← 金嘴狄翁

演说集

§13.20-13.24

悲剧英雄的覆灭与传统技艺教育的徒劳

讲者引用悲剧英雄与神话智者的覆灭来论证传统技艺教育的无用,并驳斥称波斯战争的胜利不过是因为敌方是缺乏教化、受强权驱赶的乌合之众。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.20

καίτοι τραγῳδοὺς ἑκάστοτε ὁρᾶτε τοῖς Διονυσίοις καὶ ἐλεεῖτε τὰ ἀτυχήματα τῶν ἐν ταῖς τραγῳδίαις ἀνθρώπων· ἀλλʼ ὅμως οὐδέποτε ἐνεθυμήθητε ὅτι οὐ περὶ τοὺς ἀγραμμάτους οὐδὲ περὶ τοὺς ἀπᾴδοντας οὐδὲ τοὺς οὐκ εἰδότας παλαίειν γίγνεται τὰ κακὰ ταῦτα, οὐδὲ ὅτι πένης τίς ἐστιν, οὐδεὶς ἕνεκα τούτου τραγῳδίαν ἐδίδαξεν. τοὐναντίον γὰρ περὶ τοὺς Ἀτρέας καὶ τοὺς Ἀγαμέμνονας καὶ τοὺς Οἰδίποδας ἴδοι τις ἂν πάσας τὰς τραγῳδίας, οἳ πλεῖστα ἐκέκτηντο χρήματα χρυσοῦ καὶ ἀργύρου καὶ γῆς καὶ βοσκημάτων· καὶ δὴ τῷ δυστυχεστάτῳ αὐτῶν γενέσθαι φασὶ χρυσοῦν πρόβατον.

然而,你们每次在大酒神节观看悲剧演员,怜悯悲剧中的人们的遭遇;尽管如此,你们却从未想到,这些祸患并未降临在不识字的人、五音不全的人或不会摔跤的人身上,也没有人曾因为某人贫穷而排演一部悲剧。恰恰相反,人们会发现所有的悲剧所涉及的都是阿特柔斯们、阿伽门农们和俄狄浦斯们——这些人拥有金、银、土地和牲畜等巨额财富;事实上,据说在他们当中最不幸的那个人那里,还曾出生了一只金羊。

§13.21

καὶ μὴν ὁ Θάμυρίς γε εὖ μάλα ἐπιστάμενος κιθαρίζειν καὶ πρὸς αὐτὰς τὰς Μούσας ἐρίζων περὶ τῆς ἁρμονίας, ἐτυφλώθη διὰ τοῦτο καὶ προσέτι ἀπέμαθε τὴν κιθαριστικήν. καὶ τὸν Παλαμήδην οὐδὲν ὤνησεν αὐτὸν εὑρόντα τὰ γράμματα πρὸς τὸ μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπʼ αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν·1 ἀλλʼ ἕως μὲν ἦσαν ἀγράμματοι καὶ ἀμαθεῖς τούτου τοῦ μαθήματος, ζῆν αὐτὸν εἴων· ἐπειδὴ δὲ τούς τε ἄλλους ἐδίδαξε γράμματα καὶ τοὺς Ἀτρείδας δῆλον ὅτι πρώτους, καὶ μετὰ τῶν γραμμάτων τοὺς φρυκτοὺς ὅπως χρὴ ἀνέχειν καὶ ἀριθμεῖν τὸ πλῆθος, ἐπεὶ πρότερον οὐκ ᾔδεσαν οὐδὲ καλῶς ἀριθμῆσαι τὸν ὄχλον, ὥσπερ οἱ ποιμένες τὰ πρόβατα, τηνικαῦτα σοφώτεροι γενόμενοι καὶ ἀμείνους ἀπέκτειναν αὐτόν.

不仅如此,塔米里斯虽然极精通弹奏琴瑟,甚至就旋律和谐与缪斯诸女神一决高下,却因此双目失明,而且还彻底忘却了琴艺。帕拉墨得斯虽亲自发明了文字,这对他也毫无益处,未能使他免于被他所教导的阿开奥斯人不公正地用石头砸死。当他们还不识字、对这一知识一无所知时,尚且让他活着;可是当他把文字教给其他人——显而易见首先是阿特柔斯的儿子们——并且随文字一同教会了如何点燃烽火、如何计数军队,因为在此之前他们甚至不懂得像牧羊人数羊那样好好地清点人群,就在那时,他们变得更加聪明和优秀,却把他杀害了。

§13.22

εἰ δέ γε, ἔφη, τοὺς ῥήτορας οἴεσθε ἱκανοὺς εἶναι πρὸς τὸ βουλεύεσθαι καὶ τὴν ἐκείνων τέχνην ἄνδρας ἀγαθοὺς ποιεῖν, θαυμάζω ὅτι οὐ καὶ δικάζειν ἐκείνοις ἐπετρέψατε ὑπὲρ τῶν πραγμάτων, ἀλλʼ ὑμῖν αὐτοῖς, καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν.2 ὅμοιον γὰρ ἂν ποιήσαιτε ὥσπερ εἰ κυβερνήτας καὶ ναυάρχους τῶν τριήρων ἀποδείξαιτε τοὺς τριηρίτας ἢ τοὺς κελευστάς.

“如果说,”他说,“你们认为演说家们长于决议,他们的技艺能造就善人,我便感到奇怪:你们为何不把关于城邦事务的审判权也交由他们,反而留给你们自己;并且,如果你们认定他们是最公正、最优秀的人,为何不把公款也交由他们管理呢?因为你们就会做出如同任命普通划桨手或号令员去担任三列桨座战船的舵手和舰队统帅一样的事。”

§13.23

εἰ δὲ δή τις λέγοι τῶν πολιτικῶν τε καὶ ῥητόρων πρὸς αὐτὸν ὅτι ταύτῃ μέντοι τῇ παιδεύσει χρώμενοι Ἀθηναῖοι Περσῶν ἐπιστρατευσάντων τοσαύταις μυριάσιν ἐπὶ τὴν πόλιν δὶς ἐφεξῆς καὶ τὴν ἄλλην Ἑλλάδα, τὸ μὲν πρῶτον δύναμιν καὶ στρατηγοὺς ἀποστείλαντος τοῦ βασιλέως, ὕστερον δὲ αὐτοῦ Ξέρξου παραγενομένου μετὰ παντὸς τοῦ πλήθους τοῦ κατὰ τὴν Ἀσίαν, ἅπαντας τούτους ἐνίκησαν καὶ πανταχοῦ περιῆσαν αὐτῶν καὶ τῷ βουλεύεσθαι καὶ τῷ μάχεσθαι. καίτοι πῶς ἂν ἠδύναντο περιεῖναι τηλικαύτης παρασκευῆς καὶ τοσούτου πλήθους μὴ διαφέροντες κατʼ ἀρετήν; ἢ πῶς ἂν ἀρετῇ διέφερον μὴ τῆς ἀρίστης παιδείας τυγχάνοντες, ἀλλὰ φαύλης καὶ ἀνωφελοῦς;

然而,如果政治家和演说家中有人对他说:正是凭借这种教化,雅典人在波斯人接连两次率领如此多万大军侵犯雅典及希腊其余地方时——第一次是国王派遣了军队和将领,后来则是泽克西斯亲自统领亚洲的全数军容来袭——击败了所有这些人,无论在决议谋划还是在作战交锋中都处处胜过他们;“可是,假使雅典人在美德上没有过人之处,又怎能战胜如此巨大的备战规模和如此庞大的兵力呢?或者说,假使他们所接受的并非最优秀的教化,而是卑劣无益的教化,又怎能在美德上高人一筹呢?”

§13.24

πρὸς τὸν τοιαῦτα εἰπόντα ἔλεγεν ὅτι οὐδὲ ἐκεῖνοι ἦλθον παιδείαν οὐδεμίαν παιδευθέντες οὐδὲ ἐπιστάμενοι βουλεύεσθαι περὶ τῶν πραγμάτων, ἀλλὰ τοξεύειν τε καὶ ἱππεύειν καὶ θηρᾶν μεμελετηκότες, καὶ τὸ γυμνοῦσθαι τὸ σῶμα αἴσχιστον αὐτοῖς ἐδόκει καὶ τὸ πτύειν ἐν τῷ φανερῷ· ταῦτα δὲ αὐτοὺς οὐδὲν ἔμελλεν ὀνήσειν· ὥστε οὐδʼ ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς,3 ἀλλὰ μυριάδες ἀνθρώπων ἀμύθητοι πάντων ἀφρόνων καὶ κακοδαιμόνων. εἷς δέ τις ἐν αὐτοῖς ὑπῆρχεν ὀρθὴν ἔχων τιάραν καὶ ἐπὶ θρόνου χρυσοῦ καθίζων, ὑφʼ οὗ πάντες ὥσπερ ὑπὸ δαίμονος ἠλαύνοντο πρὸς βίαν, οἱ μὲν εἰς τὴν θάλατταν, οἱ δὲ κατὰ τῶν ὀρῶν, καὶ μαστιγούμενοι καὶ δεδιότες καὶ ὠθούμενοι καὶ τρέμοντες ἠναγκάζοντο ἀποθνῄσκειν.

对于说出这番话的人,他曾回答说:那些人来犯时同样不曾受过任何教化,也不懂得就事务进行决议,而只不过练习过射箭、骑马和打猎;在他们看来,露出身体最为可耻,当众吐痰亦然;但这些东西对他们毫无益处。“因此,在他们当中根本没有任何将领,也没有任何国王,有的只是数以万计的人群,全都是愚蠢而不幸的。在他们中间只有一个人戴着直立的波斯王冠,坐在金色的宝座上;所有人都像被恶神驱赶一般,被他强行驱使着,有的被驱入大海,有的被驱下山岭,在鞭笞、恐惧、推搡与颤抖中,不得不走向死亡。”

语法注3 条
  1. 13.21πρὸς τὸ μὴ ἀδίκως ὑπὸ τῶν Ἀχαιῶν τῶν ὑπʼ αὐτοῦ παιδευθέντων καταλευσθέντα ἀποθανεῖν

    该结构由介词 πρός 加上带中性单数宾格定冠词的不定式 τὸ ... ἀποθανεῖν 构成,带有否定词 μή,表示相对于动词 ὤνησεν(带来益处)的目的或结果(“未能有益于不至于……被砸死”)。分词 καταλευσθέντα 在格(宾格)上与不定式的逻辑主语(前文的 τὸν Παλαμήδην)一致。

  2. 13.22καὶ ὅπως οὐκ, εἰ δικαιοτάτους καὶ ἀρίστους ὑπειλήφατε, καὶ τὰ χρήματα ἐκείνοις ἐπετρέψατε διαχειρίζειν

    该从句是由前面的 θαυμάζω(我感到奇怪)统辖的并列从句。它与前面的 ὅτι οὐ... 相呼应,ὅπως οὐκ 以间接疑问的方式引导从句(“以及你们怎么没有……”)。其核心动词为直说语气不定过去时 ἐπετρέψατε,中间嵌入了条件状语从句 εἰ ... ὑπειλήφατε。

  3. 13.24ὥστε οὐδʼ ἦν στρατηγὸς ἐκείνων οὐδεὶς οὐδὲ βασιλεύς

    由 ὥστε 引导的表示实际结果的结果从句,使用直说语气 ἦν。主语为 οὐδείς,表语为 στρατηγός 和 βασιλεύς。属格 ἐκείνων 表示所属或范围(“在他们那一方,没有一个将军,也没有一个国王”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:13.20-13.24