- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.15-13.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者说明自己的言论出自苏格拉底,并复述了苏格拉底当年的严厉斥责:人们汲汲于聚敛财富和初等技艺教育(琴乐、体育、读写),却全然忽视了修身立德以及依正义与和睦治理城邦所需的真正教化。
οὐ μέντοι προσεποιούμην ἐμὸν εἶναι τὸν λόγον, ἀλλʼ οὗπερ ἦν,1 καὶ ἠξίουν, ἂν ἄρα μὴ δύνωμαι ἀπομνημονεῦσαι ἀκριβῶς ἁπάντων τῶν ῥημάτων μηδὲ ὅλης τῆς διανοίας, ἀλλὰ πλέον ἢ ἔλαττον εἴπω τι, συγγνώμην ἔχειν, μηδὲ ὅτι ταῦτα λέγω ἃ τυγχάνει πολλοῖς ἔτεσι πρότερον εἰρημένα, διὰ τοῦτο ἧττον προσέχειν τὸν νοῦν. ἴσως γὰρ ἄν, ἔφην, οὕτως μάλιστα ὠφεληθείητε. οὐ γὰρ δή γε εἰκός ἐστι τοὺς παλαιοὺς λόγους ὥσπερ φάρμακα διαπνεύσαντας ἀπολωλεκέναι τὴν δύναμιν.
然而,我并未假称这番言论属于我自己,而是归于它真正的主人;并且我请求他们,如果我未能精确忆起所有的字句或完整的思想,而说了或多或少的话,能够予以谅解,也不要因为我所说的恰巧是许多年前讲过的话,就因此减少注意力。“因为或许正是这样,”我说,“你们才最能获益。古老的言论绝不可能像药物那样,蒸发挥发便失了效力。”
ἐκεῖνος γὰρ ὁπότʼ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε, αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν2 αὐτοῖς, ὃ σπουδαιότερον τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
因为每当那个人看到许多人聚在同一处时,他便会慨叹并斥责,极其勇敢而毫无顾忌地呼喊道:“人们啊,你们正奔向何处?你们对当行之事一无所知,全不实行,只知顾全钱财,千方百计地谋求,好使自己拥有丰饶之物,并将更多财物传给子孙,却把孩子们本身,以及在他们之前的为人父的你们自己,同样全都置之脑后!你们不曾寻得任何对人类而言足够且有益的教化与操练;而你们受过这种教化,便能够正当且公正地使用钱财,而非有害且不公地使用,并能妥善对待你们自己——这比钱财更为贵重——以及儿子、女儿、妻子、兄弟与朋友,他们亦能如此对待你们。
ἀλλʼ ἦ κιθαρίζειν καὶ παλαίειν καὶ γράμματα μανθάνοντες ὑπὸ τῶν γονέων καὶ τοὺς υἱοὺς διδάσκοντες οἴεσθε σωφρονέστερον καὶ ἄμεινον οἰκήσειν τὴν πόλιν; καίτοι εἴ τις συναγαγὼν τούς τε κιθαριστὰς καὶ τοὺς παιδοτρίβας καὶ τοὺς γραμματιστὰς τοὺς ἄριστα ἐπισταμένους ἕκαστα τούτων πόλιν κατοικίσειεν ἐξ αὐτῶν ἢ καὶ ἔθνος, καθάπερ ὑμεῖς ποτε τὴν Ἰωνίαν, ποία τις ἂν ὑμῖν δοκεῖ γενέσθαι πόλις καὶ τίνα οἰκεῖσθαι τρόπον; οὐ πολὺ κάκιον καὶ αἴσχιον τῆς ἐν Αἰγύπτῳ καπήλων πόλεως, ὅπου πάντες κάπηλοι κατοικοῦσιν, ὁμοίως μὲν ἄνδρες, ὁμοίως δὲ γυναῖκες; οὐ πολὺ γελοιότερον οἰκήσουσιν οὗτοι, οὓς λέγω τοὺς τῶν ὑμετέρων παίδων διδασκάλους, οἱ παιδοτρίβαι καὶ κιθαρισταὶ καὶ γραμματισταί, προσλαβόντες τούς τε ῥαψῳδοὺς καὶ τοὺς ὑποκριτάς.
难道你们以为,从父母那里学会弹奏琴瑟、摔跤和识字读写,再把这些传授给你们的儿子,你们就能更加节制、更加优良地治理城邦了吗?可是,假使有人把最精通这每一项的琴师、摔跤教练和文法教师集合起来,由他们建立一座城邦甚至一个民族,就像你们当年在爱奥尼亚所做的那样,你们认为这会成为一座怎样的城邦,又会以何种方式被治理呢?难道不会比埃及那座全由小贩居住——无论男女皆为小贩——的小贩之城还要糟糕、丑陋得多吗?我所说的你们孩子的这些教师——摔跤教练、琴师和文法教师,再加上吟游诗人和戏剧演员——他们治理起城邦来,难道不会可笑得多吗?
καὶ γὰρ δὴ ὅσα μανθάνουσιν οἱ ἄνθρωποι, τούτου ἕνεκα μανθάνουσιν ὅπως, ἐπειδὰν ἡ χρεία ἐνστῇ πρὸς ἣν ἐμάνθανεν ἕκαστος, ποιῇ τὸ κατὰ τὴν τέχνην, οἷον ὁ μὲν κυβερνήτης ὅταν εἰς τὴν ναῦν ἐμβῇ, τῷ πηδαλίῳ κατευθύνων· διὰ τοῦτο γὰρ ἐμάνθανε κυβερνᾶν· ὁ δὲ ἰατρὸς ἐπειδὰν παραλάβῃ τὸν κάμνοντα, τοῖς φαρμάκοις καὶ τοῖς περὶ τὴν δίαιταν ἰώμενος, οὗ ἕνεκα ἐκτήσατο τὴν ἐμπειρίαν.
因为凡人所学的一切,皆是为了这个目的而学的:以便当各人所学的用途出现时,他能施展本行技艺。例如舵手登船之时,便操舵指引航向,因为他正是为了这个目的才学习掌舵的;而医者接诊病人时,便用药物和调理之法进行医治,因为他正是为此才获得这门经验技能的。
οὐκοῦν καὶ ὑμεῖς, ἔφη, ἐπειδὰν δέῃ τι βουλεύεσθαι περὶ τῆς πόλεως, συνελθόντες εἰς τὴν ἐκκλησίαν, οἱ μὲν ὑμῶν κιθαρίζουσιν ἀναστάντες, οἱ δέ τινες παλαίετε, ἄλλοι δὲ ἀναγιγνώσκετε τῶν Ὁμήρου τι λαβόντες ἢ τῶν Ἡσιόδου; ταῦτα γὰρ ἄμεινον ἴστε ἑτέρων, καὶ ἀπὸ τούτων οἴεσθε ἄνδρες ἀγαθοὶ ἔσεσθαι καὶ δυνήσεσθαι τά τε κοινὰ πράττειν ὀρθῶς καὶ τὰ ἴδια, καὶ νῦν ἐπὶ ταύταις ταῖς ἐλπίσιν οἰκεῖτε τὴν πόλιν καὶ τοὺς υἱέας παρασκευάζετε ὡς δυνατοὺς ἐσομένους χρῆσθαι τοῖς τε αὑτῶν καὶ τοῖς δημοσίοις πράγμασιν, οἳ ἂν ἱκανῶς κιθαρίσωσι Παλλάδα περσέπολιν δεινὰν ἢ τῷ ποδὶ βῶσι πρὸς τὴν λύραν·3ὅπως δὲ γνώσεσθε τὰ συμφέροντα ὑμῖν αὐτοῖς καὶ τῇ πατρίδι καὶ νομίμως καὶ δικαίως μεθʼ ὁμονοίας πολιτεύσεσθε καὶ οἰκήσετε, μὴ ἀδικῶν ἄλλος ἄλλον μηδὲ ἐπιβουλεύων, τοῦτο δὲ οὐδέποτε ἐμάθετε οὐδὲ ἐμέλησεν ὑμῖν πώποτε οὐδὲ νῦν ἔτι φροντίζετε.
难道你们也是如此吗?”他说,“当需要就城邦大事进行决议时,聚集到公民大会中,你们当中有人便站起身来弹琴,有人便去摔跤,另有人则拿来荷马或赫西俄德的一段诗句朗读起来?因为你们懂得这些多过他人,便以为借此能够成为善人,能够端正地处理公务和私事。如今你们正是怀着这样的指望治理城邦,培育你们的儿子,仿佛只要他们能熟练地弹唱‘摧毁城邑可怕的帕拉斯’,或者踏着里拉琴的节拍迈步,他们就能胜任料理自身和公众的事务一般;至于你们如何才能识得对自身和祖国有益之事,如何依照法律和正义在和睦中参政并居住,彼此不相侵害亦不相互图谋——关于这些,你们却从未学过,从未放在心上,至今也仍旧不屑一顾。”
- 13.15ἀλλʼ οὗπερ ἦν
此处省略了先行词(即前文提及的苏格拉底)。与前面的表语短语 ἐμὸν εἶναι τὸν λόγον 相对照,句式骨架为 ἀλλὰ τούτου [τὸν λόγον εἶναι], οὗπερ ἦν(而是假定属于它真正所属之人的言论)。
- 13.16καὶ ὑμῖν αὐτοῖς , ὃ σπουδαιότερον τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
这些与格接续前方不定式 χρῆσθαι 的支配,将其支配对象从物(τοῖς χρήμασι,钱财)延伸到人与人伦关系(对待你们自己,以及儿子们……)。插入句 ὃ σπουδαιότερον τῶν χρημάτων 是中性单数关系从句,作为对自身及亲友之重要性的同位语补充;末尾的 κἀκεῖνοι ὑμῖν 则是省略了动词 χρῆσθαι 的平行简略句(“他们亦如此对待你们”)。
- 13.19οἳ ἂν ἱκανῶς κιθαρίσωσι Παλλάδα περσέπολιν δεινὰν ἢ τῷ ποδὶ βῶσι πρὸς τὴν λύραν·
修饰 τοὺς υἱέας 的条件性关系从句,由关系代词主格加 ἄν 与虚拟式(οἳ ἂν κιθαρίσωσι... ἢ βῶσι...)构成。它带有讽刺意味地刻画出父辈浅薄的预期与前提条件(“只要他们能熟练弹奏……或踏着琴声迈步”)。
