- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.9-12.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者承认自身的无知,反讽地建议听众及其子弟去投奔著名的智者,并将自己比作捕鸟人手中诱鸟的猫头鹰,以此阐明自身与智者及众人的关系。
ἡ δὲ συμβουλεύει μὲν αὐτοῖς οὐδὲν ἔτι, ὀδύρεται δὲ μόνον. ἴσως οὖν παρειλήφατε ὑμεῖς λόγον τινὰ ἀληθῆ καὶ ξυμβουλὴν συμφέρουσαν, ἥντινα ξυνεβούλευσε φιλοσοφία τοῖς πρότερον Ἕλλησιν, ἣν οἱ τότε μὲν ἠγνόησαν καὶ ἠτίμασαν, οἱ δὲ νῦν ὑπομιμνήσκονται καί μοι προσίασι διὰ τὸ σχῆμα, φιλοσοφίαν τιμῶντες ὥσπερ τὴν γλαῦκα ἄφωνον τό γε ἀληθὲς καὶ ἀπαρρησίαστον οὖσαν. ἐγὼ μὲν γὰρ οὐδὲν αὑτῷ ξύνοιδα οὔτε πρότερον εἰπόντι σπουδῆς ἄξιον οὔτε νῦν ἐπισταμένῳ πλέον ὑμῶν.
然而猫头鹰已不再向它们提出任何忠告,只是哀鸣而已。或许你们也正是领受了某种真实的话语和有益的忠告,即哲学曾经向往昔希腊人所提出的忠告;当时的人们对它懵懂无知且加以轻慢,如今的人们却追忆起它,并因我的外貌装束而走向我,尊崇着哲学,而这哲学实则如猫头鹰一般沉默无声、不能畅所欲言。因为就我自己而言,我深知自己以往不曾说过任何值得重视的话,如今知道得也不比你们更多。
ἀλλὰ εἰσὶν ἕτεροι σοφοὶ καὶ μακάριοι παντελῶς ἄνδρες, οὓς ὑμῖν ἐγώ, εἰ βούλεσθε, μηνύσω, ἕκαστον ὀνομαστὶ δεικνύμενος. καὶ γὰρ νὴ Δία τοῦτο μόνον οἶμαι χρήσιμον ἔχειν, τὸ γιγνώσκειν τοὺς σοφούς τε καὶ δεινοὺς καὶ πάντα ἐπισταμένους· οἷς ἐὰν ὑμεῖς ἐθέλητε ξυνεῖναι τἄλλα ἐάσαντες, καὶ γονεῖς καὶ πατρίδας καὶ θεῶν ἱερὰ καὶ προγόνων τάφους, ἐκείνοις ξυνακολουθοῦντες, ἔνθα ἂν ἄγωσιν ἢ καὶ μένοντές που καθιδρύωσιν, εἴτε ἐν τῇ Νίνου καὶ Σεμιράμιδος εἴτε ἐν Βάκτροις ἢ Σούσοις ἢ Παλιβόθροις ἢ ἄλλῃ τινὶ πόλει τῶν ἐνδόξων καὶ πλουσίων, χρήματα διδόντες ἢ καὶ ἄλλῳ τρόπῳ πείθοντες, εὐδαιμονέστεροι ἔσεσθε αὐτῆς τῆς εὐδαιμονίας.
然而另有一些完全智慧且福全的人,若你们愿意,我将向你们指明,逐一点名示人。因凭宙斯起誓,我认为自己所拥有的唯一有用之物,便是辨识那些智慧、能干且全知的人;若你们愿意抛开其余一切——父母、故土、神祇的神庙以及先祖的坟墓——与他们相伴,追随他们,无论他们领往何方,抑或在某处驻足定居,不论是在尼诺斯与塞米拉米斯的城邑,还是在巴克特拉、苏萨、波吒厘子城或任何其他显赫富庶之城,付与金钱或以其他方式说服他们,你们都将比幸福本身还要更为幸福。
εἰ δʼ αὐτοὶ μὴ βούλεσθε,1 καταμεμφόμενοι τὴν αὑτῶν φύσιν ἢ πενίαν ἢ γῆρας ἢ ἀσθένειαν, ἀλλὰ τοῖς γε υἱέσι μὴ φθονοῦντες μηδὲ ἀφαιρούμενοι τῶν μεγίστων ἀγαθῶν, ἑκοῦσί τε ἐπιτρέποντες καὶ ἄκοντας πείθοντες ἢ βιαζόμενοι πάντα τρόπον, ὡς ἂν παιδευθέντες ἱκανῶς καὶ γενόμενοι σοφοὶ παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις ὀνομαστοὶ ὦσι τὸ λοιπόν, διαφέροντες ἀρετῇ καὶ δόξῃ καὶ πλούτῳ καὶ δυνάμει τῇ πάσῃ σχεδόν. οὐ γὰρ μόνον πλούτῳ φασὶν ἀρετὴν καὶ κῦδος ὀπηδεῖν, ἀλλὰ καὶ πλοῦτος ἀρετῇ συνέπεται ἐξ ἀνάγκης.
倘若你们自己不愿如此,归咎于自身的天资、贫困、年迈或虚弱,但至少切莫嫉妒你们的儿子,切莫剥夺他们这极大的美善,而当对情愿者听凭自便,对不情愿者则百般劝服或强令促成,好让他们在受过充分教导并成为智者之后,从此在所有希腊人与蛮族人中扬名,在德性、声誉、财富以及几乎全部的权柄上皆出类拔萃。因为人们不仅说德性与荣耀伴随着财富,而且财富也必然跟随着德性。
ταῦτα δὲ ὑμῖν ἐναντίον τοῦδε τοῦ θεοῦ προλέγω καὶ ξυμβουλεύω διʼ εὔνοιαν καὶ φιλίαν προαγόμενος. οἶμαι δὲ ἐμαυτὸν ἂν πρῶτον πείθειν καὶ παρακαλεῖν, εἴ μοι τὰ τοῦ σώματος καὶ τὰ τῆς ἡλικίας ἐπεδέχετο· ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ, εἴ πού τι δυνησόμεθα2 εὑρέσθαι παρὰ τῶν παλαιῶν ἀνδρῶν ὥσπερ ἀπερριμμένον ἤδη καὶ ἕωλον σοφίας λείψανον χήτει τῶν κρειττόνων τε καὶ ζώντων διδασκάλων.ἐρῶ δὲ ὑμῖν καὶ ἄλλο, ὃ πέπονθα τῇ γλαυκὶ παραπλήσιον, ἐὰν καὶ βούλησθε καταγελᾶν τῶν λόγων.
我在这尊神祇面前,出于善意与友谊的驱使,向你们预先道出这番话并提出忠告。我想,若我的身体与年龄条件允许,我本会第一个说服并激励我自己;然而无奈由于……,因缺少更优良且在世的师长,我们只得竭力从古人那里探寻某种已被遗弃而陈腐的智慧残片。哪怕你们打算嘲笑我的话,我也要向你们讲述我所遭遇的另一桩与猫头鹰极为相似的经历。
ὥσπερ γὰρ ἐκείνη αὐτὴ μὲν οὐδὲν χρῆται τοῖς προσπετομένοις, ἀνδρὶ δὲ ὀρνιθοθήρᾳ πάντων λυσιτελέστατόν ἐστι κτημάτων· οὐδὲν γὰρ δεῖ οὔτε τροφὴν προβάλλειν οὔτε φωνὴν μιμεῖσθαι, μόνον δʼ ἐπιδεικνύντα τὴν γλαῦκα πολὺ πλῆθος ἔχειν ὀρνέων· οὕτω κἀμοὶ τῆς σπουδῆς τῶν πολλῶν οὐδὲν ὄφελος. οὐ γὰρ λαμβάνω μαθητάς, εἰδὼς ὅτι οὐδὲν ἂν ἔχοιμι διδάσκειν, ἅτε οὐδʼ αὐτὸς ἐπιστάμενος· ὡς δὲ ψεύδεσθαι καὶ ἐξαπατᾶν ὑπισχνούμενος,3 οὐκ ἔχω ταύτην τὴν ἀνδρείαν· σοφιστῇ δὲ ἀνδρὶ ξυνὼν μεγάλα ἂν ὠφέλουν ὄχλον πολὺν ἀθροίζων πρὸς αὑτόν, ἔπειτα ἐκείνῳ παρέχων ὅπως βούλεται διαθέσθαι τὴν ἄγραν. ἀλλʼ οὐκ οἶδα ὅπως οὐδείς με ἀναλαμβάνει τῶν σοφιστῶν οὐδὲ ἥδονται ὁρῶντες.
因为正如猫头鹰自身并不能从飞来的众鸟那里得到任何用处,但对捕鸟人而言却是一切财产中最获利的——因为他既无需投喂食物,亦无需摹仿叫声,只需展示出猫头鹰,便能捕获大量鸟群——同样,众人的热忱对我而言亦无丝毫益处。因为我不收门徒,深知自己没有什么可以传授,毕竟我自己也一无所知;至于靠虚假的许诺去撒谎和欺骗,我并无这等胆量。但若依附于某位智者,我本可大有助益,将大批人群聚集到自己身边,随后交由他按自己的心意处置这批捕获物。然而不知何故,智者中竟无一人接纳我,甚至见了我也不高兴。
σχεδὸν μὲν οὖν ἐπίσταμαι ὅτι πιστεύετέ μοι λέγοντι ὑπὲρ τῆς ἀπειρίας τε κἀνεπιστημοσύνης τῆς ἐμαυτοῦ, δῆλον ὡς διὰ τὴν αὑτῶν ἐπιστήμην καὶ φρόνησιν· καὶ τοῦτο οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ Σωκράτει δοκεῖτέ μοι πιστεύειν ἄν, ταὐτὰ ὑπὲρ αὑτοῦ προβαλλομένῳ πρὸς ἅπαντας ὡς οὐδὲν ᾔδει· τὸν δὲ Ἱππίαν καὶ τὸν Πῶλον καὶ τὸν Γοργίαν,4 ὧν ἕκαστος αὑτὸν μάλιστα ἐθαύμαζε καὶ ἐξεπλήττετο, σοφοὺς ἂν ἡγεῖσθαι καὶ μακαρίους·
因此,我几乎确信,关于我自身的无阅历与无知,你们相信我的这番话——这显然是凭着你们自身的学识与深谋远虑;而且在这一点上,在我看来,你们不仅会相信我,也会相信苏格拉底,因为他对众人同样声称自己一无所知;至于希庇亚、波卢斯和高尔吉亚,他们每个人都对自己极尽赞叹倾倒之能事,你们大概反会认为他们既明智又福全。
- 12.11εἰ δʼ αὐτοὶ μὴ βούλεσθε
此处为破格句(anacoluthon):条件从句 εἰ δʼ αὐτοὶ μὴ βούλεσθε 在主句中缺少明确的限定动词,而是由接续在 ἀλλὰ τοῖς γε υἱέσι μὴ φθονοῦντες ... 之后的一连串分词(充当命令语气或省略了祈使谓语)来承担句子核心。
- 12.12ἀλλὰ γὰρ ἀνάγκη διὰ τὸ , εἴ πού τι δυνησόμεθα
在 διὰ τὸ 之后存在文本脱漏(lacuna)。在句法上,句子的核心为 ἀνάγκη [ἐστίν],脱漏处缺失(或隐含)表示探寻的不定式,其后接续间接疑问(条件)从句 εἴ πού τι δυνησόμεθα εὑρέσθαι(不定式 εὑρέσθαι 受 δυνησόμεθα 支配),构成“出于……的缘故,我们不得不(寻求)能否在某处找到……”的骨架。
- 12.13ὡς δὲ ψεύδεσθαι καὶ ἐξαπατᾶν ὑπισχνούμενος
ὡς 与结果/限定不定式 ψεύδεσθαι καὶ ἐξαπατᾶν 连用(“至于撒谎和欺骗”,预示后文 ταύτην τὴν ἀνδρείαν 的内容),分词 ὑπισχνούμενος 则与主语一致,表示方式或伴随状况(“靠许诺”),整个短语修饰后面的主句 οὐκ ἔχω ταύτην τὴν ἀνδρείαν(“我没有这般胆量”)。
- 12.14τὸν δὲ Ἱππίαν καὶ τὸν Πῶλον καὶ τὸν Γοργίαν
宾格 τὸν δὲ Ἱππίαν... 是末尾不定式 ἡγεῖσθαι 的宾语(与 σοφοὺς 构成双重宾格),受前文 δοκεῖτέ μοι 支配;句式从前文与与格连用的 πιστεύειν ἄν 转换为了支配双重宾格的不定式(ἡγεῖσθαι)结构(其逻辑主语仍为前文人称结构 δοκεῖτέ 的主语“你们”)。
