← 金嘴狄翁

演说集

§2.1-2.9

亚历山大与腓力论荷马为王者之诗

少年亚历山大向父亲腓力阐述,唯有歌颂统治者德业的荷马才适于王者,而为平民与工匠撰写训诫的赫西俄德等诗人的作品对君王毫无用处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

λέγεταί ποτε Ἀλέξανδρον τῷ πατρὶ Φιλίππῳ μειράκιον ὄντα διαλεχθῆναι περὶ Ὁμήρου μάλα ἀνδρείως καὶ μεγαλοφρόνως· οἱ δὲ αὐτοὶ λόγοι οὗτοι σχεδόν τι καὶ περὶ βασιλείας ἦσαν. ἐτύγχανε μὲν γὰρ ὁ Ἀλέξανδρος στρατευόμενος ἤδη μετὰ τοῦ πατρός, καίτοι τοῦ Φιλίππου κωλύοντος· ὁ δὲ οὐχ οἷός τʼ ἦν κατέχειν αὑτὸν, ὥσπερ οἱ γενναῖοι σκύλακες οὐχ ὑπομένουσιν ἀπολείπεσθαι τῶν ἐπὶ θήραν ἐξιόντων, ἀλλὰ ξυνέπονται πολλάκις ἀπορρήξαντες τὰ δεσμά.

据说,亚历山大尚在少年时,曾以极其英武且气度豪迈的方式与父亲腓力谈论荷马;而这些话语,实际上也正是一番关于王权的论述。因为亚历山大那时虽有腓力阻拦,却已然随父亲出征;但他无法克制自己,正如良种猎犬忍受不了被出猎的人抛在身后,反而屡屡挣断绳索随行而去。

§2.2

ἐνίοτε μὲν οὖν ταράττουσιν ἐν τῷ ἔργῳ διὰ τὴν νεότητα καὶ τὴν ἐπιθυμίαν φθεγγόμενοι πρὸ τοῦ καιροῦ καὶ τὸ θηρίον ἀνιστάντες· ἐνίοτέ γε μὴν εἷλον αὐτοὶ προπηδήσαντες. τοιαῦτα ἐκεῖνος ἔπασχε τὸ πρῶτον, ὥστε καὶ τῆς ἐν Χαιρωνείᾳ μάχης τε καὶ νίκης φασὶν αὐτὸν αἴτιον γενέσθαι, τοῦ πατρὸς ὀκνοῦντος τὸν κίνδυνον. τότε δʼ οὖν ἀπὸ στρατείας ἥκοντες ἐν Δίῳ τῆς Πιερίας ἔθυον ταῖς Μούσαις, καὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἐτίθεσαν, ὅν φασιν ἀρχαῖον εἶναι παρʼ αὐτοῖς.

有时,猎犬确实会因年幼和躁动而在狩猎中过早吠叫、惊动野兽而扰乱行事;但有时,它们也会奋身扑跃,亲自捕获猎物。起初亚历山大的情形亦是如此,以至于人们说,尽管父亲临险迟疑,但在喀罗尼亚的激战与胜利中,他本人才是关键的促成者。那时,他们从征战中归来,在皮埃里亚的狄翁向缪斯献祭,并举办奥林匹亚竞技会——据说这是他们中间自古以来的传统。

§2.3

ἤρετο οὖν αὐτὸν ὁ Φίλιππος ἐν τῇ συνουσίᾳ, Διὰ τί ποτε, ὦ παῖ, σφόδρα οὕτως ἐκπέπληξαι τὸν Ὅμηρον ὥστε διατρίβεις περὶ μόνον τῶν ποιητῶν. ἐχρῆν μέντοι μηδὲ τῶν ἄλλων ἀμελῶς ἔχειν. σοφοὶ γὰρ οἱ ἄνδρες. καὶ ὁ Ἀλέξανδρος ἔφη, Ὅτι δοκεῖ μοι, ὦ πάτερ, οὐ πᾶσα ποίησις βασιλεῖ πρέπειν, ὥσπερ οὐδὲ στολή.

于是腓力在宴集时问他:“孩子,你究竟为何对荷马如此神魂颠倒,以至于在所有诗人中唯独专心于他?你本不应当忽视其他诗人,因为他们亦是智者。”亚历山大答道:“父亲,因为在我看来,并非所有的诗歌都适宜于君王,正如并非所有的服饰都适宜于君王一样。

§2.4

τὰ μὲν οὖν ἄλλα ποιήματα ἔγωγε ἡγοῦμαι τὰ μὲν συμποτικὰ αὐτῶν, τὰ δὲ ἐρωτικά. τὰ δὲ ἐγκώμια ἀθλητῶν τε καὶ ἵππων νικώντων, τὰ δʼ ἐπὶ τοῖς τεθνεῶσι θρήνους, τὰ δὲ γέλωτος ἕνεκεν ἢ λοιδορίας πεποιημένα, ὥσπερ τὰ τῶν κωμῳδοδιδασκάλων καὶ τὰ τοῦ Παρίου ποιητοῦ· ἴσως δέ τινα αὐτῶν καὶ δημοτικὰ λέγοιτʼ ἄν, συμβουλεύοντα καὶ παραινοῦντα τοῖς πολλοῖς καὶ ἰδιώταις, καθάπερ οἶμαι τὰ Φωκυλίδου καὶ Θεόγνιδος· ἀφʼ ὧν τί ἂν ὠφεληθῆναι δύναιτο ἀνὴρ ἡμῖν ὅμοιος, "πάντων μὲν κρατέειν ἐθέλων, πάντεσσι δʼ ἀνάσσειν; "

至于其他诗作,我个人认为,有些适于宴饮,有些适于欢爱,有些是献给运动员和获胜战马的颂歌,有些是对死者的挽歌,还有些则是为了取笑或谩骂而作,就像喜剧作家们和帕罗斯诗人的作品那样;也许其中有些亦可称作平民之诗,向平民与普通人提供劝戒与训诲,我想就如福库利得斯和狄奥格尼斯的作品那样。然而对于一个像我们这样的人,即 ‘企图制伏一切,企图君临一切者’, 又能从这些作品中获得什么益处呢?

§2.6

τὴν δέ γε Ὁμήρου ποίησιν μόνην ὁρῶ τῷ ὄντι γενναίαν καὶ μεγαλοπρεπῆ καὶ βασιλικήν, ᾗ πρέπει τὸν νοῦν προσέχειν ἄνδρα μάλιστα μὲν ἄρξειν μέλλοντα τῶν ὅποι ποτὲ ἀνθρώπων, εἰ δὲ μή, τῶν πλείστων καὶ φανερωτάτων, ἀτεχνῶς γε ἐσόμενον κατʼ ἐκεῖνον ποιμένα λαῶν. ἢ πῶς οὐκ ἄτοπον ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι1 τὸν βασιλέα, τῶν δὲ ποιητῶν καὶ τοῖς ἥττοσιν ἐντυγχάνειν, ὥσπερ σχολὴν ἄγοντα;

唯独荷马的诗作,在我眼中才是真正高贵、宏伟且适于王者的;一个人若注定要统治普天下之人,退一步讲,即便只统治最多、最显赫的人群,真正成为荷马笔下‘人民的牧者’,他就理当用心于此。难道不是荒谬的吗:一位国王绝不愿骑乘除最好的马之外的马匹,却要如闲极无聊一般连较逊色的诗人也去涉猎?

§2.7

εὖ ἴσθι, ἔφη, ὦ πάτερ, ἐγὼ οὐ μόνον ποιητὴν ἕτερον, ἀλλʼ οὐδὲ μέτρον ἄλλο ἢ τὸ Ὁμήρου ἡρῷον ἀκούων ἀνέχομαι. πάνυ οὖν ὁ Φίλιππος αὐτὸν ἠγάσθη τῆς μεγαλοφροσύνης, ὅτι δῆλος ἦν οὐδὲν φαῦλον οὐδὲ ταπεινὸν ἐπινοῶν, ἀλλὰ τοῖς τε ἥρωσι καὶ τοῖς ἡμιθέοις παραβαλλόμενος.

父亲,您当知晓,”他说,“不仅是别的诗人,我甚至不能容忍听到除荷马的英雄诗体以外的任何其他格律。”腓力对他的宏大志向赞叹不已,因为显而易见,亚历山大心中绝无平庸低劣之念,而是将自己与英雄和半神相提并论。

§2.8

ὅμως δὲ κινεῖν αὐτὸν βουλόμενος, Τὸν δὲ Ἡσίοδον, ὦ Ἀλέξανδρε, ὀλίγου ἄξιον κρίνεις, ἔφη, ποιητήν; οὐκ ἔγωγε, εἶπεν, ἀλλὰ τοῦ παντός, οὐ μέντοι βασιλεῦσιν οὐδὲ στρατηγοῖς ἴσως. ἀλλὰ τίσι μὴν; καὶ ὁ Ἀλέξανδρος γελάσας, Τοῖς ποιμέσιν, ἔφη, καὶ τοῖς τέκτοσι καὶ τοῖς γεωργοῖς. τοὺς μὲν γὰρ ποιμένας φησὶ φιλεῖσθαι ὑπὸ τῶν Μουσῶν, τοῖς δὲ τέκτοσι μάλα ἐμπείρως παραινεῖ πηλίκον χρὴ τὸν ἄξονα τεμεῖν, καὶ τοῖς γεωργοῖς, ὁπηνίκα ἄρξασθαι πίθου.2

然而腓力为了激他,便问道:“亚历山大,难道你认为赫西俄德是一个微不足道的诗人吗?”“绝非如此,”他说,“我认为他是极有价值的,但或许不是对国王和统帅而言。”“那么究竟是对谁而言?”亚历山大笑道:“是对牧羊人、木匠和农夫。因为他说牧羊人受缪斯眷顾,又极其内行地告诫木匠车轴该截多大,指点农夫何时该启开储酒瓮。”

§2.9

τί οὖν; οὐχὶ ταῦτα χρήσιμα, ἔφη, τοῖς ἀνθρώποις, ὁ Φίλιππος; οὐχ ἡμῖν γε, εἶπεν, ὦ πάτερ, οὐδὲ Μακεδόσι τοῖς νῦν, ἀλλὰ τοῖς πρότερον, ἡνίκα νέμοντες καὶ γεωργοῦντες Ἰλλυριοῖς ἐδούλευον καὶ Τριβαλλοῖς. οὐδὲ τὰ περὶ τὸν σπόρον, ἔφη, καὶ τὸν ἀμητόν, ὁ Φίλιππος, ἀρέσκει σοι τοῦ Ἡσιόδου μεγαλοπρεπῶς οὕτως εἰρημένα; "πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμητοῦ, ἀρότοιο δὲ δυσομενάων."

“怎么?”腓力问,“难道这些对人类没有用处吗?”“对我们而言绝无用处,父亲,”他说,“对如今的马其顿人亦无用处;只有对从前那些放牧耕作、受伊利里亚人和特里巴利人奴役的先民才有用。”“难道赫西俄德把播种与收割写得如此壮阔宏伟,也不能令你满意吗?”腓力问道;“‘阿特拉斯之女昴星团升起之时,当始收割;当其西落之时,当始耕作。’”

语法注2 条
  1. 2.6ἵππῳ μὲν μὴ ἐθέλειν ἢ τῷ ἀρίστῳ χρῆσθαι

    否定词 μή 与 ἤ 呼应,构成表示排他与限制的惯用句式,意为“除……之外不再……”、“唯独……”(相当于 none other than)。此处与 χρῆσθαι 连用,接与格,表示“不愿骑乘除最好的马匹之外的任何马匹”。

  2. 2.8ὁπηνίκα ἄρξασθαι πίθου

    引导间接疑问从句的连词 ὁπηνίκα 之后接不定词 ἄρξασθαι(中动态不定词,支配属格 πίθου)。这是承接前文动词 παραινεῖ(劝告、指导)的指令性/意愿性不定词结构(或隐含 χρή),意为“何时应当启开储酒瓮”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:2.1-2.9