← 金嘴狄翁

演说集

§13.1-13.7

身遭流放与对流亡不幸的思索

作者被僭主判处流放后,思索流放是否真如世人所见般严酷,联想到奥德修斯与悲剧人物在流亡中的哀痛与抗争,继而忆及阿波罗告诫克洛伊索斯坦然逃亡、切莫以此为耻的神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ὅτε φεύγειν συνέβη με φιλίας ἕνεκεν λεγομένης ἀνδρὸς οὐ πονηροῦ, τῶν δὲ τότε εὐδαιμόνων τε καὶ ἀρχόντων ἐγγύτατα ὄντος, διὰ ταῦτα δὲ καὶ ἀποθανόντος, δίʼ ἃ πολλοῖς καὶ σχεδὸν πᾶσιν ἐδόκει μακάριος, διὰ τὴν ἐκείνων οἰκειότητα καὶ ξυγγένειαν, ταύτης ἐνεχθείσης ἐπʼ ἐμὲ τῆς αἰτίας, ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον·1 ἔθος γάρ τι τοῦτό ἐστι τῶν τυράννων, ὥσπερ ἐν Σκύθαις τοῖς βασιλεῦσι συνθάπτειν οἰνοχόους καὶ μαγείρους καὶ παλλακάς, οὕτως τοῖς ὑπʼ αὐτῶν ἀποθνήσκουσιν ἑτέρους προστιθέναι πλείους ἀπʼ οὐδεμιᾶς αἰτίας· τότε δʼ οὖν, ἐπεί με φεύγειν ἔδοξεν, ἐσκόπουν πότερον ὄντως χαλεπόν τι καὶ δυστυχὲς εἴη τὸ τῆς φυγῆς κατὰ τὴν τῶν πολλῶν δόξαν, ἢ πάντα τὰ τοιαῦτα ἕτερον πέπονθεν, ὁποῖον λεγόμενόν ἐστι περὶ τὴν μαντείαν τὴν τῶν γυναικῶν ἐν τοῖς ἱεροῖς. ἐκεῖναι γὰρ βῶλόν τινα ἢ λίθον αἴρουσαι σκοποῦσιν ἐν τούτῳ περὶ τοῦ πράγματος οὗ πυνθάνονται. καὶ δὴ ταῖς μὲν αὐτῶν φασι γίγνεσθαι κοῦφον, ταῖς δὲ βαρύν, ὡς μηδὲ κινῆσαι δύνασθαι ῥᾳδίως.

当我遭遇流放之际,起因于我与一位并非恶劣之人所谓的友谊——此人与当时权势煊赫的统治者关系极近,且正是因此遭致杀身之祸,正因他与那些人的亲近和宗戚关系,才被许多人乃至几乎所有人视为幸运——这一罪名落到了我的头上,称我乃是那人的密友兼谋士;因为僭主们素有某种习俗,正如塞西亚人将斟酒人、厨师和侍妾与诸王合葬一样,他们也将更多的人毫无缘由地加在被他们处死的人之中;无论如何,在当时,既然已决意让我流放,我便思索,流放之事是否真如众人所见那般严酷而悲惨,抑或所有此类事情都具有另一种性质,恰如人们在神庙中关于妇人占卜所谈及的那样。她们拿起一块土块或石头,以此观察她们所求问的事物;据说对她们当中的一些人而言,那物件变得轻盈,而对另一些人而言则变得沉重,甚至难以轻易挪动。

§13.3

μὴ ἄρα καὶ τὸ φεύγειν2 καὶ τὸ πένεσθαι καὶ γῆρας δὴ καὶ νόσος καὶ πάντα τὰ τοιαῦτα τοῖς μὲν βαρέα φαίνεται καὶ χαλεπά, τοῖς δʼ ἐλαφρά τε καὶ εὔκολα· ἐκεῖ μὲν ἴσως κατὰ τὴν τοῦ πράγματος διαφορὰν ἐλαφρύνοντος τοῦ δαιμονίου τὸ βάρος, ἐνταῦθα δὲ οἶμαι πρὸς τὴν τοῦ χρωμένου δύναμιν καὶ γνώμην.

难道流放、贫困、老迈与疾病,乃至所有此类遭遇,也是对一些人显得沉重艰辛,对另一些人却显得轻便易忍么?在神庙中,或许是神灵根据事情的差异减轻了其重量;而在此处,我想则是取决于承受者的力量与见识。

§13.4

καὶ δὴ ἀνεμιμνησκόμην Ὀδυσσέως τε παρʼ Ὁμήρῳ κατοδυρομένου πολλάκις αὑτόν, ἀνδρὸς ἥρωος οὐδαμῶς τε ἀδυνάτου καρτερεῖν, πολλὰ ὅμως ἀνάξια λέγοντος καὶ θρηνοῦντος ἑκάστοτε παρὰ τῇ θαλάττῃ διὰ πόθον τῆς πατρίδος· τέλος δέ, ὥς φησιν ὁ ποιητής, ἐπεθύμει καπνὸν ἰδεῖν ἀπὸ τῆς αὑτοῦ γῆς ἀνιόντα, εἰ καὶ δέοι παραχρῆμα ἀποθνῄσκειν, καὶ οὔτε τὰ πρότερον ἔργα παρεμυθεῖτο αὐτὸν οὔτε θεὸς μάλα καλὴ καὶ ἀγαθὴ περὶ πολλοῦ ποιουμένη, ὥστε ὑποσχέσθαι ποιήσειν αὐτὸν ἀθάνατον, ἀλλὰ πάντων τούτων κατίσχυεν ὁ τῆς πατρίδος πόθος τε καὶ ἔρως· πάλιν δʼ αὖ παρʼ ἑτέρῳ ποιητῇ τῶν ὕστερον τὴν Ἠλέκτραν πυνθανομένην3 ὑπὲρ τοῦ ἀδελφοῦ λυπηρῶς καὶ ἐλεοῦσαν αὐτὸν τῆς φυγῆς, οὕτω πως ἐρωτῶσαν· ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχει; καὶ τὸν οὐχ ἧττον ἐλεεινῶς ἀποκρινόμενον, οὐχ ἕνα νομίζων φθείρεται πόλεως τόπον·τὴν δὲ αὖθις ἐρωτῶσαν, ἦπου σπανίζει τοῦ καθʼ ἡμέραν βίου; κἀκεῖνον οὕτως λέγοντα· ἔχει μέν, ἀσθενῆ δέ, ἅτε φεύγων ἀνήρ, πρὸς δὲ τούτοις μυρία δὴ τολμηθέντα τολμήματα καὶ πολέμους πολεμηθέντας ὑπὸ φυγάδων, ὅπως οἴκαδε κατέλθοιεν, πρός τε τοὺς δήμους καὶ τοὺς τυράννους τοὺς ἐξελάσαντας παρὰ δύναμιν, μέγα νομιζόντων,4 εἰ καὶ δέοι τελευτᾶν μαχομένους ἐν τῇ αὑτῶν γῇ· σύμπαντα ταῦτά με ἐξέπληττε καὶ ἠνάγκαζε δεινὸν ἡγεῖσθαι καὶ βαρὺ τὸ συμβεβηκός. ἐπεὶ δὲ ἐνεθυμήθην ὅτι Κροίσῳ τῷ Λυδῶν βασιλεῖ συνεβούλευσεν ὁ Ἀπόλλων συμβάντος τινὸς φεύγειν ἑκόντα καταλιπόντα τὴν ἀρχήν, καὶ μηδὲν αἰσχύνεσθαι τούτου ἕνεκεν, εἰ δόξει κακὸς εἶναι τοῖς ἀνθρώποις, οὕτω πως θεσπίσας·

我确实想起了荷马史诗中的奥德修斯屡屡哀叹自身的境遇,他本是一位英雄人物,绝非不能忍耐,然而因对故土的渴望,他却常常在海边发出诸多不相称的言语与哀泣;最后,如诗人所言,他甚至渴望望见从自己乡土升起的青烟,哪怕须立即死去也在所不惜;无论先前的功绩,还是极美丽高贵、对他珍视备至甚至许诺使其永生的女神,都无法抚慰他,故土的渴望与爱恋压倒了这一切;又在后世的另一位诗人那里,我想起了厄勒克特拉悲痛地探问其兄长的遭遇,因其流亡而怜悯他,大致如此发问:“那可怜的人在何方大地上忍受凄惨的流亡?”而对方同样凄恻地答道:“他不以城邦的任何一处为家,凄凉流浪”;她再次询问:“想必他缺少度日的口粮吧?”那人则如此说道:“有固然是有,却微薄贫乏,毕竟是个流亡之人”;除此以外,流亡者们为了返回家园,与驱逐他们的民众或僭主抗争,做出无数超越其力量的大胆举动,发起无数战争,即便在作战中死于自己的乡土也被他们视作伟业——这一切都令我震惊,并迫使我将降临于己的遭遇看作可怕而沉重的事。然而,当我思及阿波罗曾劝告吕底亚国王克洛伊索斯,在某事发生时要自愿放弃王位而逃亡,即便在世人眼中看似怯懦,也绝不要为此感到羞耻,阿波罗大致如此预言道:

§13.7

"ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον φεύγειν μηδὲ μένειν5 μηδʼ αἰδεῖσθαι κακὸς εἶναι, "δῆλον ὅτι τὴν αἰδῶ νῦν ἀντὶ τῆς αἰσχύνης ὀνομάζων, ὥσπερ ἔθος ἐστὶ τοῖς ποιηταῖς, καὶ τὸ κακὸν εἶναι ἀντὶ τῆς δόξης τῆς παρὰ τοῖς πολλοῖς·

“然而一旦骡子成了米底人的君王,到了那时,步态轻柔的吕底亚人啊,沿着多石的赫耳摩斯河逃亡吧,切勿停留,亦切莫羞于身为怯懦之徒,”——显然,神明此时依循诗人的习俗,以‘敬畏’指代‘羞耻’,以‘身为怯懦之徒’指代凡俗众人的见解;

语法注5 条
  1. 13.1ὡς δὴ τἀνδρὶ φίλον ὄντα καὶ σύμβουλον

    带 ὡς(表示“借口/所谓的理由”)的宾格分词 ὄντα 与开头非人称句 φεύγειν συνέβη με 中不定式的逻辑主语 με 保持性数格一致,用以说明前文独立属格(ταύτης ἐνεχθείσης ἐπʼ ἐμὲ τῆς αἰτίας)中所指控的罪名内容。

  2. 13.3μὴ ἄρα καὶ τὸ φεύγειν

    虚词 μή 与 ἄρα 及陈述式现在时 φαίνεται 连用,引出一个带有犹疑口吻的反思或设问(“难道不是……吗?”“莫非是……吗?”),用于主句中的审慎探究,而非表示恐惧的从属句。

  3. 13.4ἀνεμιμνησκόμην Ὀδυσσέως τε ... τὴν Ἠλέκτραν πυνθανομένην

    支配动词 ἀνεμιμνησκόμην(“我想起了”)的句法结构发生了转换:起初支配“属格+分词”(Ὀδυσσέως ... κατοδυρομένου),随后在并列成分中转向支配“宾格+分词”(τὴν Ἠλέκτραν πυνθανομένην ... καὶ τὸν ... ἀποκρινόμενον),进而延伸至后文的宾格名词短语(μυρία δὴ τολμηθέντα τολμήματα)。

  4. 13.6μέγα νομιζόντων

    属格复数分词 νομιζόντων 在语义上与介词短语 ὑπὸ φυγάδων(“被流亡者们”)中的施事逻辑主语保持一致。这是一种依意一致(constructio ad sensum)的语法破格,未遵循周围的宾格结构,而是与前述属格施事者呼应。

  5. 13.7φεύγειν μηδὲ μένειν

    在引用的六音步神谕诗句中,不定式 φεύγειν、μένειν 及 αἰδεῖσθαι 充当祈使语气的功用(祈使不定式),这是古风时期希腊诗歌和神谕中表达命令的标准用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.1-13.7