- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:21.13-21.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
对话者就一位容貌俊美且极为羞谨的青年向狄奥发问,狄奥由此阐释了真正羞谨的反射作用及其神秘身世,并援引荷马对诸英雄的描摹,探讨了美貌因族类而异的现象。
ἀλλὰ τί ἦν, ὃ πάλαι δὴ ἐρέσθαι σπεύδεις; — Περὶ τοῦδε τοῦ νεανίσκου, ὅστις τέ ἐστι καὶ οὗτινος· ὡς ἐγὼ οὐδένα πώποτε οὕτως ἐξεπλάγην. ἡ μὲν γὰρ ἡλικία παῖδα αὐτὸν ἐνδείκνυσιν ἑκκαίδεκα ἴσως ἢ ἑπτακαίδεκα ἐτῶν· τὸ δὲ μέγεθος οὐδενὸς ἧττον τῶν ἀνδρῶν· ἡ δὲ αἰδὼς τοσαύτη ὥστε καὶ τὸν προσιόντα αἰδεῖσθαι εὐθὺς ποιεῖ. καὶ οὐκ ἔστιν ἐπὶ πλέον αὐτοῦ εἰς τὸ πρόσωπον ὁρᾶν, εἰ μὴ καὶ αὐτὸς ἀποβλέψειεν ἀπὸ τύχης. οὐδεὶς γὰρ οὕτως ἀναιδὴς οὐδὲ λίθινός ἐστιν ὅστις ὑπομενεῖ καὶ ἀντιστήσεται ὁρῶν αὐτόν, ἀλλ’ εὐθὺς ἀνάγκη τραπῆναι καὶ μεταβαλέσθαι τὼ ὀφθαλμώ. τοῦτο δὲ ἐγὼ τὸ πάθος πάνυ θαυμάζω, ὅτι τὸ κάλλος, ἐὰν μετὰ αἰδοῦς ᾖ, καὶ τοὺς ἀναιδεῖς τρέπει τε καὶ ἀναγκάζει αἰδεῖσθαι. —
狄奥:然而,你很久以来急于探问的究竟是什么呢? 对话者:是关于这里的这个青年,他是谁,又是谁的儿子;因为我从未对任何人如此惊叹过。按年纪看,他显出只是个十六七岁的少年;但其身量却不输于任何成年男子;他的羞谨是如此深切,以至于能立刻令走近他的人也心生敬畏。若非他本人碰巧移开视线,人是无法久久凝视他的面容的。因为没有人会如此无耻或冷若顽石,竟能面对他而坚持凝视下去,相反,人们不得不立刻移开目光、垂下双眼。我对这种体验深感惊奇:美若是伴随着羞谨,竟能退却无耻之徒,并迫使他们也心怀敬畏。
Δ. Ἴσως γὰρ οὐ προσενόησας τὸ ἐν τοῖς ὕδασι γιγνόμενον. — Τί δή; — Δ. Ότι τοῦ ἡλίου ἐπιλάμψαντος εἰς τὸ κατ’ εὐθὺ μάλιστα ἀντιλάμπει. καὶ ἴσως ἑώρακας ἐν τοῖς τοίχοις τὸ κινούμενον καὶ περιτρέχον φῶς, οὐκ ὂν ἀληθινόν, ἀλλ’ ἀπὸ τῆς ἐν τοῖς ὕδασιν αὐγῆς τοῦ ἡλίου γεγονὸς τοιοῦτον οὖν τι καὶ ἀπὸ τῆς ἀληθινῆς αἰδοῦς ἀντιλάμπει τε καὶ ποιεῖ δοκεῖν αἰδεῖσθαι τοὺς ὁρῶντας· ἔπειτ̓ εὐθὺς ἀπελθόντες ἀναιδεῖς εἰσιν. — Ὡς ἔμοιγε καὶ ὁ παιδοτρίβης ἐδόκει καὶ αὐτὸς οἷον ἐνθουσιῶν τε καὶ ἐκπεπληγμένος. —
狄奥:这或许是因为你没有注意到水中发生的事情。 对话者:这是何意? 狄奥:太阳照耀水面时,反光最强烈地映向正对面。你或许在墙壁上见过那晃动游移的光影,它并非真正的实光,而是由水中太阳的反射所产生的。因此,某种类似的东西亦从真正的羞谨中反照出来,令注视者看似心怀敬畏;然而他们一走开,便立刻故态复萌、毫无廉耻。 对话者:依我看,连那位体操教练本人也显得仿佛陷入迷狂、惊愕失神。
Δ. Οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδάν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενὸς ἐστιν.1 — Πῶς λέγεις μηδενὸς εἶναι αὐτόν; — Δ. Οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν. — Ἀλλ’ ἦ2 τῶν Σπαρτῶν ἐστιν εἷς; — Δ. Πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ἦσαν καὶ φιλάνθρωποι τὰς φύσεις, ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι τῆς γῆς τὰ τέκνα· ἐπεὶ τό γε σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ ἢ Λακωνικῷ τε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστὶν οὐ δεῖ δήπου ἀμφιγνοῆσαι. —
狄奥:那么,当你得知这样一个青年竟然谁的也不是时,你定会更加惊异。 对话者:你说他谁的也不是,这是什么意思? 狄奥:正如你打听他是谁的一样;因为我想你问的是他是谁的儿子。 对话者:莫非他是地生人之一? 狄奥:倘若那些“大地之子”性情温厚而仁爱,如这位青年一样,而非完全粗鄙凶暴,这倒确实配得上他的身量与勇武;毕竟你对他的体魄所作的揣摩并无不当,将它推断为波奥提亚式的,而非斯巴达式或阿提卡式的。因为它完全是希腊式的,这自是不容置疑的。
τι γὰρ; εἴη τις ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; ἢ οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν; — Δ. Ἀλλ’ οὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι ὥσπερ εἶδος καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα, ἢ ὁμοίως σοι δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύς τε καὶ Ἕκτωρ; — Οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ὁ ποιητὴς διέξεισιν; — Δ. Ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν· οὐ γὰρ οἶμαι περὶ κάλλους ἔπρεπεν αὐτοῦ τι μεμνῆσθαι. τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναί φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων· οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος.
对话者:怎么,在美貌上难道也有族类的差异不成?抑或你以为异族人中便出不了俊美之士? 狄奥:难道你不认为,恰如言语与服饰那般,存在着某种异族式的形貌与美,亦存在着某种希腊式的形貌与美吗?抑或在你看来,阿喀琉斯与赫克托耳的美是毫无二致的? 对话者:诗人不是仅将赫克托耳当作勇士来详加叙述的吗? 狄奥:在他焚烧战船之处确实如此;因为我想,在彼处提及他的美貌是不合时宜的。然而诗人说,当赫克托耳身死并被剥去甲胄时,阿开奥斯人得见其容,皆为其美貌所震撼,其言大体如下:“他们亦凝视着赫克托耳那令人叹服的身躯与形貌。”
οὐ γὰρ ἦν αὐτοῖς πρότερον οἶμαι σχολὴ θηήσασθαι αὐτὸν ἀκριβῶς· καὶ τὰ ἄλλα σχεδὸν σαφέστερον ἐπέξεισιν ἢ περὶ ἄλλου τινὸς τῶν καλλίστων. τήν τε γὰρ κεφαλὴν χαρίεσσαν αὐτοῦ φησιν εἶναι καὶ τὴν κόμην πάνυ μέλαιναν καὶ τὸ σῶμα οὐ σκληρόν. περὶ δὲ τοῦ Ἀχιλλέως εἴδους οὐδὲν λέγει καθ’ ἕκαστον ἀλλ̓ ἢ τῆς κόμης, ὅτι ξανθὸς ἦν, καὶ περὶ τῆς Εὐφόρβου κόμης καὶ Πατρόκλου ὡς μάλιστα ἐν ἀκμῇ τελευτησάντων, καὶ περὶ τῶν ἄλλων σμικρόν τι περὶ ἑκάστου καὶ ἀνδρῶν καὶ γυναικῶν τῶν καλλίστων. πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς,3 οὐδὲ Ἀλέξανδρον ἢ Εὔφορβον ἢ Τρωίλον· ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ, οὐδὲ ἐν τοῖς βαρβάροις Σέσωστριν τὸν Αἰγύπτιον ἢ Μέμνονα τὸν Αἰθίοπα ἢ Νινύαν ἢ Εὐρύπυλον ἢ Πέλοπα.
因为我想他们此前并无闲暇仔细瞻仰他;而诗人对赫克托耳其余特征的叙述,几乎比对其他任何极美之人都要明晰。因为他说他的头颅秀美,头发乌黑,身躯毫不粗硬。然而关于阿喀琉斯的容貌,除了他的头发是金色之外,诗人并未逐一详述;关于欧福耳玻斯和帕特罗克洛斯,也仅言其头发,因他们皆殒命于青春鼎盛之时;至于其余最俊美之男女,他也只对每人略提一二。只不过,决不会有人说这些人是同等俊美的,亦不会有人说亚历山大、欧福耳玻斯或特罗伊罗斯与墨涅拉奥斯、帕特罗克洛斯或尼柔斯有丝毫相似,亦不会说异族中的埃及人塞索斯特里斯、埃塞俄比亚人门农、尼纽阿斯、欧律皮罗斯或珀罗普斯彼此相似。
- 21.15οὐδενός ἐστιν
οὐδενός 是表示从属或出身的属格(genitive of origin/possession),在此与下文的 ὅτου υἱός ἐστιν(“是谁的儿子”)同义。它并不意指“不属于任何主人(即非奴隶)”,而是指“不知其生父是谁”或“出身无可稽考”。
- 21.15ἀλλ’ ἢ
在否定词(此处为 οὐδὲν)之后,ἀλλ’ ἤ 为表示“除……之外”(except)的固定成语。在此处意为“除了他是金发这一头发的情况之外,关于阿喀琉斯的容貌并未逐一提及”。
- 21.17πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς
句末结构由 πλὴν ὅτι(“除了……之外”)引导,其主导的潜在希求法从句 οὐδεὶς ἂν εἴποι 统摄着宾格不定式短语 τούσδε... εἶναι καλούς 以及后文并列的 ἐοικέναι τι(“有丝毫相似”)。在 εἴποι 的支配下,该句总结道:决不会有人认为特洛伊一方的美男子与希腊一方的美男子容貌相似,亦不会认为异族的英雄们在美貌上彼此类同。
