- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.79-12.85
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲迪亚斯阐释了再现气象现象的不可能与造像材料的局限,论述了宇宙创世者宙斯与凡人工匠的区别。演说者赞许这番申辩,并借神像之口哀怜希腊当下的衰败与困顿。
βροντῆς γὰρ εἴδωλον ἄφθογγον ἢ κεραυνοῦ εἴκασμα ἀλαμπὲς ἐκ τῶν τῇδε ἐπιγείων μεταλλευμάτων ποῖον ἄν τι καὶ γένοιτο; ἔτι δὲ γῆν σειομένην καὶ κινούμενον Ὄλυμπον ὑπὸ νεύματι βραχεῖ τῶν ὀφρύων ἤ τινα νέφους περὶ τῇ κεφαλῇ στέφανον Ὁμήρῳ μὲν εἰπεῖν εὐμαρὲς καὶ πολλὴ πρὸς τὰ τοιαῦτα ἅπαντα ἐλευθερία, τῇ δέ γε ἡμετέρᾳ τέχνῃ παντελῶς ἄπορον, ἐγγύθεν ἐχούσῃ καὶ σαφῆ τὸν ἔλεγχον τῆς ὄψεως.
况且,从这地上的矿石中,究竟能造出何种无声的雷鸣之影,或是无光的闪电之象呢?更有甚者,眉毛轻微颤动便撼动大地、动摇奥林匹斯,或是环绕头颅的一圈云冕——荷马叙说这些自是轻而易举,在这一切事上他拥有极大的自由;然而对于我们的技艺而言,这却是全然不可能的,因为技艺要承受近距离且明晰的目光审视。
εἰ δʼ αὖ τὸ τῆς ὕλης ἀσημότερον ἡγεῖταί τις ἢ κατὰ τὴν ἀξίαν τοῦ θεοῦ,1 τοῦτο μὲν ἀληθές τε καὶ ὀρθόν· ἀλλʼ οὔτε τοὺς δόντας οὔτε τὸν ἑλόμενον καὶ δοκιμάσαντα ἐν δίκῃ μέμφοιτʼ ἄν. οὐ γὰρ ἦν ἑτέρα φύσις ἀμείνων οὐδὲ λαμπροτέρα πρὸς ὄψιν, ἣν δυνατὸν εἰς χεῖρας ἀνθρώπων ἀφικέσθαι καὶ μεταλαβεῖν δημιουργίας.
再者,若有人认为材料比起神明的尊严未免显得鄙陋,这确实既真实又正确;但人们亦无法公正地指责提供材料者,或是选定并赞许材料的人。因为在能够落入凡人之手并承受工匠加工的物质之中,并不存在其他质地更好、外观更为光辉灿烂的天生之物。
ἀέρα γὰρ ἢ πῦρ ἐργάσασθαι καὶ τὴν ἄφθονον πηγὴν ὕδατος ὅσον τε ἐν ἅπασι τούτοις στερεὸν ἕρμα· λέγω δὲ οὐ χρυσοῦ καὶ λίθου, ταῦτα μὲν γὰρ σμικρὰ καὶ φαῦλα, ἀλλὰ τὴν πᾶσαν ἰσχυρὰν καὶ βαρεῖαν οὐσίαν· ἰδίᾳ τε ἕκαστον διακρίνοντα καὶ συμπλέκοντα εἰς γένεσιν ζῴων καὶ φυτῶν, οὐδὲ θεοῖς πᾶσι δυνατὸν ἢ μόνῳ τούτῳ2 σχεδὸν ὃν πάνυ καλῶς ποιητὴς προσεῖπεν ἕτερος, "Δωδωναῖε μεγασθενὲς ἀριστοτέχνα πάτερ. "
至于说加工空气、火、丰盈的水泉,以及在这一切之中的稳固基石——我指的并非黄金与石块,因这些渺小而微贱,而是指万物那全然强固而厚重的实体——,将每样元素分别剥离,又编织结合以化生动植物,这哪怕对所有的神明而言也是不可能的,几乎唯有另一位诗人极尽优美地称呼的这位神明才能做到: ‘多多纳的尊主,权能广大的至圣工匠之父。’
οὗτος γὰρ δὴ πρῶτος καὶ τελειότατος δημιουργός, χορηγὸν λαβὼν τῆς αὑτοῦ τέχνης οὐ τὴν Ἠλείων πόλιν, ἀλλὰ τὴν πᾶσαν τοῦ παντὸς ὕλην. Φειδίαν δὲ ἢ Πολύκλειτον οὐκ ἂν εἰκότως ἀπαιτοῖτε πλέον οὐδέν, ἀλλὰ καὶ ταῦτα μείζω καὶ σεμνότερα τῆς ἡμετέρας χειρωναξίας.
因为他正是最初且最完备的造物主,充任其技艺资助者的并非厄利斯城邦,而是整个宇宙的全部质料。至于菲迪亚斯或波留克列托斯,你们按理并不能要求得更多;甚至眼下这些成就,已然超越了我们手工技艺的限度而更为崇伟。
οὐδὲ γὰρ τὸν Ἥφαιστον Ὅμηρος ἐν ἄλλοις πεποίηκεν ἐπιδεικνύμενον τὴν ἐμπειρίαν, ἀλλὰ τεχνίτην μὲν θεὸν εὐπόρησεν ἐπὶ τὸ τῆς ἀσπίδος ἔργον, ὕλην δὲ ἑτέραν οὐκ ἐφίκετο εὑρεῖν. φησὶ γὰρ οὕτω· "χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον." ἀνθρώπων μὲν οὖν ἔγωγε οὐδενὶ παραχωρήσαιμʼ ἂν κρείττονα ἐμοῦ ποτε γενέσθαι περὶ τὴν τέχνην, αὐτῷ δὲ τῷ Διί, δημιουργοῦντι τὸν ἅπαντα κόσμον οὐ χρὴ ξυμβάλλειν οὐδένα θνητόν.
因为就连荷马也没有描写赫淮斯托斯在其他材料上展示其技艺;他虽为盾牌的制作找到了一位神明工匠,却未能寻得别的质料。他如此说道: ‘他将不坏的青铜与锡投入火中,又投入贵重的黄金与白银。’ 因此,我绝不承认在人类当中曾有任何人于技艺上超越过我;然而面对创造整个宇宙的宙斯本体,不应将任何凡人与之相比。
ταῦτʼ οὖν εἰπόντα καὶ ἀπολογησάμενον τὸν Φειδίαν εἰκότως ἐμοὶ δοκοῦσιν οἱ Ἕλληνες στεφανῶσαι ἄν.3
所以,若菲迪亚斯作了这番言论与申辩,在我看来希腊人理当会授予他桂冠。
τῷ γὰρ ὄντι τοιοῦτος ἡμῖν προσορᾶν ἔοικε, πάνυ εὔνους καὶ κηδόμενος, ὥστʼ ἔμοιγε μικροῦ φθέγγεσθαι δοκεῖ τάδε μὲν οὕτως, ὦ σύμπασα Ἑλλάς, καλῶς καὶ προσηκόντως ἐπιτελεῖς, θυσίας τε θύουσα ἐκ τῶν παρόντων μεγαλοπρεπεῖς καὶ δὴ καὶ τὸν εὐκλεέστατον ἀγῶνα τιθεῖσα ὡς ἀπʼ ἀρχῆς εὐεξίας καὶ ῥώμης καὶ τάχους, ὅσα τε ἑορτῶν καὶ μυστηρίων ἔθη λαβοῦσα διαφυλάττεις. ἀλλὰ ἐκεῖνο φροντίζων σκοπῶ, ὅτι "αὐτήν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι."
因为事实上,在我们看来,这位神明正是如此,极其慈和且满怀眷顾,以至于在我眼中他几乎要开口说话: ‘全希腊啊,在这些事情上你们确实操办得美好而合宜,你们以现有的条件献上宏伟的祭礼,一如既往地举办关于体魄、力量与速度的盛名卓著的竞技会,并谨守所承袭的节日与秘仪的所有习俗。但我忧心注视着的却是那一件事: “你自身并未得到良好的照料,伴随着凄楚的迟暮之年,你污垢满面,衣衫褴褛。”’
- 12.80ἀσημότερον ... ἢ κατὰ τὴν ἀξίαν τοῦ θεοῦ
比较级ἀσημότερον与“ἤ κατὰ + 宾格”连用,构成表示不成比例的习惯句式,意为“相比于神明的尊贵地位显得过分微末/鄙陋”。
- 12.81ἀέρα γὰρ ἢ πῦρ ἐργάσασθαι ... οὐδὲ θεοῖς πᾶσι δυνατὸν ἢ μόνῳ τούτῳ
该句核心结构为οὐδὲ θεοῖς πᾶσι δυνατὸν [ἐστί](对诸神而言亦非可能),不定式短语ἀέρα ... ἐργάσασθαι作真正主语。其间插入的宾格分词διακρίνοντα καὶ συμπλέκοντα充当不定式动作的逻辑主语,修饰创世工匠分合万物的职能。
- 12.84στεφανῶσαι ἄν
不定式搭配ἄν受主动词δοκοῦσιν支配,表示过去事实相反的虚拟结果或潜在推论(“人们理应会授予他桂冠”),与前文具有条件分词意味的εἰπόντα καὶ ἀπολογησάμενον(“若作了这番言论与申辩”)相呼应。
