- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:20.1-20.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论证了真正的隐退既非逃避公民职责,亦非单纯迁居换境,而在于保持灵魂的主宰,避免将比金钱更珍贵的生命时光虚掷于无益的交际与怠惰之中。
Τί γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τις Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι1 ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μηδὲ κινδυνεύειν, οὗτος ἂν ἀνακεχωρηκέναι λέγοιτο;
究竟什么是“隐退”,我们又应当把谁归入隐退之列呢?难道应当说,那些逃避属于自己的应尽职责与事务的人就是隐退吗?例如,某人身为雅典人,在拉刻代蒙人入侵阿提卡,抑或腓力及其他敌人进犯之际,本应为祖国出征,但他为了免于服役与冒险,却退避到墨加拉或埃癸那,这样的人能被称为隐退了吗?
ἢ εἴ τις συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; ἢ εἴ τις ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποι τε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τις ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι καὶ αὐτόν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινας φυλάττειν ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ’ ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μηδὲ εἷς αὐτὸν ἐξελέγξει μηδὲ κωλύσει πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι, ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ’ οὗτοι μὲν δῆλον ὅτι φεύγουσί τε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐδὲ συγγνώμη τῆς τοιαύτης σχολῆς τε καὶ ἀποδράσεως.
或者,某人拥有丰厚资财,为了逃避公共义务而离开城邦?或者,某人明明有能力救治伤病,当其友人与亲友卧病之时,为了免于照料他们而吃苦招惹麻烦,竟弃他们不顾而远走他乡?又或者另有人,在城邦中本当与其他公民一同受审检阅、担任官职、服从长官,并通宵达旦地值守戒备,但他却不愿如此,反而为了摆脱这一切,并使任何人都无法在自己饮酒、酣睡与偷安时纠弹或阻拦自己,而退居到别处的某个地方——难道应当说这些人是在隐退吗?然而这些人显然是在逃避和开小差,对于这般的偷安与逃亡,他们绝无借口,也不得宽恕。
μὴ οὖν τοὺς ἀπὸ τῶν ἀνωφελῶν πραγμάτων καὶ τῶν οὐ προσηκουσῶν αὐτοῖς ἀσχολιῶν ἀπιόντας καὶ σχολήν τινα πορίζοντας αὑτοῖς ἀπὸ τῶν ἐνοχλούντων μάτην ῥητέον ᾖ2 ὡς ἀναχωροῦντας. ἀλλ’ οὕτως μὲν οὐχ ὁ μεταβὰς ἐκ πόλεώς τινος εἰς ἑτέραν πόλιν ἢ ἐκ τόπου εἰς ἕτερον τόπον ἀναχωρεῖν λέγοιτ’ ἄν· ὅπου γὰρ ἂν ἀφίκηται, πολλὰ ἂν εἴη τὰ ἐμποδὼν αὐτῷ γιγνόμενα καὶ οὐκ ἐῶντα τὰ προσήκοντα ποιεῖν. καὶ γὰρ τὸ ἐπὶ πολύ τῳ ξυνεῖναι καὶ τὸ πίνοντα ἢ κυβεύοντα ἢ ἄλλο τι τῶν βλαβερῶν καὶ ἀσυμφόρων πράττοντα διατελεῖν πανταχοῦ τοιαῦτά ἐστιν καὶ τὸ συνδιατρίβειν ἀεὶ τῷ ἐντυχόντι ἀδολεσχοῦντα καὶ ἀκούοντα λόγων οὐδὲν χρησίμων ἢ περὶ τὰ βασιλέως πράγματα διατρίβειν ἢ τὰ τοῦ δεῖνος, ὡς ἔφη τις.
那么,难道不应当说,唯有那些摆脱无益琐事和不合身份的纷扰,使自己从徒然生扰的事物中获取某种闲暇的人,才算得上是隐退吗?然而依照这种观点,并不是那些从一城迁往另一城,或从一地迁往另一地的人能被称为隐退;因为无论他行至何处,阻碍他并使他无法克尽厥职的事物都会纷至沓来。事实上,长久地陪伴某人,持续地饮酒、博弈或从事其他有害无益之事,在任何地方都是这般光景;随时与偶然相遇之人盘桓厮混、闲扯胡诌并听取毫无用处的言论,或者正如某人所言,将时间消磨在谈论国王的琐事或某某人的事务上,亦是如此。
οὐ γάρ ἐστιν ἀνόητος τῆς αὑτοῦ ψυχῆς κύριος, ἀλλὰ ῥεμβόμενός τε καὶ ἀγόμενος ῥᾳδίως ὑπὸ τῆς τυχούσης προφάσεως καὶ ὁμιλίας. οἱ πολλοὶ ἄνθρωποι, καθάπερ οἱ ἄσωτοι τῶν χρημάτων οὐκ ἂν δύναιντο ἀποδοῦναι λόγον πρὸς ὅ,τι ἀνηλώκασιν ἕκαστον αὐτῶν, φαίνεται δ’ ὅμως ἀνηλωμένα πάνυ συχνὰ χρήματα, οὐδὲ οὗτοι τοῦ χρόνου τε καὶ βίου δύναιντ’ ἂν ἀποδοῦναι λόγον, πρὸς ὅ,τι ἑκάστην ἡμέραν ἀνήλωσαν ἢ μῆνα ἢ ἐνιαυτόν· φαίνεται δ’ οὖν παριὼν ὁ βίος καὶ δαπανώμενος ὁ χρόνος, οὐκ ὀλίγου ἄξιος τοῖς ἀνθρώποις οὐδὲ ἥττονος, ἐμοὶ δοκεῖν, ἢ τὸ ἀργύριον.
因为愚昧之人并非自己灵魂的主人,反而是四处游荡,极易被任何随意的借口和交际所牵引。大多数人也是这样:正如挥金如土者无法交代自己将每一笔钱花费在何处,然而巨额的财富却显而易见地被挥霍一空;他们对自己的光阴和生命亦无法交代,说不清每一天、每一月或每一年究竟耗费在何处;但生命终究在流逝,时间在被消磨,而在我看来,时间对于人类而言绝非微不足道之物,比起金钱来也不遑多让。
ἀλλ̓ ὅμως μιᾶς δραχμῆς ἀπολομένης ἀνάγκη αἰσθέσθαι καὶ δηχθῆναι ἁμῃγέπῃ· εἰ δὲ καὶ πλείους τις ἐκβάλοι, οὐ πολλοί εἰσιν οἱ ἐπὶ τῷ τοιούτῳ πρᾴως ἔχοντες· λέγω δὲ οὐ διὰ τὴν ἀμέλειαν λυπούμενοι καὶ δακνόμενοι καὶ διὰ τὸ μὴ προσέχειν ʽἐφ’ οἷς ἄξιον ἦν δάκνεσθαἰ, ἀλλ’ ἐπὶ τῇ ἀπωλείᾳ τῶν δραχμῶν. ἡμέρας δὲ ἐξελθούσης καὶ ἀπολομένης καὶ δύο καὶ τριῶν οὐδείς ἐστιν ὃς ἐφρόντισεν.
然而,即便仅损失了一德拉克马,人们也必然会察觉,并多多少少感到痛心;如果有人丢掉了更多,能泰然处之的人便屈指可数了——我的意思是指,他们悲痛与心痛并非由于疏忽大意和心不在焉(这本是值得心痛的缘由),而是为了那一枚枚德拉克马的失去。但是,当一天过去了、虚度了,甚至两天、三天荒废了,却没有任何人去挂怀。
ἀλλ’ ἐκεῖ μὲν δύνανται λογίζεσθαι ὅτι εἰ μὴ προσέξουσι μηδὲ φροντιοῦσι τῶν τοιούτων, λάθοι ἂν αὐτοὺς ἡ σύμπασα οὐσία διαρρυεῖσα καὶ ἀπολομένη· ἐνταῦθα δὲ οὐ δύνανται ταὐτὸ τοῦτο λογίσασθαι, ὡς εἰ μὴ προνοήσουσιν ἑκάστης ἡμέρας καὶ φυλάξονται μὴ εἰκῇ προϊέναι, λάθοι ἂν αὐτοὺς ὁ σύμπας βίος διαρρυεὶς καὶ ἀπολόμενος.
在金钱的事情上,他们尚且能够推想到:如果不加留心也不顾惜这类微小之物,全部家产便会在不知不觉中流失殆尽;但在此处,他们却无法推想到这同一道理:若不审慎对待每一天,不防范光阴虚掷,整个人生就会在不知不觉中流失殆尽。
ἀλλ’ ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων οὐδὲ τὸ ἀποδημῆσαι τὸ μὴ φαῦλ’ ἄττα πράττειν οὐδὲ τὸ εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι3 — καὶ γὰρ ἐν Θήβαις καὶ ἐν Μεγάροις καὶ πανταχοῦ σχεδὸν οὗ τις ἂν ἀπέλθῃ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας ἔνεστι τό τε ἀργεῖν καὶ τὸ ῥᾳθυμεῖν, καὶ οὐκ ἀπορήσει προφάσεως, ὅπου ἂν τύχῃ ὤν, δι’ ἣν βλακεύων τε καὶ ἀσχολούμενος ἀναλώσει καὶ πάνυ πολὺν χρόνον, ἂν οὕτως τύχῃ.
然而显而易见的是,确保人们不去做琐屑卑劣之事的,既非地点或行旅,也非渴望专注于自我之人退居到了科林斯或忒拜。因为在忒拜,在墨加拉,以及在希腊和意大利人所能前往的几乎任何地方,无所事事与苟且偷安都是可能的;无论人身在何处,绝不会缺少借口,以致让人因怠惰和瞎忙而耗费极其漫长的时间——倘若任由事情这样发展的话。
- 20.1δέον αὐτὸν στρατεύεσθαι
由非人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的绝对宾格(accusative absolute)。它引导一个表示让步或背景情况的状语从句(“尽管他理应出征”),并统领不定式 στρατεύεσθαι 及其逻辑主语宾格 αὐτόν。
- 20.3μὴ οὖν ... ῥητέον ᾖ
独立句中带 μή 的虚拟语气结构(动形词 ῥητέον 与虚拟语气 ᾖ 结合)。这并非直接的否定或禁止,而是表示委婉的断言或带有探讨性质的设问(“难道不应当说……吗?”)。
- 20.7ἀλλ’ ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων οὐδὲ τὸ ἀποδημῆσαι τὸ μὴ φαῦλ’ ἄττα πράττειν οὐδὲ τὸ εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι —
破格句(anacoluthon):句子以 ὅτι 从句开始,却没有出现明确的主句定式动词(如 δῆλόν ἐστι),结构在此中断,并直接转入破折号后由 καὶ γάρ 引导的解释从句。开头的 ὅτι γε 带有习惯性引述的意味,相当于“显而易见的是……”。
