- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.54-2.62
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大论述荷马是君王最优秀的导师,并阐明了合乎王道气度的勇壮军歌、披甲武舞以及向神祇祈祷的应有方式。
ἐμοὶ μὲν οὖν, ὦ πάτερ, ἱκανώτατος σωφρονιστὴς Ὅμηρος καὶ ὁ τούτῳ πειρώμενος τὸν νοῦν προσέχειν εὐτυχέστατός τε καὶ ἄριστος βασιλεύς. αὐτὸς γὰρ σαφῶς ὑποτίθεται δύο τὰς βασιλικωτάτας ἀρετὰς τήν τε ἀνδρείαν καὶ δικαιοσύνην, ὅπου φησίν, "ἀμφότερον, βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, "
“因此对我而言,父亲,荷马是一位极为充足的导师;凡致力于向他潜心致思之人,便是最享福泽且最优秀的君王。因为诗人自己明确指出了两项最合乎王道的德行,即勇敢与正义,正如他所言: ‘兼备二者:既是贤良之君,又是勇悍的矛手;’ 因其余诸般德行皆随此二者而生。
ὡς τῶν ἄλλων ταύταις συνεπομένων. οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν1 μήτʼ αὐλούντων μήτε κιθαριζόντων μήτε ᾀδόντων ἀνειμένα μέλη καὶ τρυφερά, μηδὲ αὖ λόγων διεφθορότων κακοὺς ζήλους παραδέχεσθαι, πρὸς ἡδονὴν τῶν ἀμαθεστάτων γεγονότας, ἀλλὰ πάντα τὰ τοιαῦτα πρῶτον μὲν καὶ μάλιστα ἐκβαλεῖν ὡς πορρωτάτω καὶ ἀποπέμψαι τῆς αὑτοῦ ψυχῆς, ἔπειτα τῆς βασιλευούσης πόλεως, γέλωτάς τε ἀκράτους καὶ τοιούτου γέλωτος ποιητὰς μετὰ σκωμμάτων, ἐμμέτρου τε καὶ ἀμέτρου, ὀρχήσεις τε πρὸς τούτοις ἀσελγεῖς καὶ σχήματα ἑταιρικὰ γυναικῶν ἐν ὀρχήσεσιν ἀκολάστοις, αὐλημάτων τε ὀξεῖς καὶ παρανόμους ῥυθμοὺς καὶ κατεαγότα μέλη ἀμούσοις καμπαῖς καὶ πολυφώνων ὀργάνων ποικιλίας.
然而我认为,君王不仅自身应当在勇敢与威严上卓越超群,更不应倾听他人吹笛、弹琴或歌唱那些软靡而柔弱的曲调,亦不可接纳那些为迎合最无知之辈的愉悦而造出的、败坏言辞的恶劣效仿。相反,他首先且最应当将所有此类事物尽可能远地驱逐并逐出自己的灵魂,继而逐出君临万邦的城邦:这包括无节制的哄笑,以及用韵文或散文夹带嘲弄制造此类哄笑之人;此外还有放荡的舞蹈、妇女在淫逸舞动中妓女般的体态、尖厉且违背法度之笛调节奏、因荒谬转调而破碎的曲调,以及多音器乐的杂乱繁复。
μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται τὴν τῷ Ἐνυαλίῳ πρέπουσαν μάλα ἰσχυρὰν καὶ διάτορον, οὐχ ἡδονὴν οὐδὲ ῥᾳθυμίαν φέρουσαν τοῖς ἀκούουσιν, ἀλλʼ ἀμήχανον φόβον καὶ θόρυβον, οἷον ὅ τε Ἄρης αὐτὸς ἤγειρεν, "ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, "ὅ τε Ἀχιλλεὺς ὅτε φθεγξάμενος μόνον, πρὶν ὀφθῆναι, τροπὴν ἐποίησε τῶν Τρώων, καὶ δώδεκα ἀνδράσιν αἴτιος ὑπῆρξεν ὀλέθρου περὶ τοῖς αὐτῶν ἅρμασι καὶ ὅπλοις· καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον,2 οἷον ἐκέλευεν Ἀχιλλεὺς, τοῖς Ἀχαιοῖς τὸν παιᾶνα ἅμα τῇ τοῦ Ἕκτορος ἀγωγῇ πρὸς τὰς ναῦς αὐτὸς ἐξάρχων, "νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν νηυσὶν ἐπὶ γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον, ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο."
他所唯一应当歌唱并接纳的,唯有适于恩纽阿利奥斯之歌,其声刚毅而穿云裂石,给听者带来的绝非愉悦或懈怠,而是无可抗拒的畏惧与震动——正如阿瑞斯亲自激发的那般, ‘他在城郭的极高处厉声疾呼以号令特洛伊人,’ 又如阿喀琉斯在尚未现身之际,仅凭一声高呼便使特洛伊军溃退,并在其自身的战车与兵刃旁招致了十二名男子的覆灭; 其次,他还应接纳缪斯所作的凯旋之歌,例如阿喀琉斯在率领众人将赫克托耳带往战船时,亲自领唱并命令阿开奥斯人同声齐唱的佩安赞歌: ‘来吧,阿开奥斯人的青年,高唱着佩安神歌, 让我们返回凹陷的战船,并带上这个人。 我们赢得了巨大的荣耀,诛戮了高贵的赫克托耳, 全城的特洛伊人曾待他如神祇一般祈求。’
ἔτι δὲ οἶμαι τὴν παρακλητικήν, οἵα ἡ τῶν Λακωνικῶν ἐμβατηρίων, μάλα πρέπουσα τῇ Λυκούργου πολιτείᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ἐκείνοις· "ἄγετʼ, ὦ Σπάρτας εὐάνδρου κοῦροι πατέρων πολιητᾶν, λαιᾷ μὲν ἴτυν προβάλεσθε, δόρυ δʼ εὐτόλμως πάλλοντες, μὴ φειδόμενοι τᾶς ζωᾶς· οὐ γὰρ πάτριον τᾷ Σπάρτᾳ. "
此外,我认为还应接纳激励士气之歌,恰如斯巴达行军歌那般,极其契合吕库古的政制与那等习俗规制: ‘前进吧,育英之邦斯巴达 公民父辈的青年之子, 左手推出圆盾之缘, 奋勇挥舞长矛, 莫要吝惜生命; 因这绝非斯巴达的祖风祖训。’
χορεύματα δὲ καὶ χοροὺς ἀνάλογον τούτοις οὐ σφαλλομένους οὐδὲ ἀκρατεῖς, ἀλλὰ ὡς οἷόν τε ἰσχυροὺς καὶ σώφρονας ἐπάγειν ἐν καθεστῶτι ῥυθμῷ· ὄρχησίν γε μὴν τὴν ἐνόπλιον, τὴν γιγνομένην τοῖς θεοῖς ἀπαρχὴν ἅμα καὶ μελέτην τῶν πολεμικῶν, ἧς φησιν ὁ ποιητὴς καὶ τὸν Μηριόνην ἔμπειρον εἶναι· τῶν γὰρ Τρώων τινὰ πεποίηκε λέγοντα, "Μηριόνη, τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ. "
他还应在稳健的节律中引入与此相称的歌舞及队伍,既无踉跄亦无失控,而是尽可能刚强与节制;尤其应当引入披甲之舞,这既是献给神祇的初熟贡礼,又是对战事的操练,诗人言及墨里俄涅斯对此亦精熟深通。盖因诗人让一名特洛伊人这样说道: ‘墨里俄涅斯,纵然你是个舞手,若我当真击中了你, 我的长矛亦早已迅速将你永远制止。’
ἢ σὺ οἴει ἄλλην τινὰ ἐπίστασθαι τὸν τοῦ Μόλου υἱόν, ἀριθμούμενον ἐν τοῖς ἀρίστοις τῶν Ἀχαιῶν, ἢ τὴν ἐνόπλιον, τὴν Κουρητικήν, ἥπερ ἦν ἐπιχώριος τοῖς Κρησίν, τὴν ὀξεῖαν καὶ ἐλαφρὰν κίνησιν πρὸς τὸ διακλῖναι καὶ φυλάξασθαι ῥᾳδίως τὸ βέλος;
难道您以为,这位名列阿开奥斯俊杰之选的摩洛斯之子,除了披甲之舞——即源自克里特本土的库瑞忒斯之舞,那种为了轻易闪避与防备箭矢投射的敏捷轻盈动作之外,还懂得任何其他的舞蹈吗?
τούτοις γε μὴν ξυνέπεται μηδὲ εὐχὰς εὔχεσθαι τὸν βασιλέα τοῖς ἄλλοις ὁμοίας μηδὲ αὖ τοὺς θεοὺς καλεῖν οὕτως εὐχόμενον ὥσπερ ὁ Ἰώνων ποιητὴς Ἀνακρέων, "ὦναξ, ᾧ δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρέη τʼ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δʼ ὑψηλὰς ὀρέων κορυφάς, γουνοῦμαί σε, σὺ δʼ εὐμενὴς ἔλθοις μοι, κεχαρισμένης δʼ εὐχωλῆς ἐπακούειν· Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, ὦ Δεύνυσε, δέχεσθαι.3"
与此紧密相连的是,君王决不可祈求与凡俗大众相同的祈愿,亦不可如同爱奥尼亚诗人阿那克里翁那样向神祇呼求祈祷: ‘主啊,驯服一切的厄罗斯、 明眸的宁芙们, 以及瑰丽的阿佛洛狄忒与您嬉游, 您在群山的高峻峰巅巡行, 我抱住您的双膝恳求,愿您仁善地 临照于我,垂听这称心的祈愿; 请为克勒俄布洛斯作贤良的谋士, 令他接纳我的爱慕,哦狄俄尼索斯。’”
- 2.55οὐ μέντοι μόνον αὐτὸν οἶμαι δεῖν διαφέρειν τὸν βασιλέα πρὸς τὸ ἀνδρεῖον καὶ σεμνόν, ἀλλὰ μηδὲ τῶν ἄλλων ἀκούειν
由 οἶμαι δεῖν 统辖的这一连串不定式结构(包括 διαφέρειν、ἀκούειν、παραδέχεσθαι、ἐκβαλεῖν 与 ἀποπέμψαι)。否定词选用 μηδέ 而非 οὐδέ,是因为该结构处于表义务或必须的非人称动词 δεῖν 的支配之下。
- 2.58καὶ τὴν ἐπὶ ταύτῃ ποιηθεῖσαν ὑπὸ τῶν Μουσῶν τὴν ἐπινίκιον
该宾格成分承接上文的 μόνην δὲ ᾠδὴν μὲν ᾅσεται καὶ παραδέξεται。此处承前省略并理解名词 ᾠδήν,构成并列宾语,意为“以及紧随此歌之后由缪斯所作的凯旋之歌”。
- 2.62Κλευβούλῳ δʼ ἀγαθὸς γενεῦ σύμβουλος, τὸν ἐμὸν δʼ ἔρωτʼ, ὦ Δεύνυσε, δέχεσθαι
引文阿那克里翁残篇末尾的 δέχεσθαι,既可视为与前面的命令式 γενεῦ(γίνου)并列的祈使不定式,亦可视为直接依附于上文 γουνοῦμαι(‘我恳求’)的不定式。它在文意上表达促使克勒俄布洛斯接纳叙述者爱慕之情的祈求目标。
