← 金嘴狄翁

演说集

§2.18-2.27

君王对修辞雄辩与德行实践的需要

亚历山大援引荷马与赫西俄德的诗句以及奥德修斯等人在特洛伊的言说,论述了君王通晓修辞雄辩的必要性,并得出结论:君王真正所需的并非作诗或过度钻研理论哲学,而是躬行仁义德操、乐善好施,以及领会至臻至美的诗篇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.18

οὐδὲν μέντοι ἄτοπον, εἶπεν, ὦ πάτερ, εἰ καὶ ποιητὴς ἀγαθὸς εἴην παρεχούσης τῆς φύσεως· ἐπεί τοι καὶ ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ.1 σὺ γοῦν ἀντιγράφειν πολλάκις ἀναγκάζει καὶ ἀντιλέγειν Δημοσθένει, μάλα δεινῷ ῥήτορι καὶ γόητι, καὶ τοῖς ἄλλοις τοῖς Ἀθήνησι πολιτευομένοις.

“然而父亲,”他说,“如果天资允许,即便我也成为一名优秀的诗人,也并无不合宜之处;因为君王确实也需要雄辩之术。至少您常常被迫以书信反驳并言语抗辩德摩斯梯尼——那位极为了得的雄辩家与蛊惑者——以及在雅典执掌国政的其他人。”

§2.19

καὶ ἐβουλόμην γε, εἶπεν ὁ Φίλιππος παίζων, παραχωρῆσαι Ἀθηναίοις Ἀμφιπόλεως ἀντὶ τῆς Δημοσθένους δεινότητος. ἀλλὰ πῶς Ὅμηρον οἴει διανοεῖσθαι περὶ ῥητορικῆς; δοκεῖ μοι, ἔφη, τὸ πρᾶγμα θαυμάζειν, ὦ πάτερ. οὐ γὰρ ἄν τῷ τε Ἀχιλλεῖ διδάσκαλον λόγων ἐπήγετο τὸν Φοίνικα (φησὶ γοῦν πεμφθῆναι αὐτὸν ὑπὸ τοῦ πατρὸς "μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.)" τῶν τε ἄλλων τοὺς ἀρίστους καὶ βασιλικωτάτους ἐποίησεν ἐσπουδακότας οὐχ ἧττον περὶ τὴν τοιαύτην δύναμιν, τόν τε Διομήδην καὶ Ὀδυσσέα καὶ Νέστορα, τοῦτον μὲν ὑπερβάλλοντα τῇ τε συνέσει καὶ τῇ πειθοῖ. φησὶ γοῦν ἐν ἀρχῇ τῆς ποιήσεως, "τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· "

腓力戏谑地说道:“我倒真情愿把安菲波利斯让给雅典人,来换取德摩斯梯尼那份才干!不过你认为荷马对修辞学持何看法?”“依我看,父亲,他对此极为赞赏,”亚历山大说,“否则他绝不会让福尼克斯担任阿喀琉斯传授言辞的师长——诗人确实说过,他是受阿喀琉斯之父差遣, ‘成为善言辞之人与躬行实事之者’;而且他把其他英雄中最杰出、最具君王之风的人物,即狄奥墨得斯、奥德修斯和涅斯托尔,也描绘得对这种才能同样倾心,其中涅斯托尔更是在洞察力与说服力上超群绝伦。诗人确实在全诗开篇便写道: ‘甘美胜过蜂蜜的言辞自其舌尖倾泻;’

§2.21

ὥστε καὶ τὸν Ἀγαμέμνονα εὔχεσθαι δέκα γέροντας αὐτῷ τοιούτους εἶναι μᾶλλον συμβούλους ἢ νεανίσκους οἷος ὅ τʼ Αἴας καὶ ὁ Ἀχιλλεύς, ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας.2 καὶ μὴν τὸ μέγεθος τῆς περὶ τοὺς λόγους χρείας ἐδήλωσεν ἐν ἑτέρῳ.

以至于阿伽门农甚至祈愿,宁可拥有十位这样的老人作为谋士,也不愿要像埃阿斯与阿喀琉斯这样的青年,深信若得如此,特洛伊必将更快陷落。不仅如此,他在另一处更是揭示了言语力量之所需的重大意义。

§2.22

τῶν γὰρ Ἑλλήνων διὰ τὸ μῆκος τοῦ πολέμου καὶ τὴν χαλεπότητα τῆς πολιορκίας, ἔτι δὲ οἶμαι διὰ τὴν ἐπιλαβοῦσαν νόσον καὶ τὴν στάσιν τῶν βασιλέων τοῦ τε Ἀγαμέμνονος καὶ τοῦ Ἀχιλλέως, ἀπειρηκότων ἤδη πρὸς τὴν στρατείαν, πρὸς δὲ αὖ τούτοις δημαγωγοῦ τινος ἐπαναστάντος αὐτοῖς καὶ ταράξαντος τὴν ἐκκλησίαν, τὸ πλῆθος ὥρμησεν ἐπὶ τὰς ναῦς, καὶ παραχρῆμα ἐμβάντες ἐβούλοντο φεύγειν, οὐδενὸς δυναμένου κατασχεῖν, οὐδὲ τοῦ Ἀγαμέμνονος ἔχοντος ὅ τι χρήσεται τοῖς παροῦσι πράγμασιν.

盖因希腊联军由于战事持久与围城之艰辛,加之依我看还因突降的瘟疫以及阿伽门农与阿喀琉斯二王之间的反目,对这次远征早已疲惫绝望;加之此时又有一个煽动者起来对抗他们并扰乱民众大会,大众便纷纷涌向战船,立即登船企图逃遁,无人能够遏止,甚至阿伽门农面对眼前局势也束手无策。

§2.23

οὐκοῦν ἐνταῦθα μόνος αὐτοὺς ἐδυνήθη μετακαλέσαι καὶ μεταβαλεῖν Ὀδυσσεύς, καὶ τέλος ἔπεισε δημηγορῶν μετὰ τοῦ Νέστορος μένειν. ὥστε τοῦτο μὲν τὸ ἔργον φανερῶς τῶν ῥητόρων ἐγένετο. πολλὰ δʼ ἄν τις ἐπιδείξειε καὶ ἕτερα.

就在彼时,唯有奥德修斯一人得以将众人召回并扭转其心意,最终与涅斯托尔一同发表演说,劝服众人留驻。因此,这一功绩显然属于雄辩家。人们还能举出许多其他例证。

§2.24

φαίνεται δʼ οὐ μόνον Ὅμηρος, ἀλλὰ καὶ Ἡσίοδος οὕτω φρονῶν, ὡς φιλοσοφίας τε ἅμα καὶ ῥητορικῆς τῆς ἀληθοῦς τῷ βασιλεῖ προσῆκον; ἐν οἶς φησι περὶ Καλλιόπης, "ἢ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ, ὅντινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων. "

显而易见,不仅荷马,赫西俄德亦持此见,认为哲学与真正的雄辩术皆合宜于君王;正如他在论及卡利俄佩时所言: ‘因她亦伴随受人敬重的君王,凡蒙伟大宙斯之诸女所尊崇,并在宙斯所养诸王中自其诞生便蒙注视之人。’

§2.25

ἔπη μὲν οὖν ποιεῖν, ὦ πάτερ, ἤ λόγους πεζοὺς συγγράφειν, ὁποίας σὺ τὰς ἐπιστολάς, ἀφʼ ὧν σφόδρα σέ φασιν εὐδοκιμεῖν, οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν, εἰ μή γε νέοις οὖσιν ἔτι καὶ σχολὴν ἄγουσιν, ὥσπερ καὶ σὲ λέγουσιν ἐν Θήβαις διαπονῆσαι τὰ περὶ τοὺς λόγους·

因此,父亲,创作韵文诗歌,或是撰写散文作品——正如您所写的那些据说为您赢得极高声誉的书信——对君王而言绝非必不可少,除非趁着尚且年轻并享有闲暇之时,正如人们相传您当年在底比斯刻苦研习辞章之学那样。

§2.26

οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον3 αὐτοῖς τοῖς ἔργοις φιλάνθρωπον ἦθος καὶ πρᾷον καὶ δίκαιον, ἔτι δὲ ὑψηλὸν καὶ ἀνδρεῖον, καὶ μάλιστα δὴ χαίροντα εὐεργεσίαις, ὅπερ ἐστὶν ἐγγυτάτω τῆς τῶν θεῶν φύσεως· τῶν γε μὴν λόγων ἡδέως ἀκούοντα τῶν ἐκ φιλοσοφίας, ὁπόταν καιρός, ἅτε οὐκ ἐναντίων φαινομένων, ἀλλὰ συμφώνων τοῖς αὑτοῦ τρόποις· τέρπεσθαι δὲ ποιήσει καὶ προσέχειν τὸν νοῦν οὐχ ἁπάσῃ, τῇ δὲ καλλίστῃ καὶ μεγαλοπρεπεστάτῃ, οἵαν μόνην ἴσμεν τὴν Ὁμήρου καὶ τῶν Ἡσιόδου τὰ τοιαῦτα, καὶ εἴ τις ἄλλο τι λέγει χρηστόν.

君王亦不必在最精密深奥的层面钻研哲学,而是应当不事雕琢、纯朴自然地以实际行动展现出仁爱、温和与公正的品格,并且高尚而勇敢,尤当以广施恩惠为乐,因这最贴近神明的本性;不过在合宜之时,亦当欣然聆听源于哲学的言论,因为这些言论看起来非但不与他自身的操行相悖,反而是相合一致的; 并且,对于诗歌,君王不应沉溺于所有品类,而当寄情并专注于最优美、最宏伟的篇章,即如我们所知唯有荷马的诗作、赫西俄德同类的作品,以及他人所讲论的任何有益之言。”

语法注3 条
  1. 2.18ῥητορικῆς δέοι ἂν τῷ βασιλεῖ

    非人称动词 δεῖ(此处为祈愿语气 δέοι 连同 ἄν)与表示需要者的人称与格(τῷ βασιλεῖ)以及表示所需要之物的属格(ῥητορικῆς)连用。与接不定词时的用法(通常为 δεῖ τινα ποιεῖν)不同,当支配表示所需之物的属格时,在经典阿提卡散文中对人称使用与格(δεῖ τινι τινός)正是标准构型(宾格 δεῖ τινα τινός 仅见于诗歌)。

  2. 2.21ὡς θᾶττον ἂν ἁλούσης τῆς Τροίας

    由连词 ὡς 引导并带有 ἄν 的属格绝对结构(ἁλούσης τῆς Τροίας)。它表达阿伽门农主观的预期与判断(“认为特洛伊本可以更快被攻陷”),相当于将虚拟/潜在条件句的归结从句(ἄν 搭配直陈式过去时或祈愿语气)转化为属格分词结构。

  3. 2.26οὐδʼ αὖ φιλοσοφίας ἅπτεσθαι πρὸς τὸ ἀκριβέστατον, ἀπλάστως δὲ καὶ ἁπλῶς ἐνδεικνύμενον

    不定词 ἅπτεσθαι 承接前文的谓词结构(οὐ πάντως ἀναγκαῖον τοῖς βασιλεῦσιν,对君王而言并非必不可少),而后修饰其逻辑主语(君王)的分词(ἐνδεικνύμενον、χαίροντα、ἀκούοντα)则转为阳性单数宾格,即不定词的逻辑主格标准格位。这一句式在结构上将对理论细节的执着与质朴的德行实践形成了鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.18-2.27