- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.45-2.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大论述荷马如何通过质朴的饮食、庄严的装束与严明的军纪来施行英雄式的品德教育,并将这种节制守纪与蛮族沉湎奢靡、喧嚣无序的习俗进行对比。
ἐπεί τοι καί φασιν αὐτὸν ἐπαινέτην Ὁμήρου γενέσθαι, καὶ πρῶτον ἀπὸ Κρήτης κομίσαι τὴν ποίησιν εἰς τὴν Ἑλλάδα. τὸν γοῦν Διομήδην πάνυ στερεῶς κατέκλινεν ἐπὶ βύρσης ἀγραύλου βοός, κύκλῳ περιστήσας τὰ δόρατα ὀρθὰ ἐπὶ σαυρωτῆρος, οὐ κόσμου χάριν, ἀλλʼ ἕτοιμα λαβεῖν· εὐωχεῖ γε μὴν ἀπὸ κρεῶν τοὺς ἥρωας, καὶ τούτων βοείων, δῆλον ὅτι ἰσχύος, οὐχ ἡδονῆς ἕνεκεν.
事实上,据说吕库古成为了荷马的赞赏者,并最先将荷马的诗作由克里特传入希腊本土。例如,荷马让狄俄墨得斯极其粗砺地卧在一张露宿野牛的生皮上,长矛以矛镦直立环绕四周,并非为了美观,而是为了取用便捷;他让英雄们享用肉食,且尽是牛肉,显见是为了体力而非为了口腹之乐。
τὸν γοῦν Ἀγαμέμνονα τὸν ξυμπάντων βασιλέα καὶ πλουσιώτατον βοῦν ἀεί φησι θύειν, καὶ ἐπὶ τοῦτον καλεῖν τοὺς ἀρίστους. καὶ τὸν Αἴαντα μετά τὴν νίκην φιλοφρονεῖται τοῖς νώτοις τοῦ βοός.
至少对于万民之王且资财最为丰厚的阿伽门农,诗人说他总是献祭公牛并招徕最杰出的人赴宴;在获胜之后,他又以整条牛脊肉款待埃阿斯。
ἰχθύων δὲ οὐδέποτε γευομένους αὐτοὺς ἐποίησεν, καὶ ταῦτα ἐπὶ θαλάττῃ στρατοπεδεύοντας, καίτοι τὸν Ἑλλήσποντον, ὥσπερ ἐστίν, ἰχθυόεντα ἑκάστοτε καλῶν· πάνυ γὰρ ὀρθῶς αὐτὸ τοῦτο ἀπεμνημόνευσεν ὁ Πλάτων· ἀλλʼ οὐδὲ τοὺς μνηστῆρας ἰχθύσιν ἑστιᾷ, σφόδρα ἀσελγεῖς καὶ τρυφεροὺς ὄντας, καὶ ταῦτα ἐν Ἰθάκῃ ἑστιωμένους.
但他却绝未让英雄们品尝鱼类,即便他们是在海滨扎营,而且他屡次如实地称赫勒斯滂为‘游鱼繁盛’之海——柏拉图极准确地记述了这一点;甚至对于那些极尽荒淫奢靡的求婚者,尽管是在伊萨卡岛上宴饮,诗人亦未曾以鱼类款待他们。
ὅτι γε μὴν, φανερῶς αὐτὸς ἀποφαίνεται ποίαν τινὰ δεῖ τὴν τροφὴν εἶναι καὶ πρὸς τί γιγνομένην. ἣν γὰρ ἂν θέλῃ ἐπαινέσαι, μενοεικέα δαῖτά1 φησιν, τὴν οἵαν τε παρέχειν μένος, τουτέστιν ἰσχύν. ταῦτα δὲ λέγει διδάσκων καὶ παραινῶν, ἐπεὶ τροφῆς γε παντοίας καὶ πολυτελείας οὐκ ἐτύγχανεν ἄπειρος ὤν, ὥστε τοὺς περὶ ταῦτα νῦν ἐπτοημένους Πέρσας καὶ Σύρους καὶ τῶν Ἑλλήνων Ἰταλιώτας καὶ Ἴωνας μηδὲ ἐγγὺς ἐφικνεῖσθαι τῆς παρʼ Ὁμήρῳ χορηγίας καὶ ἁβρότητος.
无论如何,他自己明白地表明了食物应当是何种形态,又当为何种目的而备。因为无论他想要称赞何种宴席,皆称之为‘充溢心力之筵’,亦即能够提供心力——也就是力量——的筵席。他是在进行教诲与规诫,因他决非对诸般珍馐奢靡一无所知;事实上,如今沉溺于此类奢靡的波斯人、叙利亚人,以及希腊人中的南意大利人与爱奥尼亚人,甚至丝毫不能企及荷马笔下所具的富赡与精美。
τί δέ, εἶπεν ὁ Φίλιππος, οὐ δίδωσιν ἐσθῆτα ὡς οἷόν τε καλλίστην τοῖς ἥρωσι; νὴ Δία γε, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείαν οὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν. οὐδὲ γὰρ οἴεται δεῖν Ὅμηρος τὸν ἡγεμόνα φαίνεσθαι ταπεινὸν οὐδὲ τοῖς πολλοῖς καὶ ἰδιώταις ὅμοιον, ἀλλὰ καὶ στολῇ καὶ ὁπλίσει διαφέρειν παρὰ τοὺς ἄλλους ἐπὶ τὸ μεῖζον καὶ σεμνότερον, οὐ μὴν τρυφῶντά γε οὐδὲ.
“那么,”腓力说,“他不是为英雄们提供了尽可能华美的衣饰吗?”“凭宙斯起誓,确实〔提供了〕,”亚历山大道,“然而并非女子之气或繁复斑斓的服饰;他仅以紫袍装点阿伽门农,而奥德修斯则仅披一件自故乡携来的斗篷。因为荷马并不认为统帅应当显得卑微寒碜,或是与大众及平民无异,而是应当在装束与武备上超越常人,趋向更为崇隆与威严的气度,然而决不可流于骄奢与柔弱。
τὸν γοῦν Κᾶρα τὸν χρυσῷ καλλωπιζόμενον εἰς τὸν πόλεμον μάλα ὑβριστικῶς ἐλοιδόρησεν, εἰπών, "ὃς καὶ χρυσὸν ἔχων πόλεμόνδʼ ἴεν ἠύτε κούρη νήπιος, οὐδʼ ἄρα οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ· χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων· " καταγελῶν αὐτοῦ τῆς τρυφῆς ἅμα καὶ τῆς ἀφροσύνης, ὅτι τοῖς πολεμίοις ἆθλα ἐκόμιζε τοῦ θανάτου σχεδόν. οὔκουν φαίνεται χρυσοφορίας ἐπαινῶν Ὅμηρος, καὶ ταῦτα εἰς πόλεμον, ψελίων τε καὶ στρεπτῶν, ἔτι δὲ χρυσῶν φαλάρων καὶ χαλινῶν, ὁποῖα τοὺς Πέρσας φασὶν ἐπιτηδεύειν· οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν.2
例如,对于那佩戴黄金盛装奔赴战场的卡里亚人,诗人极其轻蔑地讥刺道: ‘他身佩黄金奔赴战场,宛如稚弱的少女, 愚蠢之徒;这丝毫未能为他阻挡凄惨的灭亡, 反而覆灭在迅疾的埃阿科斯后裔的手下, 倒在河中;勇战的阿喀琉斯夺取了黄金;’ 诗人同时嘲笑他的奢靡与愚昧,因他几乎是将自己丧命的奖赏送给敌人。由此可见,荷马绝非赞同佩戴黄金之举,更不用说佩之以临战阵——如臂镯、项圈,乃至金质的马镳与辔头,正如人们传闻波斯人的习俗那样;盖因波斯人没有荷马这样的人来作为他们军事习俗的规正者。
ἐκ δὲ τούτων τῶν ἐπιτηδευμάτων τούς τε ἄρχοντας πεποίηκεν ἀγαθοὺς καὶ τὸ πλῆθος εὔτακτον. προΐασι γοῦν αὐτῷ σιγῇ, ʽδειδιότες σημάντοραςʼ, οἱ δὲ βάρβαροι μετὰ πολλοῦ θορύβου καὶ ἀταξίας, ταῖς γεράνοις ὁμοίως· ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας.3 ὅσοι δʼ ἂν ὦσιν ἄφοβοι τῶν σφετέρων ἀρχόντων, οὗτοι τάχιστα ἂν φοβοῖντο τοὺς πολεμίους.
正是出于这等修养规制,诗人塑造了优秀的将领与严整守纪的士卒。至少在他的笔下,希腊人‘敬畏其号令之将’而肃静前行;蛮族人则如同野鹤一般,伴随着巨大的喧嚣与混乱而进发。盖因在危难之际,最能保全性命并克敌制胜的法则,莫过于士卒对将领怀有畏服之心。凡是对己方将领毫无畏惧者,必将最迅速地畏怯敌手。
καὶ μέντοι καὶ νικῶντας τοὺς Ἀχαιοὺς καθʼ ἡσυχίαν φησὶ στρατοπεδεύειν· παρὰ δὲ τοῖς Τρωσὶν ἐπειδή τι πλεονεκτεῖν ἔδοξαν, εὐθὺς εἶναι διʼ ὅλης τῆς νυκτὸς "αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων·" ὡς καὶ τοῦτο ἱκανὸν ὂν σημεῖον ἀρετῆς ἢ κακίας, οἵτινες ἂν ἐγκρατῶς τὰς εὐτυχίας ἢ τοὐναντίον μεθʼ ὕβρεως φέρωσιν.
不仅如此,诗人甚至言及阿开奥斯人即便获胜亦在静默中安营;反观特洛伊人,一旦以为自己占得上风,整夜便立刻充斥着 ‘横笛与排箫的鸣响,以及众人的喧嚣;’ 因为这也是辨别德行或败德的充分征象,端看人们究竟是以克制自守、还是相反地以骄狂放纵来承受顺境。”
- 2.48μενοεικέα δαῖτα
基于词源阐释的表达。现代语言学认为 μενοεικής 源自 μένος(意向、愿望)与 εἴκω(适合、应合),意为‘适意的、丰足的’;而此处叙述者(狄奥/亚历山大)则作了一种民间词源学的引申,将其解释为能够提供心力或力量之物(τὴν οἵαν τε παρέχειν μένος, τουτέστιν ἰσχύν)。
- 2.51οὐ γὰρ ἔχουσιν ἐπιτιμητὴν Ὅμηρον τῶν πολεμικῶν
带有宾语补足语的双宾格结构:Ὅμηρον 为动词 ἔχουσιν 的直接宾语,ἐπιτιμητήν 为宾语补足语(表语性宾格),其后由宾格性属格 τῶν πολεμικῶν 所修饰,意为‘他们(波斯人)没有荷马这样的人来作为其军务上的规诫监督者’。
- 2.52ὡς τοῦτο μάλιστα σωτήριον ὂν καὶ νικηφόρον ἐν τοῖς κινδύνοις, τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας
由 ὡς 引出的分词绝对结构,用于表达主观理由或根本依据。分词 ὂν 作指示代词 τοῦτο 的表语,而后接的冠词不定词短语 τὸ μὴ ἀδεεῖς εἶναι τῶν ἡγεμόνων τοὺς στρατιώτας(‘士卒不可对将领心无敬畏’)则作为同位语,具体指明 τοῦτο 的实质内容。
