← 金嘴狄翁

演说集

§20.21-20.26

帕里斯的妄想与掌权者闲居之危害

帕里斯(亚历山大)在闲居中将白日梦膨胀为裁决女神的幻想,并因身居权位而将此妄想付诸现实,诱拐海伦从而酿成浩劫。缺乏训导的心智在闲适与幽静中若无权势尚且无害,若执掌大权则必将引来巨大的灾祸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.21

ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν, εἰ δὲ θεός τις ὑπόσχοιτο καὶ δοίη, τάχ̓ ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας ἢ τὴν κρατοῦσάν τε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμους τε καὶ ἔρωτας; οὔκουν ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι ἢ εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ’ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην,1 ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, οὔτε θυσιῶν· πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν· οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν· ἀλλ’ εἰ οὗ μάλιστα ἐπιθυμεῖ καὶ ὃ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τις αὐτῇ καὶ μαρτυρήσειεν, ὥς ἐστι καλλίστη, τάχ’ ἂν ἀγαπῆσαι αὐτήν.

因此,他认为依常理绝无可能;但若有某位神明应许并赐予,此事或许便能实现。除却主管并统辖婚姻与情爱的女神之外,还有哪位神明更有可能施予这等恩惠呢?所以,若是那位女神赐予,他便认为这桩婚事并非不可能。那么,他怎样才能说服她施予恩惠呢?除非他以某种方式使自己讨得女神欢心,献上某种礼物与恩情。然而,女神既是黄金之身,自然拥有世间一切财富,故而并不需要金钱;也无需祭品,因为所有人无处不在向她献祭;她也不会轻易听从任何其他交往或祈求。但若有人将她最渴望、且视作万物中最珍贵之物归于她,并见证她即是最美丽者,她或许便会心满意足。

§20.22

νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν2 ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων, Ἀθηνᾶς τε καὶ Ἥρας; καὶ ἔτι μᾶλλον, εἰ φαίνοιντο ἐκεῖναι μεγάλα καὶ θαυμαστὰ παρεχόμεναι δῶρα ἕνεκα τῆς νίκης. οὕτω δὴ διελθών τε καὶ ἐξεργασάμενος τὴν αὑτοῦ δόξαν καὶ ἐπίνοιαν, οἷον ψυχῆς ἐν ὕπνῳ φαντασίαις καὶ δόξαις ἐπακολουθούσης καὶ μακρόν τι καὶ συντεταγμένον ὑφαινούσης ὄναρ, κριτής τε ὑπὸ τοῦ Διὸς γίγνεται τῶν θεῶν, καὶ τὰς μὲν αὐτάς τε ὑπερεῖδε καὶ τὰ δῶρα αὐτῶν, τὴν δὲ προέκρινεν ἐπὶ μισθῷ τε καὶ δώρῳ τῷ λαβεῖν τὸν γάμον ἐκείνης τῆς γυναικός, ὑπὲρ ἧς ἐνεθυμήθη τε καὶ εὔξατο.

在此事上,女神若要胜出并被推选为首,她还会自重于压倒谁,若非位列最初且最伟大的女神们——雅典娜与赫拉?更何况,若是她们为了胜利似乎还提供着盛大而惊人的礼物。于是,他这般推想并构筑出自己的妄念与设想,宛如灵魂在睡眠中追逐幻影与臆想、织就一场漫长而连贯的梦境,他竟被宙斯立为众女神的裁判者;他蔑视了那两位女神本身及其礼物,却把优胜判给了另一位,条件是以娶得那个他曾挂念并祈求的妇人为报酬与赠礼。

§20.23

εἰ μὲν οὖν αὐτὸ τοῦτο βουκόλος καὶ ἰδιώτης ἔτυχεν ὤν, οὐδὲν ἂν πρᾶγμα ἀπήντησεν ἐκ τοῦ τοιούτου ὀνείρατος. νῦν δὲ ἐπειδὴ τύραννος καὶ δυνάστης ἦν καὶ πλούτῳ τε ἰσχύων καὶ ἀρχῇ πόλεως τῆς τότε μεγίστης καὶ τῇ τῶν γονέων πρὸς αὐτὸν εὐνοίᾳ, τὰ λοιπὰ ἤδη ἔργῳ ἐξειργάσατο ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι,3 ναῦς τε ναυπηγησάμενος καὶ ἑταίρους συναγαγών· καὶ πλεύσας ἐπί τε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἑλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεῖν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν ἀρχήν.

假若他当时恰巧只是一名牛倌和平民,从这般梦境中便绝不会产生任何后果。但事实上,由于他是统治者与掌权之人,仗恃着财富、当时最强大城邦的统治权,以及父母对他的宠爱,他便如同这些事已然真实发生一般,立即在行动中付诸实施,造起船只并召集同伴;他扬帆驶向希腊与斯巴达,来到墨涅拉奥斯与海伦的府第并蒙受款待,劝诱她抛弃丈夫与希腊,将她带回特洛伊——这成了众多严酷灾祸与不幸的肇端。

§20.24

οὕτως αἱ μὲν ἰδιωτικῆς καὶ ἀδυνάτου ψυχῆς ἔννοιαί τε καὶ ἐπιθυμίαι ὑπηνέμιοί τε καὶ ἀδρανεῖς, καὶ οὐδὲν ἀπ’ αὐτῶν γίγνεται χαλεπόν, ἀλλ’ ὥσπερ τὰ τῷ ὄντι ὀνείρατα ἀναστάντων εὐθὺς οἴχεται καὶ οὐδὲν αὐτῶν, ὥς φασι, τὸν ἥλιον οὐδὲ τὴν ἡμέραν ὑπομένει, παραπλησίως καὶ τὰ τοιαῦτα ἔχει ἐπιθυμήματά τε καὶ ἐλπίσματα. τὰ δὲ τῶν μονάρχων ἢ πλουσίων ἢ ἄλλην τινὰ ἐχόντων δύναμιν ἐπὶ πέρας ἀφικνεῖται πολλάκις χαλεπόν τε καὶ φοβερόν.

由此可见,凡俗无能之辈的灵魂所具有的念头与欲望宛如风孕般虚浮无力,从中不会产生任何严酷的后果;正如真实的梦境在人醒来时便即刻消逝,如俗语所说,没有任何梦能经得起太阳与白昼的考验,这般的欲望与企盼亦复如是。然而君主、富豪或拥有其他某种权势之人的〔欲望与企盼〕,却往往会迎来严酷而可怕的结局。

§20.25

καὶ ἔστιν ὅμοιον, ὥσπερ ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ὑπηνεμίοις γεννήμασιν. φασὶ γὰρ δὴ ᾠὰ γίγνεσθαι οὕτως ἄνευ συνουσίας τε καὶ μίξεως ἄρρενος, ἃ καλοῦσιν ὑπηνέμια, ὡς ὑπ’ ἀνέμῳ προσπεσόντι γιγνόμενα. ὅθεν δὴ καὶ Ὅμηρος, ἐμοὶ δοκεῖν, οὐκ ἀδύνατον ἡγησάμενος οὐδὲ ἀπίθανον τοῖς ἀνθρώποις φανῆναι ἵππων ὑπηνέμιον γένος, τὸν Βορρᾶν ἔφη ἐρασθέντα Τρωικῶν τινων ἵππων ἐμπλῆσαί τε αὐτὰς γονῆς καὶ γένος ἵππων ἐξ αὐτῶν γενέσθαι.

依我看来,这种现象恰似由风而孕育的产物。人们常说,无需与雄性交配结合亦可产生禽卵,人们称之为虚卵(风卵),因为它们是受吹拂而来的风所感而成的。因此荷马也同样——依我之见——认为风孕的马种在世人看来并非不可能或不可信,便称北风波瑞阿斯因恋慕特洛伊的某些母马,便使它们受孕,并由此诞生了马种。

§20.26

εἴρηται δέ μοι πάντα ταῦτα ἀπ’ ἐκείνης τῆς ἀρχῆς καὶ ἐκτροπῆς, ὅτι δεῖ τὴν ψυχὴν ἐθίζεσθαι τὰ δέοντα πράττειν καὶ διανοεῖσθαι πανταχοῦ τε καὶ ἐν ἅπαντι θορύβῳ καὶ ἐν ἁπάσῃ ἡσυχίᾳ. εἰ δὲ μή, τὸ τῆς ἐρημίας τε καὶ ἡσυχίας οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον τοῖς ἀνοήτοις τῶν ἀνθρώπων πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαί τε καὶ ἁμαρτάνειν.4

我之所以述说这一切,皆源自最初的那个论题与离题之谈:灵魂必须受到训导,无论在何处,无论处于何种喧嚣或何种宁静之中,都要去行使并思考正当之事。否则,对于愚蠢的人而言,隐遁与闲适在防止他们思索众多荒诞之事并犯下过错方面,绝无任何更大或更稳妥的益处。

语法注4 条
  1. 20.21ἀλλ’ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην

    间接引语中的不定式结构。承接上文的 διανοεῖσθαι(思量)或默示的心智动词,表达帕里斯心中的推论(“女神并不缺少财富”等),由与 τυγχάνειν 搭配的分词 δεομένην 以及随后的潜在不定式 ὑπακοῦσαι ἄν 和 ἀγαπῆσαι ἄν 构成。

  2. 20.22νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν

    τίνος 为比较属格。依赖于动词 νικᾶν(战胜)与 προκρίνεσθαι(获选优胜)所蕴含的比较意味,意为“她还会自重于压倒谁而胜出”,并与紧随其后的 ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων(除却位列最初且最伟大的女神们之外)相呼应。

  3. 20.23ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι

    连词 ὡς 与介词短语 ἐπὶ τούτοις ἀληθῶς γεγονόσι(ἐπί + 与格,“在这些事真实发生的基础上”)连用,表达主语的主观确信或前提假定(“如同这些事当真发生了一般”)。

  4. 20.26πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαί τε καὶ ἁμαρτάνειν

    介词 πρός 加上带定冠词中性单数宾格的不定式(τὸ ... διανοεῖσθαί τε καὶ ἁμαρτάνειν),并带有否定词 μή,构成表目的或结果的结构:“为了不思索诸多荒谬之事并犯错 / 在防止……方面”,界定了前面比较短语 οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον(绝无更大或更稳妥的益处)的作用范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:20.21-20.26