- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:1.77-1.84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫拉克勒斯在赫尔墨斯的引导下目睹了充满虚饰、恐惧与恶德的“僭政”之丑态,并对其表达了极度的厌恶。宙斯赞许他的崇高抉择,将统驭全人类的王权托付给他,使他成为诛灭暴君、庇护明君的真正救主,并至今仍在护卫着君王的统治。
καὶ δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν, ὁποίαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρʼ αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοικαὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος ὁ τόπος καὶ διατετμημένος ὑπʼ αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλʼ ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον.
于是,赫尔墨斯首先向他展示了入口周边的景象:只见一条路显而易见,且正如我先前所说,这条路充满凶险,正沿着悬崖峭壁延伸;然而却有许多隐秘且难以察觉的暗道,整个地方四周都被挖空,依我看,通道一直开凿到了宝座的正下方;所有的通道与小径皆血迹斑斑,堆满了尸体。赫尔墨斯没有带领他穿过其中的任何一条,而是从外侧走了一条更为洁净的路径,我想,这是因为他将作为一名旁观者。
ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένηνὑψηλὴν ἐξεπίτηδες, προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ὑψηλοτέρῳ καὶ κρείττονι τῷ θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφάς, καὶ διαθέσει χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἦν ἀσφαλὴς ὁ θρόνος1 οὐδὲ ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. ἦν δὲ οὐδʼ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον.
当他们进入其中,便见“僭政”故意高高在上地坐着,装模作样地将自己比拟为“王权”,端坐在一个依她看来远为高大崇高的宝座上。这宝座雕刻着无数其他图饰,并以黄金、象牙、琥珀、乌木及各种色彩错综点缀。然而这宝座的基底并不牢固,亦未稳稳扎根,而是晃动不稳,时而屈膝般倾斜。此外,没有一样东西布置得合乎秩序,一切皆是为了虚荣、夸耀与奢靡:数柄权杖在侧,头戴数重头巾与冠冕。她模仿着王权的气度,却毫无亲切的微笑,反而泛着卑琐阴险的冷笑;毫无庄严的目光,反而露出阴郁凶戾的睥睨神情。
ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλʼ ὑπερεώρα καὶ ἠτίμαζεν. ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ὑπενόει. καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτʼ εὐθὺς ἥρπαζεν ὅ,τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον.
为了显得胸怀大度,她不肯直视前来的人们,反而对其轻蔑俯视,傲慢无礼。正因如此,她被所有人痛恨,亦猜忌着所有人。她虽坐着却无法保持平静,频频环顾四周,屡屡从宝座上跳起。她极不体面地将金子藏匿在怀中,旋即又因恐惧而猛然全数抛出,继而又立刻抢夺过路人所拥有的哪怕微不足道之物。
ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινικῶν, τοῦτο δὲ κροκωτῶν· ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων· πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφʼ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει.
她的服装斑驳多样,一时是深紫,一时是绯红,一时是藏黄;其披风中亦隐现某些白色,然而衣裳的许多地方早已被撕碎。由于恐惧、焦虑、猜忌和暴怒,她的面色变幻不定;一时因悲伤而显得沮丧,一时因享乐而轻浮狂躁;刚才脸上还带着极为放肆的狂笑,转眼间便又哀嚎痛哭。
ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων, αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλʼ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα.
环绕在她身边的亦是一群妇人,与我先前所言环绕在王权四周的妇人毫无相似之处,乃是“残暴”、“傲慢”、“不法”与“内讧”,她们全都败坏她,令她陷入最悲惨的覆灭。而在“友爱”的位置上站立着的则是奴颜婢膝的“谄媚”,其图谋之险恶丝毫不亚于其他妇人,反而最企图置她于死地。
ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ ὁ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτʼ οὖν ἐπῄνεσεν ὁ Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν.
当赫拉克勒斯充分看罢这些景象,赫尔墨斯问他更喜欢哪一种境况,更中意哪一位妇人。赫拉克勒斯答道:“对于前者,我钦慕并爱戴,她在我看来委实是真神,值得效法与称颂;而对于这后者,我本人认为最可憎、最污秽,以至于我极愿将她从这绝壁上推落下去,令其化为乌有。”赫尔墨斯对这番话深表赞许,并将其禀告了宙斯。
κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ. τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις· ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπωνσωτῆρα εἶναι,2 οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν· πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων ἤ σῦς ἄγριος; ἀλλʼ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς, ἕως ἄν τυγχάνῃς βασιλεύων.
于是宙斯将统治全人类的王权托付给他,因他足堪重任。正因如此,无论在希腊人中还是在异族人中,凡是他见到僭政与僭主之处,便予以惩治诛灭;凡是他见到王权与王者之处,便予以尊崇护卫。正因这一缘由,他才被称为大地与人类的救主,绝非因他为他们驱逐了野兽——毕竟一头狮子或野猪又能造成多大伤害呢?——而是因他惩治了凶残邪恶之徒,推翻了傲慢僭主的统治并剥夺了其权柄。直至如今,他仍在行此作为;只要你在位为王,他便始终是你王权的襄助者与护卫者。
- 1.78τὴν δὲ βάσιν οὐκ ἦν ἀσφαλὴς ὁ θρόνος
τὴν βάσιν 为关系宾格(所谓希腊式宾格),用以限定主语 ὁ θρόνος 与表语 οὐκ ἦν ἀσφαλής 适用的范围,意为“在基底方面 / 就底部而言”。
- 1.84καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπων σωτῆρα εἶναι
εἶναι 为间接引语中的不定式,承接未明言但可意会的传闻动词(如 λέγουσι 等),述说人们公认的传统评价(“正因如此,[人们说]他是拯救者”)。
