- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:21.1-21.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥与对话者探讨当代男性之美的衰落,分析波斯人与尼禄如何通过阉割将女性特征强加于男性,并论及后天养育对欲望取向的塑造作用。
Δ.Ὡς ὑψηλὸς ὁ νεανίσκος καὶ ὡραῖος· ἔτι δὲ ἀρχαῖον αὐτοῦ τὸ εἶδος, οἷον ἐγὼ οὐχ ἑώρακα τῶν νῦν, ἀλλ’ ἢ τῶν Ὀλυμπίασιν ἀνακειμένων τῶν πάνυ παλαιῶν· αἱ δὲ τῶν ὕστερον εἰκόνες ἀεὶ χείρους καὶ ἀγεννεστέρων φαίνονται, τὸ μέν τι ὑπὸ τῶν δημιουργῶν, τὸ δὲ πλέον καὶ αὐτοὶ τοιοῦτοί εἰσιν. — Ἦ δεινὸν λέγεις, εἰ ὥσπερ φυτόν τι ἢ ζῷον ἐκλελοίπασι τῷ χρόνῳ οἱ καλοί, οἷον δή φασι τοὺς λέοντας παθεῖν τοὺς ἐν τῇ Εὐρώπῃ· οὐ γὰρ ἔτι αὐτῶν εἶναι τὸ γένος· πρότερον δὲ ἦσαν καὶ περὶ Μακεδονίαν καὶ ἐν ἄλλοις τόποις· εἰ οὕτως οἴχεται δὴ κάλλος ἐξ ἀνθρώπων. —
狄奥:这个青年多么高挑而健美!而且他的相貌带有一种古朴的气质,在如今的人群中我不曾见过,唯在奥林匹亚所供奉的那些最古老的雕像中得见。相较之下,后世之人的雕像看起来总是逊色而显得血统低贱,这一半是因为工匠的技术,但更主要的是由于他们自身原本就是如此。 对话者:你说的真是耸人听闻,若是在岁月流转中,美男子竟真如某种植物或动物般消亡绝迹,正如人们所说欧洲的狮子所遭遇的那样——因为如今已没有它们的种群,尽管从前它们曾生活在马其顿周边及其他地方——若是美貌竟然就这样从人间消失殆尽!
Δ. Τό γε ἀνδρεῖον, ὦ βέλτιστε· τὸ μέντοι γυναικεῖον ἴσως πλεονάζει. ἀνὴρ δὲ καλὸς σπάνιον μὲν εἰ γίγνεται νῦν, καὶ γενόμενος τοὺς πλείστους λανθάνει, πολλῷ μᾶλλον ἢ οἱ καλοὶ ἵπποι τοὺς ὀρεωκόμους. εἰ δ’ ἄρα καὶ ἅψαιντο τῶν τοιούτων, μεθ’ ὕβρεως καὶ πρὸς οὐδὲν ἀγαθόν· ὥστε μοι δοκοῦσι καὶ οἱ γενόμενοι ταχὺ λήγειν καὶ ἀφανίζεσθαι. οὐ γὰρ μόνον ἡ ἀρετὴ ἐπαίνῳ αὔξεται, ἀλλὰ καὶ τὸ κάλλος ὑπὸ τῶν τιμώντων αὐτὸ καὶ σεβομένων· ἀμελούμενον δὲ καὶ οὐδενὸς εἰς αὐτὸ βλέποντος ἢ πονηρῶν βλεπόντων σβέννυται, ὥσπερ τὰ κάτοπτρα. — Ἆρ’ οὖν, ὅπερ Ἀθηναῖοι πολλάκις, καὶ ἡμᾶς χρὴ ἀναρχίαν ἀναγράφειν τὸν παρόντα καιρόν,1 ὡς οὐδενὸς ὄντος καλοῦ; —
狄奥:至少阳刚之美是如此,我亲爱的朋友;不过阴柔之美或许正泛滥成灾。然而俊美的男子如今即便诞生,也是罕见之事,纵使诞生了也多半不为大多数人所赏识,远甚于良马不被骡夫赏识。即便人们当真触碰这等男子,也是出于凌辱且毫无善意;因此在我看来,即便那些降生的美男子也会很快凋零隐没。因为不仅美德因赞誉而滋长,美貌亦赖敬重并景仰它的人而增色;可一旦遭到忽视,无人在意,抑或只有卑劣之徒注视它,它便如镜子般光芒暗淡以至熄灭。 对话者:那么,难道我们真该如雅典人屡次所做的那样,鉴于空无美男子,便将当今时代记作“无执政官之期(空位期)”吗?
Δ. Ναὶ μὰ Δία, πλὴν ὡς Πέρσαι γε ἐνόμιζον· Ἑλλήνων δὲ οὐδεὶς ἢ εἴ τις, ἐκ τῶν τριάκοντα. ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῷ μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν.2 — Εἶεν· οἱ δὲ Πέρσαι πῶς ἐνόμιζον;
狄奥:指宙斯起誓,的确应当如此,除非依波斯人所认定的标准;但在希腊人中〔如此认为的〕绝无一人,若有,也必定出自那“三十僭主”。难道你不知晓三十人中的克里提亚斯吗?他说过,男性中最美的姿态乃是阴柔,而在女性中则恰恰相反。由此看来,雅典人选拔他作为立法官去重修旧法倒也是理所应当,因为他确实一条旧法也没留下。 对话者:原来如此。那么波斯人又是怎样看待的呢?
— Δ. Οὐ γὰρ φανερόν, ὅτε εὐνούχους ἐποίουν τοὺς καλούς, ὅπως αὐτοῖς ὡς κάλλιστοι ὦσιν; τοσοῦτον διαφέρειν ᾤοντο πρὸς κάλλος τὸ θῆλυ. σχεδὸν δὲ καὶ πάντες οἱ βάρβαροι, ᾗπερ τὰ ἄλλα ζῷα, διὰ τὸ μόνον τὰ ἀφροδίσια ἐννοεῖν. ὡς οὖν λέγεται Δαίδαλος ποιῆσαι τὸν ταῦρον ἐξαπατῶν, περιτεῖναι τῷ ξύλῳ δέρμα βοός, κἀκεῖνοι γυναικὸς εἶδος περιτιθέασι τοῖς ἄρρεσιν, ἄλλως δὲ οὐκ ἐπίστανται ἐρᾶν.
狄奥:这难道还不明显吗?既然他们把俊美之人阉割成宦官,以便让他们在自己眼中显得尽可能美丽!他们认为女性特征对于美貌而言有如此巨大的优势。几乎所有蛮族亦复如是,宛如其余禽兽一般,只因他们心中所想唯有交合之事。正如相传代达罗斯为欺瞒公牛而制造木母牛,把母牛的毛皮套在木架上,他们也同样把女人的形态套在男子身上,否则他们便不懂得如何去爱。
ἴσως δὲ καὶ ἡ τροφὴ αἰτία τοῖς Πέρσαις, τὸ μέχρι πολλοῦ τρέφεσθαι ὑπό τε γυναικῶν καὶ εὐνούχων τῶν πρεσβυτέρων, παῖδας δὲ μετὰ παίδων καὶ μειράκια μετὰ μειρακίων μὴ πάνυ συνεῖναι μηδὲ γυμνοῦσθαι ἐν παλαίστραις καὶ γυμνασίοις. ὅθεν ἐγὼ οἶμαι ξυμβῆναι αὐτοῖς τὸ ταῖς μητράσι μίγνυσθαι· ὥσπερ οἱ πῶλοι, ἐπειδὰν ἁδρότεροι ὄντες ἀκολουθῶσιν ἔτι ταῖς μητράσιν, ἐπιβαίνειν ζητοῦσιν.
或许教养方式亦是波斯人的根由:长年由妇人与年老的宦官抚育,男孩不与男孩亲密相处,青年不与青年相伴,亦不在摔跤场与角力学校中赤身裸体。我认为,他们与母亲通奸之事正是由此而生;正如马驹在渐渐长大之后若仍追随母马,便会企图爬跨上去。
τὸ μέντοι τῆς τροφῆς καὶ ἐνταῦθα δείκνυσι τὴν ἰσχύν. κάλλιον μὲν γὰρ δὴ πολὺ ἵππος ὄνου, οἱ δέ γε ὄνοι οὐκ ἐπιθυμοῦσιν ἵππων διὰ τὴν φύσιν, εἰ μὴ ὃς ἂν ᾖ τεθραμμένος ἵππου γάλακτι· ὁμοίως δὲ καὶ ἵππος πωλευθεὶς ὑπὸ ὄνου τὸ αὐτὸ πάσχει. ἐν δὲ τοῖς ἀνθρώποις καὶ ἡ ἐξουσία παράνομόν τί ἐστι. Νέρωνα γοῦν πάντες ἐπιστάμεθα ἐφ’ ἡμῶν ὅτι οὐ μόνον ἐξέτεμε τὸν ἐρώμενον, ἀλλὰ καὶ τὸ ὄνομα αὐτοῦ μετωνόμασε γυναικεῖον, τῆς αὑτοῦ ἐρωμένης καὶ γυναικός, ἧς ἐκεῖνος ἐπιθυμήσας ἔγημεν, ἀναφανδὸν εἴρξας τὴν πρόσθεν, ἐφ’ ᾗ τὴν βασιλείαν εἰλήφει.3 —
然而,教养的威力在此处同样显露无遗。马固然远比驴更俊美,然而驴出于本性并不爱慕马,除非它是吃母马的奶长大的;同样,被母驴抚育成长的马亦会遭受相同的情形。可是在人类之中,权势亦是一种践踏法度的力量。至少在我们这个时代,人人都知晓尼禄不仅阉割了他的娈童,甚至还将他的名字改成了女名——改成了他所宠爱并娶为妻子的那位妇人的名字,而在迎娶她之前,他公然幽禁了原先的妻子,正是依仗前妻他才得以继承了帝位。
- 21.2ἀναρχίαν ἀναγράφειν τὸν παρόντα καιρόν
动词 ἀναγράφειν(记载、登记)支配双宾格结构:直接宾语 τὸν παρόντα καιρόν(当今时代)与谓语宾格 ἀναρχίαν(无执政官之期)。此处化用了雅典城邦在未选出正式执政官(archon)的年份于档案中记为“无执政官(anarchia)”的惯例,在此兼指“无统治者/缺乏美男子为代表”。
- 21.3ὃς οὐδένα αὐτῶν ἔλιπεν
由关系代名词 ὃς(指代克里提亚斯)引导的从句,在语境中带有强烈的讽刺意味,紧承上文“雅典人选派他为立法官以修改旧法”,说明他“一条旧法都没有保留”。αὐτῶν 为代指前文 νόμους(法律)的属格。
- 21.6ἐφ’ ᾗ τὴν βασιλείαν εἰλήφει
介词 ἐπί 支配关系代词与格 ᾗ(阴性单数,先行词为前文省去名词的 τὴν πρόσθεν [γυναῖκα],指克劳狄之女屋大维娅)。在此处 ἐπί 表示依据或条件(“凭借她 / 以她为条件”),指尼禄依靠与屋大维娅的联姻才确立了帝位继承权这一历史事实。
