- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.8-13.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者叙述了求问阿波罗神谕并遵命漂泊、进而被称为哲学家的经过,并因见世人愚妄而回忆起苏格拉底的劝言。
ἐκ δὲ τούτου ἐνεθυμούμην ὅτι οὐ πάντως ἡ φυγὴ βλαβερὸν οὐδὲ ἀσύμφορον οὐδὲ τὸ μένειν ἀγαθὸν καὶ πολλοῦ ἄξιον (οὐ γὰρ ἂν τὸ μὲν αὐτῶν παρῄνει καὶ συνεβούλευεν ὁ Ἀπόλλων, τὸ φεύγειν, τὸ δὲ μένειν ἄντικρυς ἀπηγόρευε, καὶ ταῦτα ἀνδρὶ θεσπίζων, ὅς ἦν ἐπιμελέστατος περὶ τὸ θεῖον καὶ θυσίας τε πλείστας ἔθυε καὶ μέγιστα ἀναθήματα πεπόμφει τῶν πώποτε ἀναθέντων εἰς Δελφοὺς)
由此我思忖道,流放绝非有害无益之事,留居也绝非善事且大有价值(否则,阿波罗便不会称赞并建议其中的一种即逃亡,而断然禁止另一种即留居,况且是在向一位对神明最为虔敬、献祭最多、且向德尔斐奉献了有史以来最宏伟献礼的人下达神谕之时)。
ταῦτα ἐνθυμουμένῳ μοι ἔδοξε καὶ αὐτὸν εἰς θεοῦ βαδίσαντα χρήσασθαι συμβούλῳ κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων. οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι.1 καὶ δὴ χρωμένῳ μοι ἀνεῖλεν ἄτοπόν τινα χρησμὸν καὶ οὐ ῥᾴδιον συμβαλεῖν. ἐκέλευε γάρ με αὐτὸ τοῦτο πράττειν ἐν ᾧ εἰμι πάσῃ προθυμίᾳ, ὡς καλήν τινα καὶ συμφέρουσαν πρᾶξιν, ἕως ἄν, ἔφη, ἐπὶ τὸ ἔσχατον ἀπέλθῃς τῆς γῆς. καίτοι χαλεπὸν καὶ κατʼ ἄνθρωπον ψεύδεσθαι, μὴ ὅτι κατὰ θεόν.2
思量着这些事,我也决定依照希腊人的古老习俗,亲自前往神明那里,以神为谋士。因为神明绝不可能在疾病、无嗣和收成之事上能充分指点,却在这等大事上反倒无能为力。于是,在我求告之时,神明给出了一个奇特而难以索解的神谕。因为他命令我全力以赴去从事我当下所处的这桩事,将其视作崇高而有益之举,他说,直到你走向大地的极处。然而,即便是人说谎亦非易事,更何况是神。
ἐλογισάμην οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς μετὰ τοσούτους πλάνους οὐκ ὤκνησεν ἀλᾶσθαι πάλιν κώπην φέρων, Τειρεσίου συμβουλεύσαντος, ἀνδρὸς τεθνηκότος, μέχρι ἂν ἀνθρώποις συμβάλῃ μηδὲ ἀκοῇ γιγνώσκουσι θάλατταν· ἐμοὶ δὲ οὐ ποιητέον τοῦτο τοῦ θεοῦ κελεύοντος; οὕτω δὴ παρακελευσάμενος ἐμαυτῷ μήτε δεδιέναι μήτε αἰσχύνεσθαι τὸ πρᾶγμα, στολήν τε ταπεινὴν ἀναλαβὼν καὶ τἄλλα κολάσας ἐμαυτὸν ἠλώμην πανταχοῦ.
于是我想,奥德修斯在历经如此漫长的漂泊之后,尚且在已故的提瑞西阿斯的指引下毫不犹豫地扛着船桨再次四处漂泊,直到遇见连听闻都不曾知晓大海的人;如今神明发出了命令,难道我不该照做么?于是我激励自己对此事既不畏惧亦不羞惭,换上卑微的衣装,并在其他各方面惩戒约束自己,四处流浪。
οἱ δὲ ἐντυγχάνοντες ἄνθρωποι ὁρῶντες οἱ μὲν ἀλήτην, οἱ δὲ πτωχὸν ἐκάλουν, οἱ δέ τινες καὶ φιλόσοφον. ἐντεῦθεν ἐμοὶ συνέβη κατʼ ὀλίγον τε καὶ οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφʼ ἑαυτῷ μέγα φρονήσαντα3 τούτου τοῦ ὀνόματος τυχεῖν. οἱ μὲν γὰρ πολλοὶ τῶν καλουμένων φιλοσόφων αὑτοὺς ἀνακηρύττουσιν, ὥσπερ οἱ Ὀλυμπίασι κήρυκες· ἐγὼ δὲ τῶν ἄλλων λεγόντων οὐκ ἐδυνάμην ἀεὶ καὶ πᾶσι διαμάχεσθαι.
遇见我的人看着我,有的称我为浪人,有的称我为乞丐,某些人甚至称我为哲学家。由此,既非我自己谋划,亦非自视甚高,我渐渐获得了这个头衔。因为所谓的哲学家中大多数人如奥林匹亚的宣令官一般自我标榜,而我却无法在别人如此称呼我时,时刻与所有人去辩驳。
τυχὸν δέ τι καὶ ἀπολαῦσαι τῆς φήμης συνέβη μοι. πολλοὶ γὰρ ἠρώτων προσιόντες ὅ, τι μοι φαίνοιτο ἀγαθὸν ἢ κακόν· ὥστε ἠναγκαζόμην φροντίζειν ὑπὲρ τούτων, ἵνα ἔχοιμι ἀποκρίνεσθαι τοῖς ἐρωτῶσιν. πάλιν δὲ ἐκέλευον λέγειν καταστάντα εἰς τὸ κοινόν. οὐκοῦν καὶ τοῦτο ἀναγκαῖον ἐγίγνετο λέγειν περὶ τῶν προσηκόντων τοῖς ἀνθρώποις καὶ ἀφʼ ὧν ἔμελλον ὀνίνασθαι τὰ ἐμοὶ φαινόμενα.
碰巧我也从这一声名中略有所获。因为许多人走上前来问我,在我看来何者为善,何者为恶;因而我不得不就这些问题深入思考,以便能够回答发问者。继而他们又要求我站到公共场所宣讲。于是,就合乎人伦之道的事情以及他们能从中获益的事情陈述我的见解,也成了不得不做之事。
ἐδόκουν δέ μοι πάντες ἄφρονες, ὡς ἔπος εἰπεῖν, καὶ οὐδεὶς οὐδὲν ὧν ἔδει πράττειν οὐδὲ σκοπεῖν4 ὅπως ἀπαλλαγεὶς τῶν παρόντων κακῶν καὶ τῆς πολλῆς ἀμαθίας καὶ ταραχῆς ἐπιεικέστερον καὶ ἄμεινον βιώσεται, κυκώμενοι δὲ καὶ φερόμενοι πάντες ἐν ταὐτῷ καὶ περὶ τὰ αὐτὰ σχεδόν, περί τε χρήματα καὶ δόξας καὶ σωμάτων τινὰς ἡδονάς, οὐδεὶς ἀπαλλαγῆναι τούτων δυνάμενος οὐδὲ ἐλευθερῶσαι τὴν αὑτοῦ ψυχήν· καθάπερ οἶμαι τὰ ἐμπεσόντα εἰς τὰς δίνας εἱλούμενα καὶ περιστρεφόμενα καὶ οὐχ οἷά τε ἀπαλλαγῆναι τῆς δινήσεως.
但在我看来,几乎所有人都是愚妄的,没有人在做任何应做之事,也没有人去考虑如何摆脱当下的罪恶、深重的愚昧和混乱,从而过上更加公正良善的生活;相反,所有人几乎都在同一处境中、围绕着同一类事物——钱财、名望和某些肉体的享乐——翻滚颠簸,无人能够摆脱这些,亦无人能解脱自己的灵魂;正如我认为那些落入漩涡的物体一般,被卷裹旋转,无法摆脱那漩涡的旋转。
ταῦτα καὶ τὰ τοιαῦτα τούς τε ἄλλους ἅπαντας καὶ μάλιστα καὶ πρῶτον ἐμαυτὸν καταμεμφόμενος ἐνίοτε ὑπὸ ἀπορίας ἀνῆγον ἐπί τινα λόγον ἀρχαῖον, λεγόμενον ὑπό τινος Σωκράτους, ὃν οὐδέποτε ἐκεῖνος ἐπαύσατο λέγων, πανταχοῦ τε καὶ πρὸς ἅπαντας βοῶν καὶ διατεινόμενος ἐν ταῖς παλαίστραις καὶ ἐν τῷ Λυκείῳ καὶ ἐπὶ τῶν ἐργαστηρίων καὶ κατʼ ἀγοράν, ὥσπερ ἀπὸ μηχανῆς θεός, ὡς ἔφη τις.
因这些和诸如此类的事,我责备所有其他人,而首先且最严厉地责备我自己,有时在困惑之中,我便追溯到某位苏格拉底所说的古老言论上;那人从未停止宣讲这番言论,在摔跤场、在吕刻昂、在工场里、在广场上,正如有人所言,犹如机械降神一般,到处向所有人大声呼喊并慷慨陈词。
- 13.9οὐ γὰρ περὶ νόσου μὲν καὶ ἀπαιδίας, καὶ περὶ καρπῶν ἱκανῶς συμβουλεύειν αὐτόν, περὶ δὲ τοιούτου πράγματος ἧττον δυνήσεσθαι
接续前文 ἔδοξε(认为/决意)的“宾格加不定式”间接引语结构。宾格主语 αὐτόν 指代阿波罗。句首否定词 οὐ 统摄整句,与 ἧττον δυνήσεσθαι 构成否定(即“不可能……反而能力不足”),表达推理上的确信。
- 13.9μὴ ὅτι κατὰ θεόν
惯用短语 μὴ ὅτι(“休说……”、“更不用说……”、“何况……”)的用法。与前文 κατʼ ἄνθρωπον(按人的标准)相对比,形成推论上的递进强化:“即便是按人的标准说谎也是难以容忍的,更何况是对于神明”。
- 13.11οὐ βουλευσάμενον αὐτὸν οὐδὲ ἐφʼ ἑαυτῷ μέγα φρονήσαντα
对格分词短语,作后文不定式 τυχεῖν 的逻辑主语。尽管其前置动词为支配与格的 ἐμοὶ συνέβη(降临于我),分词并未依规则与与格 ἐμοί 一致(即作 οὐ βουλευσαμένῳ),而是被后接的不定式牵引为对格,充当不定式的主语。
- 13.13οὐδεὶς οὐδὲν ὧν ἔδει πράττειν οὐδὲ σκοπεῖν
承接前句 ἐδόκουν δέ μοι。双重否定 οὐδεὶς οὐδέν 起强化否定作用。ὧν ἔδει πράττειν 中先行词 ταῦτα 被省略,关系代名词 ἅ 受牵引变为属格 ὧν。其谓语动词或省去了 πράττειν / ποιεῖν,使得结构为“无人在做任何应当做的事”。
