← 金嘴狄翁

演说集

§13.25-13.31

论真正教化的缺失与在罗马的宣讲

演说者援引苏格拉底的论述,指出战事的胜负取决于机缘而非真正的教化,将真正的教化定义为关照心灵与从事哲学,并叙述了自己如何在罗马效仿这一言论向大众疾呼美德的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.25

ὥσπερ οὖν εἰ δύο ἀνθρώπω παλαίειν οὐκ εἰδότε παλαίοιεν, ὅ γε ἕτερος καταβάλοι ἂν ἐνίοτε τὸν ἕτερον, οὐ διʼ ἐμπειρίαν, ἀλλὰ διά τινα τύχην, πολλάκις δὲ καὶ δὶς ἐφεξῆς ὁ αὐτός, οὕτως καὶ Ἀθηναίοις Πέρσαι συμβαλόντες, τοτὲ μὲν Ἀθηναῖοι περιῆσαν, τοτὲ δὲ Πέρσαι, ὥσπερ ὕστερον, ὅτε καὶ τὰ τείχη τῆς πόλεως κατέβαλον μετὰ Λακεδαιμονίων πολεμοῦντες.

因此,正如两个不懂摔跤的人摔跤时,一人有时会摔倒另一人,这不是出于熟练的技巧,而是由于某种机缘,甚至同一个人往往会接连两次摔倒对方一样;当波斯人与雅典人交锋时也是如此,有时是雅典人占上风,有时则是波斯人,正如后来波斯人与斯巴达人联合交战并拆毁了这座城邦的城墙时那样。

§13.26

ἐπεὶ ἔχοις ἄν μοι εἰπεῖν εἰ τότε Ἀθηναῖοι ἀμουσότεροι καὶ ἀγραμματώτεροι γεγόνεσαν; ἔπειτα αὖθις ἐπὶ Κόνωνος, ὅτε ἐνίκησαν τῇ ναυμαχίᾳ τῇ περὶ Κνίδον, ἄμεινον ἐπάλαιον καὶ ᾖδον; οὕτως οὖν ἀπέφαινεν αὐτοὺς οὐδεμιᾶς παιδείας χρηστῆς τυγχάνοντας.

因为你能告诉我,那时雅典人是变得更缺少教养、更不识字了吗?后来在科农时代,当他们在克尼多斯海战中取胜时,他们又摔跤得更好、歌唱得更好了吗?于是,他就是这样证明他们未曾获得任何有益的教化。

§13.27

καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴ μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν·1 τοὺς γὰρ ἀμαθεῖς καὶ ἀπαιδεύτους ψέγειν αὐτοὺς ὡς οὐ δυναμένους ζῆν ὀρθῶς· εἶναι δὲ ἀμαθεῖς οὐχὶ τοὺς ὑφαίνειν ἢ σκυτοτομεῖν μὴ ἐπισταμένους οὐδὲ τοὺς ὀρχεῖσθαι οὐκ εἰδότας, ἀλλὰ τοὺς ἀγνοοῦντας ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι.2

不仅如此,他还表明,处于未受教化的状态,对应当知晓的事情一无所知,在没有为生活做好充分准备的情况下就去生活并企图经管如此重大的事务,甚至对他们自己来说也是不合心意的;因为他们自己也指责那些无知和未受教化的人,认为他们无法正确地生活。而无知的人,不是指不懂得织布或做鞋的人,也不是指不会跳舞的人,而是指不知道通过明晓什么才能成为优秀君子的人。

§13.28

καὶ οὕτως δὴ παρεκάλει πρὸς τὸ ἐπιμελεῖσθαι καὶ προσέχειν αὑτῷ τὸν νοῦν· ᾔδει γὰρ ὅτι τοῦτο ζητοῦντες οὐδὲν ἄλλο ποιήσουσιν ἢ φιλοσοφήσουσι. τὸ γὰρ ζητεῖν καὶ φιλοτιμεῖσθαι ὅπως τις ἔσται καλὸς καὶ ἀγαθὸς οὐκ ἄλλο τι εἶναι ἢ φιλοσοφεῖν. οὐ μέντοι πολλάκις οὕτως ὠνόμαζεν, ἀλλὰ μόνον ζητεῖν ἐκέλευεν ὅπως ἄνδρες ἀγαθοὶ ἔσονται.

他就这样劝勉人们要关照自身、将心思投向自身;因为他深知,寻求这一点的人所做的无非就是从事哲学。因为寻求并致力于如何成为优秀君子,正是从事哲学。然而,他并不常这样称呼它,而只是吩咐人们去寻求如何成为善人。

§13.29

πρός τε οὖν τοὺς ἄλλους σχεδόν τι ταῦτα διελεγόμην ἀρχαῖα καὶ φαῦλα, καὶ ἐπειδὴ οὐκ εἴων ἐν αὐτῇ τῇ Ῥώμῃ γενόμενον ἡσυχίαν ἄγειν, ἴδιον μὲν οὐδένα ἐτόλμων διαλέγεσθαι λόγον, μὴ καταγελασθῶ τε καὶ ἀνόητος δόξω φοβούμενος, ἅτε συνειδὼς αὑτῷ πολλὴν ἀρχαιότητα καὶ ἀμαθίαν· ἐνεθυμούμην δέ, φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους3 περὶ τῶν θαυμαζομένων παρʼ αὐτοῖς, ὡς οὐδέν ἐστιν αὐτῶν ἀγαθόν, καὶ περὶ τρυφῆς καὶ ἀκολασίας, καὶ ὅτι παιδείας πολλῆς καὶ ἀγαθῆς δέονται, τυχὸν οὐ καταγελάσουσί μου ταῦτα λέγοντος οὐδὲ φήσουσιν ἀνόητον· εἰ δὲ μή, ἕξω λέγειν ὅτι εἰσὶν οἱ λόγοι οὗτοι ἀνδρὸς ὃν οἵ τε Ἕλληνες ἐθαύμασαν ἅπαντες ἐπὶ σοφίᾳ καὶ δὴ καὶ ὁ Ἀπόλλων σοφὸν αὐτὸν ἡγήσατο. καὶ Ἀρχέλαος Μακεδόνων βασιλεύς, πολλὰ εἰδὼς καὶ πολλοῖς συγγεγονὼς τῶν σοφῶν, ἐκάλει αὐτὸν ἐπὶ δώροις καὶ μισθοῖς, ὅπως ἀκούοι αὐτοῦ διαλεγομένου τοὺς λόγους τούτους.

因此,我对其他人也大体上谈论这些古朴而平易的道理;但是,当我来到罗马城中而人们不让我保持沉默时,我不敢发表任何独创的言论,唯恐被嘲笑并被视为愚蠢,因为我自知自己极其古板而无知。但我心中思量:“且慢,如果我模仿这些言论,就他们所推崇的事物展开论述,说明其中没有一样是善的,并探讨奢靡与放荡,指出他们亟需大量而优良的教化,或许我说这些话时,他们就不会嘲笑我,也不会说我愚蠢;即使不然,我也能够说明,这些话出自一位所有希腊人都因其智慧而赞叹、甚至阿波罗也认为其有智慧的人物。马其顿国王阿耳刻拉奥斯见闻广博,曾与许多智者结交,他也曾以重金厚禄邀请他,以便亲耳聆听他讲述这些言论。”

§13.31

οὕτω δὴ καὶ ἐγὼ ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις, ἐπειδή με ἐκάλεσαν καὶ λέγειν ἠξίουν, οὐ κατὰ δύο καὶ τρεῖς ἀπολαμβάνων ἐν παλαίστραις καὶ περιπάτοις· οὐ γὰρ ἦν δυνατὸν οὕτως ἐν ἐκείνῃ τῇ πόλει συγγίγνεσθαι· πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν, ὅτι δέονται παιδείας κρείττονος4 καὶ ἐπιμελεστέρας, εἰ μέλλουσιν εὐδαίμονες ἔσεσθαι τῷ ὄντι κατʼ ἀλήθειαν, ἀλλὰ μὴ δόξῃ τῶν πολλῶν ἀνθρώπων, ὥσπερ νῦν, ἥτις αὐτοὺς μεταπείσει καὶ διδάξει ὅτι τούτων μὲν οὐδέν ἐστιν ἀγαθόν, ὑπὲρ ὧν σπουδάζουσι καὶ πάσῃ προθυμίᾳ κτῶνται, καὶ νομίζουσιν, ὅσῳ ἂν πλείω κτήσωνται, τοσούτῳ ἄμεινον βιώσεσθαι καὶ μακαριώτερον·

正因如此,当罗马人邀请我并要求我讲话时,我也尝试着这样对他们论说——不是在摔跤场和散步道中单独拉住两三个人,因为在那座城市里不可能以那种方式交往——而是面对大量聚集在一处的众人指出:如果他们想要真正、确实地获得幸福,而不是像现在这样仅仅依照大众的看法自以为幸福,他们就需要一种更为优良、更为精细的教化;这种教化将改变他们的观念,并教会他们:他们所热衷并全力以赴去获取的、且认为占有得越多便生活得越好越幸福的那些东西,没有一样是善的。

语法注4 条
  1. 13.27καὶ μὴν τό γε ἀπαίδευτον εἶναι καὶ μηδὲν ἐπιστάμενον ὧν χρὴ μηδὲ ἱκανῶς παρεσκευασμένον πρὸς τὸν βίον ζῆν τε καὶ πράττειν ἐπιχειρεῖν οὕτως μεγάλα πράγματα μηδὲ αὐτοὺς ἐκείνους ἀρέσκειν

    不定词 ἀρέσκειν 承接上文的间接引语(转述苏格拉底的论述)。其主语是冠词引导的不定词短语 τό γε ἀπαίδευτον εἶναι ... ἐπιχειρεῖν。随后的不定词 ψέγειν 和 εἶναι 同样作为并列的间接引语不定词,依存于前文隐含的叙述动词。

  2. 13.27ἃ ἔστιν εἰδότα καλὸν καὶ ἀγαθὸν ἄνδρα εἶναι

    关系代词 ἃ 用作分词 εἰδότα 的宾语。ἔστιν 为非人称用法,表示“是可能的”(相当于 ἔξεστιν)。宾格分词 εἰδότα 与不定词 εἶναι 的隐含泛指主语(τινά)保持格一致,意为“知晓了何事,方有可能成为优秀君子”。

  3. 13.29φέρε, ἂν μιμούμενος τοιούτους τινὰς διαλέγωμαι λόγους

    命令式 φέρε 作为叹词使用(意为“且慢”、“且看”),后接带有虚拟式的条件从句 ἂν ... διαλέγωμαι。其主句为 τυχὸν οὐ καταγελάσουσί μου(“或许他们便不会嘲笑我”),构成对未来情况的假设推测句。

  4. 13.31ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις ... ὅτι δέονται παιδείας κρείττονος

    从句 ὅτι δέονται 依存于主句动词短语 ἐπειρώμην διαλέγεσθαι Ῥωμαίοις,两者之间被长篇对比性插入语(οὐ κατὰ δύο καὶ τρεῖς ... πολλοῖς δὲ καὶ ἀθρόοις εἰς ταὐτὸ συνιοῦσιν)隔开。该 ὅτι 从句表达了迪奥试图向罗马人宣讲的言论内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.25-13.31