← 金嘴狄翁

演说集

§2.10-2.17

荷马与赫西俄德之辨及亚历山大的统御之志

亚历山大与腓力辩论了荷马与赫西俄德的高下以及荷马对优卑亚人的讽刺,随后围绕选择做荷马史诗中的英雄还是做荷马本人展开对话;亚历山大展现出不甘受制于任何人、誓要超越前代英雄并亲自成为被赞颂之统治者的宏大抱负。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

πολύ γε μᾶλλον, εἶπεν ὁ Ἀλέξανδρος, τὰ παρʼ Ὁμήρῳ γεωργικά.1 καὶ ποῦ περὶ γεωργίας εἴρηκεν Ὅμηρος; ἤρετο ὁ Φίλιππος, ἤ τὰ ἐν τῇ ἀσπίδι μιμήματα λέγεις τῶν ἀρούντων καὶ θεριζόντων καὶ τρυγώντων; ἥκιστά γε, εἶπεν ὁ Ἀλέξανδρος, ἀλλὰ ἐκεῖνα πολὺ μᾶλλον· "οἱ δʼ ὥστʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· ὥς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. "

“荷马诗中关于农事的描写要远胜于此,”亚历山大说。“荷马何曾在哪里谈过农事?”腓力问道;“难道你指的是盾牌上那些耕作、收割与采摘葡萄的图景吗?”“绝非如此,”亚历山大说,“而是指那些诗句,远胜于此: ‘犹如收割者彼此相对,在富人之田地里推进麦垄,无论是小麦还是大麦,麦捆密集地倒下;特洛伊人与阿开奥斯人亦是如此,相互扑跃杀伐,双方皆未念及毁灭性的溃逃。’”

§2.11

ταῦτα μέντοι ποιῶν Ὅμηρος ἡττᾶτο ὑπὸ Ἡσιόδου, ὁ Φίλιππος εἶπεν· ἢ οὐκ ἀκήκοας τὸ ἐπίγραμμα τὸ ἐν Ἑλικῶνι ἐπὶ τοῦ τρίποδος· "Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκεν ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον; "

“然而荷马虽作了这样的诗篇,却败给了赫西俄德,”腓力说;“难道你没有听过赫利孔山鼎上的题词吗: ‘赫西俄德以此献给赫利孔山的缪斯,因在哈尔基斯以歌赋战胜了神圣的荷马’?”

§2.12

καὶ μάλα δικαίως, εἶπεν ὁ Ἀλέξανδρος, ἡττᾶτο· οὐ γὰρ ἐν βασιλεῦσιν ἠγωνίζετο, ἀλλʼ ἐν γεωργοῖς καὶ ἰδιώταις, μᾶλλον δὲ ἐν ἀνθρώποις φιληδόνοις καὶ μαλακοῖς. τοιγαροῦν ἠμύνατο τοὺς Εὐβοέας διὰ τῆς ποιήσεως Ὅμηρος. πῶς; ἤρετο θαυμάσας ὁ Φίλιππος. ὅτι μόνους αὐτοὺς τῶν Ἑλλήνων περιέκειρεν αἴσχιστα,κομᾶν ὄπισθεν ἀφεὶς ὥσπερ οἱ νῦν τοὺς παῖδας τοὺς ἁπαλούς.

“他落败实属应当,”亚历山大说,“因为他不是在君王面前角逐,而是在农夫和平民面前,或者说是在贪图享乐、生性软弱的人面前较量。因此荷马便通过诗作报复了优卑亚人。”“如何报复的?”腓力惊奇地问。“因为在所有希腊人中,他唯独将他们剪剃得最为难堪,让他们只在脑后留着长发,正如如今人们对待娇弱的男童那样。”

§2.13

καὶ ὁ Φίλιππος γελάσας, ὁρᾷς, ἦ δʼ ὃς, ὦ Ἀλέξανδρε, ὅτι δεῖ μὴ λυπεῖν τοὺς ἀγαθοὺς ποιητὰς μηδὲ τοὺς δεινοὺς συγγραφέας, ὡς κυρίους ὄντας2 ὅ, τι βούλονται περὶ ἡμῶν λέγειν. οὐ πάντως, εἶπε, κυρίους. τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν.3 ὁ μέντοι Ἡσίοδος, ὦ πάτερ, δοκεῖ μοι οὐδὲ αὐτὸς ἀγνοεῖν τὴν ἑαυτοῦ δύναμιν ὅσον ἐλείπετο Ὁμήρου.

腓力笑道:“亚历山大,你可看出来,绝不可触怒优秀的诗人和敏锐的著述家,因为他们有权随意评说我们。”“也并非全有此权,”他说,“至少斯忒西霍罗斯在诬蔑海伦之后并未得到什么好处。然而父亲,依我看,赫西俄德自己也并非不知晓自己的力量距离荷马相差多远。”

§2.14

πῶς λέγεις; ὅτι ἐκείνου περὶ τῶν ἡρώων ποιήσαντος αὐτὸς ἐποίησε Γυναικῶν κατάλογον, καὶ τῷ ὄντι τὴν γυναικωνῖτιν ὕμνησε, παραχωρήσας Ὁμήρῳ τοὺς ἄνδρας ἐπαινέσαι. ἐκ τούτου δὲ ἤρετο ὁ Φίλιππος, Ἀλλὰ σύ, ὦ Ἀλέξανδρε, πότερον ἕλοιο ἂν Ἀγαμέμνων ἢ Ἀχιλλεὺς ἢ ἐκείνων τις γεγονέναι τῶν ἡρώων ἢ Ὅμηρος;

“你这话何意?”“因为在那位诗人歌咏英雄之时,他自己却作了《列女录》,真正赞美了妇人的闺阁,将称颂男子的殊荣让给了荷马。”听到这里,腓力便问道:“但是你,亚历山大,若让你选择,你是情愿成为阿伽门农、阿喀琉斯、那些英雄中的某一位,还是成为荷马呢?”

§2.15

οὐ μέντοι, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους.4 οὔτε γὰρ σὲ χείρονα νομίζω τοῦ Πηλέως οὔτε τῆς Φθίας ἀσθενεστέραν τὴν Μακεδονίαν οὔτε τὸν Ὄλυμπον ἀδοξότερον τοῦ Πηλίου φαίην ἄν· ἀλλὰ μὴν οὐδὲ παιδείας φαυλοτέρας ἐπιτετύχηκα ὑπʼ Ἀριστοτέλους ἢ ἐκεῖνος ὑπὸ Φοίνικος τοῦ Ἀμύντορος, φυγάδος ἀνδρὸς καὶ διαφόρου τῷ πατρί. πρὸς δὲ αὖ τούτοις ὁ μὲν Ἀχιλλεὺς ὑπήκουεν ἑτέροις, καὶ πέμπεται μετὰ μικρᾶς δυνάμεως ἄλλῳ συστρατευσόμενος· ἐγὼ δὲ οὐκ ἄν ποτε ὑπὸ ἀνθρώπων οὐδενὸς βασιλευθείην.

“我绝不作这两者之一的抉择,”亚历山大说,“而是要远远超越阿喀琉斯及其他人。因为我不认为您逊色于珀琉斯,我也绝不会说马其顿弱于佛提亚,或是奥林匹斯山的名声不及珀利翁山;更有甚者,我从亚里士多德那里受到的教导,绝不比阿喀琉斯从阿密恩托尔之子福尼克斯——一个流亡在外且与生父反目的男子——那里受到的教育更为平庸。此外,阿喀琉斯服从于他人,仅率领一支微小的兵力被派去随同他人征战;而我则决不会被世间任何人统治。”

§2.16

καὶ ὁ Φίλιππος μικροῦ παροξυνθείς, Ἀλλʼ ὑπʼ ἐμοῦ γε βασιλεύῃ, ὦ Ἀλέξανδρε. οὐκ ἔγωγε, εἶπεν· οὐ γὰρ ὡς βασιλέως, ἀλλʼ ὡς πατρὸς ἀκούω σου. οὐ δήπου καὶ θεᾶς φήσεις μητρὸς γεγονέναι σεαυτόν, ὥσπερ ὁ Ἀχιλλεύς; εἶπεν ὁ Φίλιππος, ἢ Ὀλυμπιάδα συμβαλεῖν ἀξιοῖς Θέτιδι; καὶ ὁ Ἀλέξανδρος ἡσυχῇ μειδιάσας, Ἐμοὶ μέν, εἶπεν, ὦ πάτερ, ἀνδρειοτέρα δοκεῖ πασῶν τῶν Νηρηίδων.

腓力险些动怒,说道:“然而你正被我统治着,亚历山大。”“我并非被您统治,”他说,“因为我听从您不是将您当作国王,而是当作父亲。”“想必你总不至于也声称自己是女神母亲所生,正如阿喀琉斯那样吧?”腓力说,“难道你认为奥林匹亚丝足以与忒提斯相提并论吗?”亚历山大平静地微笑道:“依我看,父亲,她比所有的涅瑞伊得斯仙女都更为勇敢。”

§2.17

ἐνταῦθα ὁ Φίλιππος γελάσας, Οὐκ ἀνδρειοτέρα μόνον, ἔφη, ὦ παῖ, ἀλλὰ καὶ πολεμικωτέρα. ἐμοὶ γοῦν οὐ παύεται πολεμοῦσα. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἅμα σπουδῇ ἐπαιξάτην.5 πάλιν δὲ ἤρετο αὐτὸν ὁ Φίλιππος, Ἀλλὰ τὸν Ὅμηρον οὕτω σφόδρα, ὦ Ἀλέξανδρε, θαυμάζων, πῶς ὑπερορᾷς αὐτοῦ τὴν σοφίαν; ὅτι, ἔφη, καὶ τοῦ Ὀλυμπίασι κήρυκος ἥδιστʼ ἂν ἀκούοιμι φθεγγομένου μέγα καὶ σαφές, οὐ μέντοι κηρύττειν ἐβουλόμην αὐτὸς ἑτέρους νικῶντας, ἀλλὰ πολὺ μᾶλλον κηρύττεσθαι.

这时腓力大笑道:“不仅更勇敢,我的孩子,而且更好战;至少她同我打仗就从未停息过。”于是他们二人半开玩笑半认真地交谈至此。腓力又问他:“但是亚历山大,既然你如此极力赞赏荷马,为何却轻视他的智慧呢?”“因为,”他说,“我固然极乐意聆听奥林匹亚的传令官高亢嘹亮地呼喊,但我自己绝不愿做那宣读他人胜利的传令官,而是远更情愿成为被宣读者。”

语法注5 条
  1. 2.10τὰ παρʼ Ὁμήρῳ γεωργικά

    承接前文,此处省略了谓语动词ἐστίν等,意为“荷马诗中关于农事的描写[远胜于此]”。πολύ μᾶλλον作副词修饰被省略的谓语比较概念。

  2. 2.13ὡς κυρίους ὄντας

    带有表示主观理由的连词ὡς的宾格分词结构,与主句宾语(τοὺς ἀγαθοὺς ποιητὰς μηδὲ τοὺς δεινοὺς συγγραφέας)保持性数格一致,意为“认为他们有权……/因为他们有权……”。

  3. 2.13τῷ γοῦν Στησιχόρῳ ψευσαμένῳ κατὰ τῆς Ἑλένης οὐ συνήνεγκεν

    无人称动词συνήνεγκεν(συμφέρω的不定过去时)与与格τῷ Στησιχόρῳ搭配,意为“对斯忒西霍罗斯毫无益处”。分词ψευσαμένῳ作状语,表时间或原因(“在诬蔑海伦之后/因为诬蔑海伦”)。

  4. 2.15οὐ μέντοι, ἦ δʼ ὃς ὁ Ἀλέξανδρος, ἀλλὰ ὑπερβάλλειν πολὺ τὸν Ἀχιλλέα καὶ τοὺς ἄλλους

    回应前文腓力的提问(πότερον ἕλοιο ἂν ... γεγονέναι;)。在οὐ μέντοι之后承前省略了选择动词,不定词ὑπερβάλλειν由承前补足的潜在动词(如ἑλοίμην ἄν)支配,结构核心为“我并不想二者择一,而是情愿远远超越阿喀琉斯等人”。

  5. 2.17ἐπαιξάτην

    动词παίζω的直说式不定过去时第三人称双数形式。此双数动词精确地概括了父子二人(腓力与亚历山大)方才半开玩笑半认真的一番唇枪舌剑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.10-2.17