← 金嘴狄翁

演说集

§20.15-20.20

猎犬的对比与愚人在闲暇中的妄想

通过训练有素与未经训练的猎犬之对比,论者阐明了心智专注的重要性,批评了愚人在幽居中沉溺于荒诞妄想的弊端,并以帕里斯(亚历山大)在放牧时因妄想而渴望娶海伦为例进行论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.15

οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς ἀχθείσας καὶ φιλοπόνους, ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐδ’ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας,1 οὐδ’ εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπό τε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ πλῆθος ἀνθρώπων τε καὶ ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτων — οὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνο πανταχόθεν ἐκλέγει τὸ ἴχνος κἀκείνῳ ἕπεται, μέχρις ἂν εὕρῃ τε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δι’ ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὄρος οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ἢ ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινας δρόμους τοῦ λαγὼ θέοντος καὶ πειρωμένου ἐξαπατᾶν· τὰς δὲ ἀμαθεῖς τε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μηδὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐδὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς.

因为我自己也知道,在猎犬中,那些训导有素且吃苦耐劳的,一旦被松开,便立即搜寻踪迹;即使所有人都呼唤呼退它们,它们也绝不会舍弃这踪迹;即使四面八方传来许多呼喊声,果实与花朵的众多气味交织在一起,出现大群的人与其他动物,以及马、牛、羊的蹄印——它既不看这些,也丝毫不理会其中任何一样,而是从各处单单挑出那个踪迹并紧追不舍,直到寻获并惊起野兔;此后无论穿过怎样的地形它都紧追不舍,野兔虽多次奔逃试图欺瞒诱骗,然而无论是平原、山峦、极度险峻之地、山谷还是溪流,都无法阻挡它;相反,那些愚昧且未经训练的猎犬,嗅觉迟钝却极易放弃;若从别处传来声响,无论是犬吠还是过路行人或牧人的呼喊,它们便立刻从踪迹上抬起头,向那边奔去。所有这些的原因,正如我所说的,全在于习惯。同样,人们也应当训练灵魂,使之绝不偏离、绝不退却于自认切合自身的职守。否则,要克服困难或圆满成就任何事业绝非易事。

§20.17

ἢ οὐκ ἐν ταῖς ἐρημίαις καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδας τε καὶ πλούτους καὶ ἄλλ’ ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας χρυσοῦ τε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον2 κτώμενοι, οἱ δὲ βασιλεῖς τε καὶ μονάρχους πόλεών τε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, τοὺς μέν τινας ἀποκτιννύντες, τοὺς δὲ ἐλαύνοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες, οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας οἷον ἐγρηγορότες τε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται· οὐ γὰρ ἐθέλει ἡ τυραννὶς ὑπὸ ῥᾳθύμου τε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ τοὐναντίον ὑπὸ δριμείας τε καὶ ἀγρύπνου φροντίδος· δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς ἤδη πολλάκις ἀπήντησαν.

难道不是在幽静与闲适之中,愚蠢的人们恰恰在那里发明了诸多别样荒谬的念头,沉湎于与之相伴,以此来逃避思考任何正事,为自己构想出僭主之位、财富及其他种种惊人之事吗?有人突然获取了不可胜数的大量金银宝藏,有人自封为城邦与各族的君王及独裁者,随即做出一切僭政之举,诛杀某些人,流放某些人,随心所欲地亲近处女、少年与妇人,享用最奢华的筵席与盛宴;还有些人放债取息或经营其他营生,宛如醒着做梦一般,为自己编织出形形色色、光怪陆离的梦境。有时候,从这些幻梦中,最卑劣、最荒谬的后果确实在现实中降临到他们头上。当然,僭政绝非产生于这类妄想;因为僭政不愿被怠惰且近乎长眠的心智所捕获,而是需要敏锐且不眠的机谋;然而,挥霍、私通以及诸如此类的荒唐事,却早已屡屡发生在许多人身上。

§20.19

οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι3 τίς τε δὴ καὶ παρὰ τίσιν ἡ τοιαύτη γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος ὑπάρξαι γάμος· καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἣν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων· καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων· ἐπεθύμησεν αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα.

正如我认为亚历山大在伊达山放牧牛群闲居之时,心中生出这样的念头与渴望:拥有一切女子中最美丽的一位,实乃无上幸福与福祉之事,无论是王位、财富,还是征战战胜天下所有人,都无法与这桩美事相比;随后他便开始盘算,这样的女子究竟是谁,居于何人之中,以及自己从何处能缔结如此的姻缘;于是,他自恃出身王家,轻视伊利昂的新娘与处女,认为她们不配嫁与自己,同样也鄙弃吕底亚与弗里吉亚的妇女,以及莱斯博斯和穆西亚的女子。但他探知在斯巴达有一位据称是宙斯之女的妇人,嫁给了身为君王且是全希腊君王之兄的墨涅拉奥斯,希腊的首领与杰出人物曾带着丰厚的聘礼与馈赠向她求婚并争相求娶,且她还被传有波吕丢刻斯与卡斯托耳这两位出生为宙斯之子的杰出兄弟;于是他便渴望让这个女子成为自己的妻子。

语法注3 条
  1. 20.15οὐδ’ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας

    分词 ἀπολειπούσας(宾格阴性复数,与 τὰς μὲν καλῶς ἀχθείσας 一致)受主动词 οἶδα 支配,构成间接引语中的分词结构。在条件从句(εἰ + 祈愿语气)的统摄下,归结从句中的 ἄν 与分词连用(ἄν ποτε ἀπολειπούσας),相当于祈愿语气的潜在形式(οὐκ ἄν ποτε ἀπολείποιεν)。否定词 οὐδ'... οὐκ 起到强调双重否定的作用。

  2. 20.17ἀμήχανον ὅσον

    带有关系代词 ὅσον 的惯用表达(类似于拉丁语中的 immane quantum 或 mirum quantum),作副词性或形容词性修饰,意为“无可估量地、惊人地”,在此修饰 πλῆθος(巨大的数量)。

  3. 20.19οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι

    受主要动词 οἶμαι 支配的“宾格加不定式”结构。主语宾格 τὸν Ἀλέξανδρον 与不定式 διανοεῖσθαι 被中间插入的时间状语从句(ὡς ἐτύγχανε...)、属格独立结构(τοιαύτης ἐννοίας... γενομένης)以及同位语 ὡς 从句大幅隔开(倒装/隔置修辞)。句子的核心骨架为 οἶμαι τὸν Ἀλέξανδρον ... διανοεῖσθαι(“我认为亚历山大……便开始盘算”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:20.15-20.20