← 金嘴狄翁

演说集

§21.7-21.12

尼禄对娈童的执念与对崇古风气的讽刺

狄奥讲述了尼禄对其遭阉割的娈童所怀有的怪异执念、身旁之人的谄媚逢迎以及尼禄的败亡,随后以书商伪造古卷为喻,讽刺了当代文人言必称古人的虚浮风尚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.7

Καὶ τί ἦν τὸ ὄνομα τῇ γυναικί, ὃ τῷ εὐνούχῳ ἔθετο; — Δ. Τί δὲ σοὶ τοῦτο; πάντως γὰρ οὐ Ῥοδογούνη ἐλέγετο. ἀλλ’ ἐκεῖνός γε καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας διεκέκριτο, καὶ παιδίσκαι ἠκολούθουν, ὁπότε βαδίζοι, καὶ ἀμπείχετο ἐσθῆτα γυναικείαν καὶ τά γε ἄλλα οὕτως ἠναγκάζετο ποιεῖν· τέλος δὲ προυτέθησαν μεγάλαι τιμαὶ καὶ χρήματα ἄπειρα τὸ πλῆθος, ὅστις αὐτὸν γυναῖκα ποιήσειεν. — Ἦ οὖν καὶ ὑπέσχοντο;

对话者:那么他给那个宦官起的、他妻子的名字是什么呢? 狄奥:这同你又有何相干?反正她决不叫罗多古涅。然而那人不仅头上分缝梳发,出门步行时有女仆跟随,身着女装,其余诸事也都被迫照此行事;最后,甚至还悬赏重赏与数额无穷的金钱,给能将他变为女人的人。 对话者:那么真有人敢于应承吗?

§21.8

Δ. Τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; ἢ οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν;1 ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παρ’ οὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν ᾖ, κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν, τούς τε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι.

狄奥:面对出资如此丰厚的人,他们怎能不应承呢?抑或你不知给予者的力量有多大?乃至每逢需要确立皇帝之时,他们也总是挑选最富有、最有望从中得到最多银钱的人,至于其他方面他是怎样的人则全然不顾,即便他大权在握之后打算将所有人屠戮殆尽——不仅是其余所有人,甚至包括那些收了钱的人自身——并且还要夺走他们所拥有的一切家产。

§21.9

τούτῳ δὴ μάλιστα περιῆν ὁ Νέρων, καὶ οὐδεὶς ἀντέλεγεν αὐτῷ περὶ οὐδενὸς ὅ,τι εἴποι οὐδ’ ἀδύνατον ἔφη εἶναι ὃ κελεύσειεν, οὐδ’ εἰ πέτεσθαι κελεύοι τινά, ἀλλὰ καὶ τοῦτο ὑπέσχετο αὐτῷ, καὶ συχνὸν χρόνον ἐτρέφετο ἔνδον παρ’ αὐτῷ ἐν τοῖς βασιλείοις, ὡς πτησόμενος. μόνος γὰρ δὴ οὐδένα τρόπον ἐφείδετο χρημάτων, οὔτε διδοὺς οὔτε λαμβάνων. διὰ μόνην μέντοι ταύτην τὴν ὕβριν καὶ ἀπέθανε τὴν εἰς τὸν εὐνοῦχον. ὀργισθεὶς γὰρ ἐξήνεγκεν2 αὐτοῦ τὰ βουλεύματα τοῖς περὶ αὐτόν· καὶ οὕτως ἀπέστησαν ἀπ’ αὐτοῦ καὶ ἠνάγκασαν ὅτῳ ποτὲ τρόπῳ ἀπολέσθαι αὐτόν·

尼禄在这方面尤其出众,对于他所说的一切,无人敢于反驳,也无人敢称他所命令的事绝不可能,哪怕他命令某人飞起来也是如此;反而有人真敢向他应承此事,并以准备飞行为名,在王宫内部受他供养了相当长一段时间。因为唯独他在钱财上毫无顾忌,无论是给予还是搜刮。然而,仅仅由于对这名宦官的侮辱,他才落得个身死的下场。因为那宦官怒火中烧,将他的密谋泄露给了他身边的人;于是众人起而背叛他,并迫使他以某种方式死去。

§21.10

οὐδέπω γὰρ καὶ νῦν τοῦτό γε δῆλόν ἐστιν· ἐπεὶ τῶν γε ἄλλων ἕνεκεν οὐδὲν ἐκώλυεν αὐτὸν βασιλεύειν τὸν ἅπαντα χρόνον, ὅν γε καὶ νῦν ἔτι πάντες ἐπιθυμοῦσι ζῆν. οἱ δὲ πλεῖστοι καὶ οἴονται, καίπερ τρόπον τινὰ οὐχ ἅπαξ αὐτοῦ τεθνηκότος, ἀλλὰ πολλάκις μετὰ τῶν σφόδρα οἰηθέντων αὐτὸν ζῆν. — Σὺ μὲν ἀεὶ λόγους ἀνευρίσκεις, ὥστε διασύρειν τὰ τῶν ἀνθρώπων, καὶ νῦν ἐξ οὐδενός, ὡς εἰπεῖν, ἐπὶ ταῦτα ἦλθες. ὃ δὲ ἐβουλόμην ἐρέσθαι, οὐκ εἴασας.

因为直到如今,唯独此事尚不明朗;毕竟就其他方面而言,本没有任何事情阻止他永远统治下去——如今人人依然盼望他活着的正是此人。甚至大多数人还认为他依然活着,尽管在某种意义上他并非只死了一次,而是同那些深信他活着的人一道死了许多次。 对话者:你总是能找出由头来贬斥人间的事务,现在又可以说是无端扯到了这些话题上。然而我原本想问的事,你却不让我问。

§21.11

— Δ. Ἴσως γάρ μου καταφρονεῖς καὶ ἡγῇ με ληρεῖν, ὅτι οὐ περὶ Κύρου καὶ Ἀλκιβιάδου λέγω, ὥσπερ οἱ σοφοὶ, ἔτι καὶ νῦν, ἀλλὰ Νέρωνος καὶ τοιούτων πραγμάτων νεωτέρων τε καὶ ἀδόξων μνημονεύω. τούτου δὲ αἴτιον τὸ μὴ πάνυ φιλεῖν τοὺς τραγῳδοὺς μηδὲ ζηλοῦν· ἐπεὶ οἶδα ὅτι αἰσχρόν ἐστιν ἐν τραγῳδίᾳ τοὺς νῦν ὄντας ὀνομάζειν, ἀλλ’ ἀρχαίου τινὸς δεῖ πράγματος καὶ οὐδὲ πάνυ πιστοῦ. οἱ μὲν οὖν ἔμπροσθεν οὐκ ᾐσχύνοντο τοὺς τότε ὄντας ὀνομάζειν καὶ λέγοντες καὶ γράφοντες· οἱ δὲ νῦν ἐκείνους ἐξ ἅπαντος ὀνομάζειν ζητοῦσιν.

狄奥:或许你的确轻视我,以为我在胡言乱语,因为我不像那些智者直到如今还在谈论居鲁士和阿尔基比亚德,反倒提及尼禄以及这类近代且不光彩的事。其原因在于我并不十分喜欢悲剧诗人,亦不愿效仿他们;因为我知道,在悲剧里提及当世之人是丢脸的,而必须取材于某种古老且并不十分可信的事。前人无论是说话还是写作,都不以提及当世之人为耻;然而当今之人却想方设法去提及古代的那些人。

§21.12

ᾗτινι δὲ τῇ σοφίᾳ πράττουσιν αὐτὸ ἐγώ σοι ἐρῶ — καὶ μὴ πάντα φλυαρεῖν με φῇς· ἀλλ’ ἴσως πολλοῦ δέω — πάντως γάρ τινι τῶν βιβλιοπωλῶν προσέσχηκας. — Διὰ τί δὴ τοῦτό με ἐρωτᾷς; — Δ. Ὅτι εἰδότες τὰ ἀρχαῖα τῶν βιβλίων σπουδαζόμενα, ὡς ἄμεινον γεγραμμένα καὶ ἐν κρείττοσι βυβλίοις, οἱ δὲ τὰ φαυλότατα τῶν νῦν καταθέντες3 εἰς σῖτον, ὅπως τό γε χρῶμα ὅμοια γένηται τοῖς παλαιοῖς, καὶ προσδιαφθείροντες ἀποδίδονται ὡς παλαιά.

他们究竟是出于何种心机才如此行事的,我这就告诉你——你可别说我凡事都在胡扯;其实或许我远非如此——因为你必定关注过某些书商。 对话者:你究竟为何问我这个? 狄奥:因为他们知道古旧的书卷备受推崇,被认为写得更好且用纸更佳,于是他们把当今最劣质的卷册埋入谷物中,以便让其色泽至少与古卷相似,并在进一步做旧破损之后,将其作为古卷售出。

语法注3 条
  1. 21.8τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν

    预提构文(prolepsis),间接疑问句的主语(“给予者的力量”)被提前作为主句动词 οἶσθα 的宾语。语义上等同于 οὐκ οἶσθα ὅση ἐστὶν ἡ δύναμις τοῦ διδόντος。

  2. 21.9ὀργισθεὶς γὰρ ἐξήνεγκεν

    分词 ὀργισθείς 与限定动词 ἐξήνεγκεν 的主语依上下文并非尼禄,而是宦官(斯波鲁斯)。承接前句的 τὴν εἰς τὸν εὐνοῦχον(“对宦官的”),说明是该宦官发怒并向周围的人告发了尼禄的企图;后文的 αὐτοῦ 指代尼禄。

  3. 21.12οἱ δὲ τὰ φαυλότατα τῶν νῦν καταθέντες

    破格构文(anacoluthon)。在表示原因的分词短语 Ὅτι εἰδότες...(“因知晓……”)之后,原本应直接承接谓语动词,此处却插入了 οἱ δέ 重新强调主语(即前文提及的“书商”βιβλιοπῶλαι),并通过分词 καταθέντες 最终连接至限定动词 ἀποδίδονται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:21.7-21.12