- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:20.8-20.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出真正的隐退并非变换居所,而是“退入自身”,并以街头艺人及海滨居民为例,强调在外界喧嚣中训练灵魂依循理性专心于己的重要性。
μὴ οὖν βελτίστη ᾖ1 καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάν τ’ ἐν Βαβυλῶνι τύχῃ τις ὢν ἐάν τ’ Ἀθήνησιν ἐάν τ’ ἐν στρατοπέδῳ ἐάν τ’ ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα· ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ’ ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε μικρὰν ἀνάπαυσιν, οὐ μὴν ἱκανήν γε οὐδ’ ὥστε ἀπαλλάξαι· —
那么,无论人是碰巧身在巴比伦还是在雅典,是在军营中还是在小岛上孑然一身,退入自身并专注于自己的事务,难道不是一切隐退中最美好且最有益的吗?因为那种迁移之地的隐退和远行,对于享有闲暇和克尽职守而言仅有微小的助益;这正如病人接连不断地换躺在一张又一张病榻上,有时固然能带来某种微小的歇息,却绝不充分,更不足以消除病痛。
ἰδεῖν τε ἔστι καὶ τῷ πάνυ πολλῷ θορύβῳ τε καὶ πλήθει οὐ κωλυόμενον πράττειν ἕκαστον τὸ αὑτοῦ ἔργον, ἀλλ’ ὅ τε αὐλῶν ἢ διδάσκων αὐλεῖν τοῦτο ποιεῖ πολλάκις ἐπ’ αὐτῆς τῆς ὁδοῦ τὸ διδασκαλεῖον ἔχων καὶ οὐδὲν αὐτὸν ἐξίστησι τὸ πλῆθος οὐδὲ ὁ θόρυβος τῶν παριόντων, ὅ τε ὀρχούμενος ὁμοίως ἢ ὀρχηστοδιδάσκαλος πρὸς τούτῳ ἐστίν, ἀμελήσας τῶν μαχομένων τε καὶ ἀποδιδομένων καὶ ἄλλα πραττόντων, ὅ τε κιθαριστὴς ὅ τε ζωγράφος· ὃ δὲ πάντων σφοδρότατόν ἐστιν· οἱ γὰρ τῶν γραμμάτων διδάσκαλοι μετὰ τῶν παίδων ἐν ταῖς ὁδοῖς κάθηνται, καὶ οὐδὲν αὐτοῖς ἐμποδών ἐστιν ἐν τοσούτῳ πλήθει τοῦ διδάσκειν τε καὶ μανθάνειν.
事实上人们可以看到,即使在极大的喧嚣与拥挤之中,每个人也并未被阻碍去从事各自的工作:吹笛者或教授吹笛的人,往往就在街道中央设立学馆行事,而人群和行人的喧声丝毫不使他分心;跳舞者或舞蹈教师同样专注于此,毫不理会打架斗殴、买卖交易或从事其他事务的人;琴师和画师亦是如此。而最令人惊叹的是:蒙学塾师与孩童们一道坐在街道上,在如此拥挤的人群中,教与学却毫无阻碍。
ἤδη δέ ποτε εἶδον ἐγὼ διὰ τοῦ ἱπποδρόμου βαδίζων πολλοὺς ἐν τῷ αὐτῷ ἀνθρώπους ἄλλον ἄλλο τι πράττοντας, τὸν μὲν αὐλοῦντα, τὸν δὲ ὀρχούμενον, τὸν δὲ θαῦμα ἀποδιδόμενον, τὸν δὲ ποίημα ἀναγιγνώσκοντα, τὸν δὲ ᾅδοντα, τὸν δὲ ἱστορίαν τινὰ ἢ μῦθον διηγούμενον· καὶ οὐδὲ εἷς τούτων οὐδένα ἐκώλυσε προσέχειν αὑτῷ καὶ τὸ προκείμενον πράττειν.
昔日我也曾穿行于赛马场,亲眼见到许多人在同一地点各行其是:有人在吹笛,有人在跳舞,有人在表演幻术,有人在朗诵诗歌,有人在歌唱,有人在讲述故事或神话;他们当中没有任何一人妨碍了别人专注于自身并完成摆在面前的事务。
καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων, ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἔοικε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίας τε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι· καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπή τε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως ἄρα καὶ τοῖς φιλολόγοις, εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὅραμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἵα τε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς προσέχειν καὶ περὶ ταῦτα γίγνεσθαι.
然而,这些技艺中没有哪一样能凝聚灵魂、使之安定并使之蔑视一切外物。然而看来,最能成就此事的教养与哲学,却偏偏需要极大的幽静与隐退;正如病人若非四面皆沉寂安宁便无法入眠一样,文士学者们难道也唯有在所有人都为他们保持缄默、既无异物可见亦无异响可闻之时,灵魂才能够专注于自身的事务并潜心于此吗?
ἀλλ’ ἔγωγε ὁρῶ καὶ τοὺς πλησίον τῆς θαλάττης οὐδὲν πάσχοντας, ἀλλὰ καὶ διανοεῖσθαι δυναμένους ἃ βούλονται διανοεῖσθαι καὶ λέγοντας καὶ ἀκούοντας καὶ καθεύδοντας, ὁπόταν αὐτοῖς ᾖ καιρός, ὅτι οὐδὲν οἴονται προσήκειν αὑτοῖς τοῦ ψόφου τούτου οὐδὲ φροντίζουσιν. εἰ δέ γε ἐβούλοντο προσέχειν ὁπότε μείζων ἢ ἐλάττων γίγνοιτο ἦχος ἢ διαριθμεῖν τὰ κύματα τὰ προσπίπτοντα ἢ τοὺς λάρους τε καὶ τὰ ἄλλα ὄρνεα ὁρᾶν, ὅπως ἐπιπέτονται ἐπὶ τὰ κύματα καὶ νήχονται ῥᾳδίως ἐπ’ αὐτῶν, οὐκ ἂν ἦν αὐτοῖς σχολὴ ἄλλο τι ποιεῖν.
然而据我所见,就连居住在海边的人也没有受到丝毫妨碍,反而在合宜之时既能思考他们想要思考的事,也能言说、倾听与安睡,因为他们认为这喧腾之声与自己毫无干系,也并不挂怀。但如果他们执意去留心浪声何时变大变小,或者去数算拍岸的波涛,抑或观看海鸥与其他飞鸟如何掠过波涛并在水面上自如游弋,他们就不会有闲暇去从事任何其他事情了。
οὐκοῦν καὶ ὅστις δυνατὸς ἐννοῆσαι περὶ τῶν πολλῶν ἀνθρώπων καὶ τοῦ θορύβου τοῦ κατ’ αὐτοὺς καὶ τῶν πραγμάτων, ὅτι οὐδὲν διαφέρει ταῦτα τῶν ἐν τῇ θαλάττῃ γιγνομένων, οὐκ ἂν ἐνοχλοῖτο ὑπ’ αὐτῶν. ἀλλὰ τοῦτό ἐστιν, ὡς ἔοικε, πολλοῦ ἄξιον μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ’ ἄλλ’ ἄττα τρέπεσθαι ἢ τά τε προκείμενα καὶ δοκοῦντα ὀρθῶς ἔχειν·
因此,凡是能够对芸芸众生、围绕着他们的喧扰及其俗务省悟到这一点——即这些与海上发生的事情毫无二致——的人,便绝不会受到他们的困扰。相反,看来这才是极有价值的学问与教诲:训练灵魂顺从理性,除了摆在面前且被认定为正当的事务之外,不转向任何旁的事物。
καὶ ἡ μὲν οὕτως ἐθισθεῖσα ψυχὴ δυνήσεται ἅπαντα διαπράττεσθαι τὰ προσήκοντα αὐτῇ, ἡ δὲ ῥεμβομένη τε καὶ ἀλύουσα καὶ ἄλλοτε ἐπ’ ἄλλο τρεπομένη, ὅταν τι προφανῇ ποτε ἡδονήν τινα ἢ ῥᾳστώνην ἔχον, ὥσπερ ὕδατος ἐν ἑτεροκλινεῖ χωρίῳ ὅποι ἔτυχε τρεπομένου,2 οὐδὲν ἂν ὠφεληθείη οὐδ’ ὑπὸ τῆς πάσης ἡσυχίας τε καὶ ἐρημίας.
凡受过如此训练的灵魂,将能够克尽一切切合自身的职责;而那游荡、恍惚、每逢显现出带有某种快乐或安逸之物便转顾他处的灵魂,正如水在倾斜的地面上随处乱淌一样,即便是身处全然的安宁与荒僻之中,也不会得到丝毫益处。
- 20.8μὴ οὖν βελτίστη ᾖ
由 μή 搭配虚拟式构成的委婉断言或自问句(“难道不是……吗?”“或许……才是吧”)。承接前文关于地理迁移式隐退之徒劳的论述,委婉地提出唯有内省自守才是最佳的隐退。
- 20.14ὥσπερ ὕδατος ἐν ἑτεροκλινεῖ χωρίῳ ὅποι ἔτυχε τρεπομένου
以属格独立结构构成的明喻。它并未与主句的阴性主语 ἡ δὲ ῥεμβομένη [ψυχή] 在格上保持一致,而是将整个生动的自然图景独立处理为属格绝对分词短语(“正如水在倾斜之地上随处流淌一般”)。
