- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.63-2.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大主张君王不应作放纵的祝酒歌祈愿,而当效法荷马史诗中阿伽门农求取克敌制胜的祈祷,并阐释荷马将阿伽门农比拟为公牛的意旨,指出真王不同于象征僭主的凶残猛兽,而是慈抚部属并顺从理智。
ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶν τε καὶ ἐποινίων εὐχάς,1 οὐ βασιλεῦσι πρεπούσας, ἀλλὰ δημόταις καὶ φράτορσιν ἱλαροῖς καὶ σφόδρα ἀνειμένοις, ʽβ. π. λ. ιιι π. 649ʼ "εἴθε λύρα καλὴ γενοίμαν ἐλεφαντίνη, καὶ με καλοὶ παῖδες φορέοιεν Διονύσιον ἐς χορόν. εἴθʼ ἄπυρον καλὸν γενοίμαν μέγα χρυσίον, καί με γυνὴ καλὴ φοροίη. "
或者指宙斯起誓,君王亦不该作雅典酒宴短歌和祝酒歌中的祈愿,那些祈祷绝非合乎君王之份,而是适于欢欣且极度放浪的乡民和同宗族人: “愿我能化作一具美丽的象牙七弦琴,让俊美的少年们带我奔赴狄奥尼索斯的舞队。愿我能化作一件未经火炼的、精美硕大的纯金饰物,让美丽的妇人将我佩戴于身。”
πολὺ δὲ μᾶλλον ὡς Ὅμηρος πεποίηκεν εὐχόμενον τὸν βασιλέα τῶν πάντων Ἑλλήνων, "Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίν με καταπρηνὲς βαλέειν2 Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα· Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι, χαλκῷ ῥωγαλέον, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. "
相反,他远当更像荷马笔下所描绘的全希腊人之王那样去祈求: “至尊荣耀、至大无比、浓云笼罩、居于穹苍之上的宙斯啊,求你莫让日轮沉落、暮色降临,直至我将普里阿摩斯被浓烟熏黑的宫阙轰然推倾于地,用暴烈之火将敌人的门枢焚尽;直至我用青铜利刃撕裂赫克托耳胸前的战袍,让其残破不堪,令他身旁无数的同袍仆倒在尘埃之中,用利齿紧咬泥土。”
πολλὰ δὲ καὶ ἄλλα ἔχοι τις ἂν εἰπεῖν παρʼ Ὁμήρῳ παιδεύματα καὶ διδάγματα ἀνδρεῖα καὶ βασιλικά, ὑπὲρ ὧν ἴσως μακρότερον τοῦ νῦν ἐπεξιέναι. πλὴν ὅτι γε τὴν αὑτοῦ γνώμην ἅπασαν ἀποδείκνυται σαφῶς, ὅτι πάντων ἄριστον οἴεται δεῖν τὸν βασιλέα εἶναι,μάλιστα δὲ ἐπὶ τοῦ Ἀγαμέμνονος, ὅτε τὸ πρῶτον παρατάττει τὴν στρατιὰν καὶ τοὺς ἡγεμόνας σύμπαντας καταλέγει καὶ τὸ πλῆθος τῶν νεῶν.
在荷马的作品中,人们还能说出许多其他属于英勇且合乎王道的教诲与箴规,若在此刻一一详述,恐怕篇幅过长。只是诗人已昭然揭示了自身的全部见解,即他认为君王应当是一切人中最优秀的,特别是在阿伽门农初次整军布阵、点阅所有统领和船只数目的段落中表现得尤为明显。
ἐκεῖ γὰρ οὐδὲ ἅμιλλαν τῶν ἄλλων οὐδενὶ καταλέλοιπεν ἡρώων πρὸς αὐτόν, ἀλλʼ ὅσον ταῦρος ἀγέλης ὑπερφέρει κατὰ ῥώμην καὶ μέγεθος, τοσοῦτον διαφέρειν φησὶ τὸν βασιλέα, οὕτως λέγων· "ἠύτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος· ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· τοῖον ἄρʼ Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ, ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. "
盖因在那里,他未曾给其他任何英雄留下与阿伽门农争胜的余地;而是声称,正如公牛在力量与体格上超拔于整个牛群,君王亦同样卓异于群伦,正如他所吟诵的那样: “正如公牛在牛群之中,远超全体,巍然卓立——盖因它在汇聚的群牛之中超迈群伦——那一群英雄与众庶之中,宙斯在那一日便令阿特柔斯之子如此出类拔萃,冠绝群雄。”
τοῦτο δὲ οὐχ ἁπλῶς εἴρηκεν, ἐμοὶ δοκεῖν, τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν καὶ ἐπιδεῖξαι βουλόμενος· οὕτω μὲν γὰρ δὴ καὶ λέοντι παραβαλὼν καλῶς ἂν αὐτὸν ἐδόκει ἀφομοιῶσαι· τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν.3 ὁ γὰρ ταῦρος οὐκ ἔστι τῶν γενναίων μόνον ζῴων οὐδὲ αὑτοῦ χάριν χρῆται τῇ ἀλκῇ, καθάπερ ὅ τε λέων καὶ σῦς οἵ τε ἀετοί, διώκοντες τὰ λοιπὰ ζῷα καὶ κρείττους γιγνόμενοι τροφῆς ἕνεκα τῆς αὑτῶν· διὸ δὴ καὶ μᾶλλον ἄν τις αὐτοὺς φαίη τυραννίδος παράδειγμα ἢ βασιλείας γεγονέναι.
依我之见,诗人作此表述并非仅仅出于颂扬阿伽门农的力量或意在对此加以展示;若单是如此,他将阿伽门农比拟为雄狮本就足以显得贴切拟合。相反,诗人意在彰显其天性的温和以及对治下臣民的殷勤顾念。因为公牛不仅属于高贵灵秀的动物,而且绝不为一己之利而施展勇力;这与狮子、野猪和群鹰截然不同,后者追猎其余禽兽并倚仗强力克制它们,全系为了果腹充饥;正因如此,人们更应当说它们乃是僭主暴政的典型,而非王道的象征。
ὁ δὲ ταῦρος σαφῶς, ἐμοὶ δοκεῖν, πρὸς βασιλείαν καὶ βασιλέως εἰκόνα πεποίηται. τροφῇ τε γὰρ ἑτοίμῃ καὶ διαίτῃ χρῆται νεμόμενος, ὥστε μηδὲν δεῖν βιάζεσθαι μηδὲ πλεονεκτεῖν ταύτης ἕνεκεν, ἀλλʼ ὥσπερ τοῖς ὀλβίοις βασιλεῦσιν ἀνελλιπῆ καὶ ἄφθονα ὑπάρχει τὰ τῆς ἀναγκαίου κτήσεως.
依我所见,公牛显然是专为王道和君王的意象而造就的。盖因它借由漫步啮草而享有现成的食禄与生活,从而绝无必要为了食物而诉诸强力或贪得非分;这宛如福祚深厚的贤君,维持生活必需的资财本就充裕丰盈、毫无匮乏。
βασιλεύει δὲ καὶ ἄρχει τῶν ὁμοφύλων μετʼ εὐνοίας, ὡς ἂν εἴποι τις, καὶ κηδεμονίας, τοῦτο μὲν ἐξηγούμενος νομῆς, τοῦτο δὲ θηρίου φανέντος οὐ φεύγων, ἀλλὰ πάσης τῆς ἀγέλης προμαχόμενος καὶ τοῖς ἀσθενέσι βοηθῶν, προθυμούμενος σῴζειν τὸ πλῆθος ἀπὸ τῶν χαλεπῶν καὶ ἀγρίων θηρίων· ὥσπερ καὶ τὸν ἄρχοντα χρὴ καὶ βασιλέα τῷ ὄντι καὶ τῆς μεγίστης ἐν ἀνθρώποις οὐκ ἀνάξιον τιμῆς.
它以仁善与看顾——若容人这般形容——统治并统领同类:一面引领它们觅食,另一面在野兽现身之际绝不退缩,而是挺身屹立于整群之先,护佑弱小,竭力将众群从凶顽狂暴的恶兽口中拯救出来;正如凡间真正堪当元首与君王之名、配享至高尊荣者所必须履行的操守一般。
ἐνίοτέ γε μὴν ἄλλης ἀγέλης ἐπιφανείσης ἀγωνίζεται πρὸς τὸν ἐκείνης ἡγεμόνα νίκης ἕνεκα, ὡς κρείττω μὲν αὐτὸν δόξαι, κρείττω δὲ τὴν αὐτοῦ ἀγέλην. καὶ μὴν τό γε ἀνθρώποις μὴ πολεμεῖν, ἀλλὰ τῶν ἀφρόνων ζῴων ἡγεμονικώτατόν τε καὶ ἄριστον πεφυκότα ὅμως προσίεσθαι τὴν τοῦ κρείττονος ἡγεμονίαν, ἰσχύι μὲν καὶ θυμῷ καὶ βίᾳ μηδενὸς ἡττώμενον μηδὲ ὑπείκοντα, λογισμῷ δὲ καὶ φρονήσει ἑκόντα ὑποταττόμενον, πῶς οὐχὶ καὶ τοῦτο θείη τις ἂν παίδευμα4 καὶ δίδαγμα βασιλικὸν τῶν σωφρόνων βασιλέων,
此外,有时当另一个牛群出现时,它会为了胜利而与对方的头领搏击交战,好让自己显为更强,并使自己的族群显为更优。不仅如此,它绝不与人类为敌,且虽生为毫无理智之牲畜中最具统帅之才与最强者,却依然顺服于更优者(人)的权柄;在力量、血性与强勇上它不逊色于任何生灵亦不屈服,却心甘情愿地归顺于理性与明智——世人又怎能不将这同样视为贤明君王合乎王道的启导与教规呢,
- 2.63ἢ νὴ Δία τὰς τῶν Ἀττικῶν σκολιῶν τε καὶ ἐποινίων εὐχάς
宾格短语 τὰς εὐχάς 通过连词 ἤ 承接上一节末尾的否定句式 μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα...,仍作动词 εὔχεσθαι 的宾语。语境中承袭了“亦不当祈求……”的否定劝诫意义。
- 2.64μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίν με καταπρηνὲς βαλέειν
引自荷马《伊利亚特》第2卷412-414行。在祈祷句中省略了统领祈愿的主动词(如 δός),由否定词 μή 搭配不定式(δῦναι, ἐλθεῖν)表示恳求。关联结构 μὴ πρὶν ... πρίν 搭配其后的诸不定式(βαλέειν 等),构成了“在某事实现之前,切莫让……”的强烈祈愿句式。
- 2.67τὸ δὲ ἥμερον τῆς φύσεως ἐνδεικνύμενος καὶ τὴν ὑπὲρ τῶν ἀρχομένων προθυμίαν
该分词短语与前文的 οὐχ ἁπλῶς εἴρηκεν ... τὴν ἰσχὺν αὐτοῦ μόνον ἐπαινῶν... 形成对照。虽然未直接使用转折连词 ἀλλά,但分词 ἐνδεικνύμενος 与 ἐπαινῶν 形成并列,受主动词 εἴρηκεν 统辖,构成“他作此说并非仅为称赞其力量,而是为了昭示其天性的温和……”的对比骨架。
- 2.70καὶ μὴν τό γε ἀνθρώποις μὴ πολεμεῖν ... πῶς οὐχὶ καὶ τοῦτο θείη τις ἂν παίδευμα
句首由中性定冠词统领的长大不定式短语(τό γε ἀνθρώποις μὴ πολεμεῖν, ἀλλὰ ... προσίεσθαι)构成了前置主题,随后在该修辞疑问句中被指示代词 τοῦτο(作 θείη τις ἄν 的宾语)作为复指代词承接。
