸν οἴει τὸν αὐτὸν εἶναι καὶ ἄδικον καὶ ἀνόητον; — Ἀνάγκη πάντως. —

— 在我看来,你对荷马诗意的校正极为恰当,现在我回答说:我认为人是能够幸福的。 Δ: 那么,凡守护神良善之人,你称之为幸福,而守护神卑劣之人,你称之为不幸,是这样吗? — 我正是这么认为。 Δ: 那么你说守护神是“善”的,难道是指某种别样的意思吗? — 〔有别于〕怎样呢? Δ: 正如对人所言,甚至更有如对神所言那般吗?抑或是,若你当真认为众神是善的,你难道不认为他们是正义、明智、节制且具备其他诸德性的,反倒认为他们是不义、愚蠢和放纵的吗? — 我绝非这般认为。 Δ: 那么,假若你认为某个守护神是善的,显然你也认为他是正义、有益且明智的了? — 岂能不是如此呢? Δ: 而你认为坏的那个守护神,你难道不认为他同样是邪恶、不义且愚蠢的吗? — 完全必然如此。

语法注3 条
  1. 23.3ὥρα ἂν εἴη

    惯用表达 ὥρα ἐστί(“是……的时候了”)与 ἄν 及希求法结合构成的潜势句式,作为前文条件句(εἰ... δεῖ...)的归结从句,意为“(若照诗人之说)便应当正当其时去……”。

  2. 23.5ἀνθρώπου ἀθλιώτερον τοῦ γε ἀθλίου

    ἀνθρώπου 为比较属格(“比人”)。紧随其后的带冠词修饰的属格 τοῦ γε ἀθλίου 充当限定性或同位语性质的属格,用以限定前者,即“比人——至少是那个身处不幸的人——更为悲惨”。说话者借由此限定,论证荷马并非指“所有人”,而特指“身处悲惨之中的人”。

  3. 23.6Ἆρ’ οὗ ὁ δαίμων ἀγαθός ἐστι, τοῦτον εὐδαίμονα εἶναι φῄς

    在关系从句 οὗ ὁ δαίμων ἀγαθός ἐστι 中,οὗ 为所有格(“其守护神为……”),先行词为主句中的宾格指示代词 τοῦτον。此句式旨在利用 εὐδαίμων(εὖ + δαίμων)的字源构造,将“幸福者”分析为“拥有良善守护神之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:23.1-23.6