← 金嘴狄翁

演说集

§22.1-22.5

哲学家与演说家的共通之处与建言之别

演说者指出哲学家与真正的政治演说家在教育、立法、战争等实际事务上拥有共同的关切;但相较于演说家针对具体个案仓促即兴建言,哲学家基于对事物本义的长久探究能提供更为稳妥和卓越的谋划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἐχόμενα καὶ πράξεως1 κοινὰ τοῖς φιλοσόφοις καὶ τοῖς ῥήτορσιν, ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι,2 πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων ἤ τινων ἀλλὰ δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοι — καθάπερ οἶμαι Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης καὶ Πεισίστρατος, ἕως ἔτι ῥήτωρ καὶ δημαγωγὸς ἠνείχετο καλούμενος·

人们会发现,还有许多其他事务,甚至可以说是所有涉及实际作为与行动的事务,对于哲学家和演说家而言都是共通的——只要这些演说家既非市井之徒,亦非唯利是图的受雇者,只盯着金钱以及有关契约等私下争讼,而是被认为堪当在公众场合进言与立法的人,正如我想雅典的伯里克利、修昔底德,以及更早的狄米斯托克利、克里斯提尼,还有尚且甘受演说家和民众领袖之称时的庇西特拉图那般。

§22.2

Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους ἐν πολιτείᾳ θετέον ἢ ῥήτορας3 κατὰ τὴν γενναίαν τε καὶ ἀληθῆ ῥητορικήν — λέγω δὲ οἷον περί τε ἀγωγῆς τῶν νέων συμβουλεύοντες καὶ νομοθετοῦντες, ὥσπερ ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσην τε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, καὶ πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν ἢ καθάπερ ὁ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν καὶ τάξεως οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας, ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ τὸν λόχον τοῦτον ἱερὸν ἐπονομασθέντα κρατῆσαι Λακεδαιμονίων τῇ περὶ Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις ἑπομένων τῶν Ἑλλήνων·

因为人们应当将阿里斯提得斯、吕库古、梭伦和伊巴密浓达,以及任何诸如此类的人物,视为涉足政制的哲学家,抑或依循高贵而真正的修辞术的演说家——我的意思是,他们就诸如青年的教养建言献策并制定法律,如吕库古在拉刻代蒙所做的那样;并且就情爱交往、财富的获取(应当获取多少及如何获取)、婚姻、伙伴关系、货币、荣辱以及屋舍的营建提出规程;以及应当居住在有城墙筑守的城邦中,还是像神谕告诫拉刻代蒙人那样居住在无城墙的城邦中;并且就军事训练和阵列布局建言,不仅是重装步兵的方阵,还包括据说由伊巴密浓达所创设的那种战阵——将爱者与被爱者编排在一起,以便他们能更好地互为护卫,并彼此见证德行与怯懦;而这支被称为“圣军”的连队,在留克特拉战役中击败了拉刻代蒙人,尽管当时全希腊人都跟随着拉刻代蒙人。

§22.3

τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοῖς παρέπιπτε, περί τε εἰρήνης καὶ πολέμου, ὃ νῦν τυγχάνει ζητούμενον. πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος,4 οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ χρηστέον ἢ δημοκρατίᾳ ἢ ἄλλῃ τινὶ καταστάσει πολιτείας· ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον. οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος ἢ μὴ συμβάντος ἕκαστα τούτων πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε ἢ τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναίοις πρὸς Πελοποννησίους ἢ βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους ἢ Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας ἢ Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν Ἀσίαν.

而最重大的事项,亦是常常摆在许多人面前的议题,便是关于和与战的问题,这恰好是眼下所探究的课题。诸如此类的整个门类,在哲学家那里被称为论“合宜之举(本分)”,例如是否应当婚娶、是否应当参政、应当采用君主制、民主制还是其他某种政制形式;在我看来,是否应当开战亦属于此类。因为哲学家探究这些问题,绝不仅仅是泛泛而论,而更是考察应当在何时、对何人,以及在何种情况发生或不发生时付诸实行。两者之间的差异仅在于:演说家是针对具体的个案进行考量,例如雅典人对伯罗奔尼撒人开战是否有利,或是援助科耳库拉人对抗科林斯人,或是腓力与底比斯人结盟征讨福基斯人,或是亚历山大渡海进军亚洲。

§22.4

ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ’ αὐτῶν ἐξετάζοντες ὁποῖ’ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.

因为在所有这些谋议中,都会切切实实涉及到这样的问题:对未曾先行侵害过己方的人开战是否合乎正义;如果那些己方企图与之交战的人确有不义之举,那么所发生的不义到底有多大。相反,哲学家则从远景着眼审视事物,就其本质来考察它们究竟是何种性质。因为凡事早作筹谋,并在行动的关节点到来时胸有成竹,既能明智地亲自处置又能告诫他人,比起仿佛措手不及般陷入慌乱、对自己一无所知的事物临时胡乱应对,要好得多。

§22.5

οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐδὲ ἐσκεμμένοι πρότερον, ἅμα τε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι τυγχάνουσιν· ὥστε ἄν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων ἢ τῶν ἐθνῶν ἢ τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐδὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, δι’ ὀργὴν ἢ φιλονικίαν ἢ χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις οἶμαι τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐδὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.

因为演说家们每当需要就某事审议时,既不比其他人懂得更多,此前也未曾深思熟虑过,而是在某种程度上自己边琢磨边向他人建言。而哲学家对行动的要领早有预见,早已筹划周全;是以若有城邦、部族或君王延请他们为参谋顾问,他们便能以更好、更稳妥的方式发表见解,既不会信口开河,也不会因愤怒、争胜或受金钱贿赂而今日持此论、明日反其道——正如我想演说家自己当中有人说过的那样,宛如天平之秤舌,总是倒向利益一边。但我说这番话,绝非为了贬损修辞术或优秀的演说家,而是针对那些鄙陋之徒以及徒托空名之人。

语法注4 条
  1. 22.1τὰ ἔργου τινὸς ἐχόμενα καὶ πράξεως

    动词中动态 ἔχεσθαί τινος 意为“依附于”、“与……相关”,其后的属格 ἔργου τινὸς... καὶ πράξεως 作其支配的补足语,整个短语修饰或同格说明前面的中性复数宾语,指“关涉实际作为与行动的一切事务”。

  2. 22.1ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι

    关系代词 ὅσοι 引导限定从句修饰先行词 τοῖς ῥήτορσιν。否定词 μή 表示类别或假定条件(“凡非……者”),与后文的 ἀλλὰ δημοσίᾳ συμβουλεύειν... ἀξιούμενοι 相对立,用于区分卑下的职业辩护人与从政立法的真正演说家。

  3. 22.2φιλοσόφους ἐν πολιτείᾳ θετέον ἢ ῥήτορας

    动词形容词 θετέον(源自 τίθημι,“视作、归入”)支配句首的一连串宾格(Ἀριστείδην μὲν γὰρ...),并带有述语宾格 φιλοσόφους 与 ῥήτορας,构成双重宾格结构,意为“须将阿里斯提得斯等人归入涉足政制的哲学家或真正的演说家之列”。

  4. 22.3περὶ τοῦ προσήκοντος

    带冠词中性单数分词 τὸ προσῆκον 对应斯多亚学派的术语 τὸ καθῆκον(“恰当的作为”或“本分/义务”,相当于拉丁语 officium),在此代表实践伦理学中关于公民行为本分与适宜之举的专门论题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:22.1-22.5