← 金嘴狄翁

演说集

§2.28-2.35

适于君王的音乐与兵刃战利的装饰

亚历山大论述了适于君王的音乐与诗歌,主张当以战利品而非奢华珠玉装点宫室与神庙,赢得了腓力的赞许。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.28

οὐδὲ γὰρ μουσικήν, ἔφη, πᾶσαν μανθάνειν ἐθέλοιμʼ ἄν, ἀλλὰ κιθάρᾳ μόνον χρῆσθαι πρὸς θεῶν ὕμνους καὶ θεραπείας, ἔτι δὲ οἶμαι τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ἐπαίνους· οὐδέ γε ᾅδειν τὰ Σαπφοῦς ἢ Ἀνακρέοντος πρέπον ἂν εἴη τοῖς βασιλεῦσιν, ἀλλʼ, εἴπερ ἄρα, τῶν Στησιχόρου μελῶν ἢ Πινδάρου,.

“因为,”他说,“我并不愿研习所有的音乐,而只想在向神明献上赞歌与事奉时,以及我想用于称颂贤达之士时弹奏七弦琴;君王若去歌唱萨福或阿那克里翁的词作亦不得体,若一定要唱,也当是斯特西科罗斯或品达的抒情诗歌。

§2.29

τυχὸν δὲ καὶ πρὸς τοῦτο ἱκανὸς Ὅμηρος. ἦ γάρ, εἶπεν ὁ Φίλιππος, πρὸς κιθάραν συμφωνῆσαί τινά σοι δοκεῖ ἂν τῶν Ὁμήρου; καὶ ὁ Ἀλέξανδρος γοργὸν ἐμβλέψας ὥσπερ λέων, Ἐγὼ μέν, εἶπεν, ὦ πάτερ, οἶμαι πρέπειν πολλὰ τῶν Ὁμήρου ἐπῶν πρὸς σάλπιγγα ᾅδεσθαι, μὰ Δίʼ οὐ τὴν ἀνακαλοῦσαν, ἀλλὰ τὴν ἐποτρύνουσαν καὶ παρακελευομένην, οὐχ ὑπὸ γυναικείου χοροῦ λεγόμενα ἢ παρθένων, ἀλλʼ ὑπὸ φάλαγγος ἐνόπλου, πολὺ μᾶλλον ἢ τὰ Τυρταίου παρὰ τοῖς Λάκωσιν.

甚至或许在这点上荷马便已足矣。”“难道说,”腓力道,“你认为荷马的史诗中有什么能与七弦琴相和奏吗?”亚历山大如雄狮般目光炯炯地凝视着,说道:“依我之见,父亲,荷马史诗中的许多篇章正宜伴着军号的号角声高唱——指宙斯起誓,绝非吹响撤兵的号角,而是催人奋进、下达冲锋号令的号角;不是由妇人或处女的歌队来吟唱,而是由全副武装的方阵重兵来吼啸,这远甚于斯巴达人传唱堤尔泰俄斯的战歌。”

§2.30

ἐνταῦθα ἐπῄνεσεν ὡς καλῶς αὐτὸν εἰπόντα ὁ Φίλιππος καὶ ἀξίως τοῦ ποιητοῦ. οὐκοῦν, ἦ δʼ ὅς, καὶ τοῦτο, οὗπερ νῦν ἐμνήσθημεν, Ὅμηρος ἐπιδείκνυσιν. τὸν γοῦν Ἀχιλλέα πεποίηκεν ὑστερίζοντα ἐν τῷ στρατοπέδῳ τῶν Ἀχαιῶν οὐδὲ ἐρωτικὰ μέλη ᾅδοντα· καίτοι φησί γε ἐρᾶν αὐτὸν τῆς Βρισηίδος· ἀλλὰ κιθάρᾳ μὲν χρῆσθαι, μὰ Δίʼ οὐκ ὠνησάμενον οὐδὲ οἴκοθεν ἄγοντα παρὰ τοῦ πατρός, ἀλλὰ ἐκ τῶν λαφύρων ἐξελόμενον, ὅτε εἷλε τὰς Θήβας καὶ τὸν Ἠετίωνα ἀπέκτεινε τὸν τοῦ Ἕκτορος κηδεστήν.

至此,腓力称赞他言辞精彩,且无愧于那位诗人。“因此,”亚历山大说,“我们方才提到的这一点,荷马也已展现得淋漓尽致。至少,他描绘阿喀琉斯滞留于阿开奥斯人军营中时,并未吟唱情歌——尽管诗人确实说他深爱布里塞伊丝——而是抚弹七弦琴;指宙斯起誓,那琴既非买来,亦非从家中由其父带来,而是当他攻陷底比斯并斩杀赫克托耳的岳父厄厄提翁时,从战利品中拣选出来的。

§2.31

τῇ ὅγε, φησί, θυμὸν ἔτερπεν· ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν, ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον1 τῆς ἀρετῆς οὐδὲ τῶν εὐκλεῶν πράξεων, οὔτε πίνοντα οὔτε ᾅδοντα, τὸν γενναῖον ἄνδρα καὶ βασιλικὸν, ἀλλʼ ἀεὶ διατελεῖν ἢ πράττοντα αὐτὸν μέγα τι καὶ θαυμαστὸν ἢ μεμνημένον τῶν ὁμοίων.

诗人说,‘他以此悦乐心灵,歌唱英雄之伟烈勋绩’,这表明高尚而具王者之风的人,无论饮酒还是高歌,皆绝不可忘却美德与光荣之业绩,而当始终如一地要么躬行某种伟大而惊世之功,要么铭记先贤的同类伟业。”

§2.32

ταῦτα δὲ ἔλεγε πρὸς τὸν πατέρα, ἐπιδεικνύμενος τὴν αὑτοῦ διάνοιαν. καὶ γὰρ δὴ ἐτύγχανε τὸν μὲν Ὅμηρον ἀγαπῶν, τὸν Ἀχιλλέα δὲ οὐ μόνον ἐθαύμαζεν, ἀλλὰ καὶ ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως,2 ὥσπερ οἱ καλοὶ ζηλοτυποῦσι τοὺς καλοὺς ἐνίοτε, κρειττόνων ἐραστῶν τυγχάνοντας.

他向父亲说这番话,意在展示自己的识见抱负。盖因他不仅深爱荷马,对于阿喀琉斯,他非但由衷赞叹,甚至还嫉妒荷马为其作诗传世,正如美貌之人有时会嫉妒其他获得了更高贵爱慕者的同侪一般。

§2.33

τῶν δὲ ἄλλων ποιητῶν οὐ σφόδρα ἐφρόντιζε. Στησιχόρου δὲ καὶ Πινδάρου ἐπεμνήσθη, τοῦ μὲν ὅτι μιμητὴς Ὁμήρου γενέσθαι δοκεῖ καὶ τὴν ἅλωσιν οὐκ ἀναξίως ἐποίησε τῆς Τροίας, τοῦ δὲ Πινδάρου διά τε τὴν λαμπρότητα τῆς φύσεως καὶ ὅτι τὸν πρόγονον αὐτοῦ καὶ ὁμώνυμον ἐπῄνεσεν Ἀλέξανδρον τὸν φιλέλληνα ἐπικληθέντα ποιήσας εἰς αὐτόν, "ὀλβίων ἐπώνυμε Δαρδανιδᾶν." διὰ τοῦτο γὰρ καὶ Θήβας ὕστερον πορθῶν μόνην κατέλιπε τὴν οἰκίαν τὴν ἐκείνου κελεύσας ἐπιγράψαι, Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ κάετε. ἦπου πολλὴν ἠπίστατο χάριν τοῖς αὑτὸν ἐγκωμιάζουσι μὴ φαύλως, οὕτως ἄγαν φιλότιμος ὤν.

对于其余诗人,他并不甚在意。至于提及斯特西科罗斯与品达,前者是因为他被视为荷马的效仿者,且对特洛伊陷落的谱写并非辱没了那段历史;而提到品达,则既因其天资卓越超凡,亦因他曾赞美过与其同名的先祖——那位被冠以‘爱希腊者’美名的亚历山大,并曾为他作诗道: ‘幸福的达耳达诺斯子孙的同名者啊。’ 正是为此缘故,亚历山大日后攻破底比斯时,独独留下了品达的故居,下令在上面题字:‘切勿焚毁制诗者品达之庐舍。’显然,他如此极度崇尚荣誉,自然对那些以不凡手笔颂扬自己的人心存莫大感激。

§2.34

τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα3 πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν· καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν· ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω, "καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο. "

“那么如何?”腓力道,“我的孩子,我极其欣悦地听你吐露这般见识,难道你甚至不赞同君王为了享乐而营建一处以珍贵黄金、琥珀金及象牙装点修饰的居所吗?”“断乎不可,父亲,”他回答道,“反而更应当以敌人的战利品与兵戈来装点;甚至神庙也应当用这类饰物来祭谢敬献,正如赫克托耳在向阿开奥斯人最勇悍之士挑战时所主张的那样:他若得胜,自会将遗体归还其盟友,但他说道,铠甲我将剥除, ‘并悬挂于远射神阿波罗的神殿之壁。’

§2.35

τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλου περὶ Νίνον. οὐ γὰρ βασιλέως τὰ τοιαῦτα φιλοτιμήματα οὐδαμῶς, ἀλλʼ ἀνοήτου μὲν παίγνια κόρης, ἀκολάστου δὲ γυναικός.

因为神庙这般的装点,全然胜过绿宝石、红玉髓和缟玛瑙,一如萨达那帕鲁斯在尼尼微所筑造的那般。因为这等竞夸奢靡之举断非君王之所为,不过是愚昧少女或放荡妇人的玩物罢了。”

语法注3 条
  1. 2.31ὡς οὐδέποτε ἐκλανθάνεσθαι δέον

    连词 ὡς 后接无人称动词 δεῖ 的分词形式——独立宾格(accusative absolute)δέον,并进一步统辖不定式 ἐκλανθάνεσθαι。此结构引出对荷马描写意图的说明(“意即绝不可忘却……”)。

  2. 2.32ἐζηλοτύπει τῆς Ὁμήρου ποιήσεως

    动词 ἐζηλοτύπει(ζηλοτυπέω,“嫉妒”)支配表示原因或对象的情感属格 τῆς Ὁμήρου ποιήσεως,表明亚历山大并非嫉妒阿喀琉斯本人,而是嫉妒他拥有荷马作诗赞颂这一殊荣。

  3. 2.34οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα

    动词 ἀξιοῖς(“认为……是合宜的”)支配宾格加不定式结构。宾格 τὸν βασιλέα 作完成时中被动态不定式 κατεσκευάσθαι 的逻辑主语,该不定式在此具中动态含义,并带宾语 οἴκησιν(“君王为自己营建居所”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.28-2.35