← 金嘴狄翁

演说集

§12.1-12.8

猫头鹰的比喻与伊索寓言

演说者将聚集在他身边的听众比作围拢猫头鹰的鸟群,指出鸟类忽视孔雀与鸣禽却受猫头鹰吸引的奇象,并重述了关于猫头鹰预见之明的伊索寓言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ἀλλʼ ἦ τὸ λεγόμενον,1 ὦ ἄνδρες, ἐγὼ καὶ παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις πλείοσι πέπονθα τὸ τῆς γλαυκὸς ἄτοπον καὶ παράδοξον πάθος; ἐκείνην γὰρ οὐδὲν σοφωτέραν οὖσαν αὐτῶν οὐδὲ βελτίω τὸ εἶδος, ἀλλὰ τοιαύτην ὁποίαν ἴσμεν, ὅταν δήποτε φθέγξηται λυπηρὸν καὶ οὐδαμῶς ἡδύ, περιέπουσι τὰ ἄλλα ὄρνεα, καὶ ὅταν γε ἴδῃ μόνον, τὰ μὲν καθιζόμενα ἐγγύς, τὰ δὲ κύκλῳ περιπετόμενα, ὡς μὲν ἐμοὶ δοκεῖ, καταφρονοῦντα τῆς φαυλότητος καὶ τῆς ἀσθενείας· οἱ δὲ ἄνθρωποί φασιν ὅτι θαυμάζει τὴν γλαῦκα τὰ ὄρνεα.

诸位,难道真如俗话所说,我在你们这里以及在许多其他人那里,也遭遇了猫头鹰那种奇特而不可思议的际遇吗?因为那只鸟既不比其他鸟更聪明,外貌也不更出众,正如我们所见的那样,每当它发出刺耳且绝不悦耳的叫声时,其他鸟儿便围拢过来;甚至只要一看见〔它〕,有的就停在附近,有的在周围盘旋——在我看来,这是在鄙视它的鄙陋与孱弱;然而人们却说,鸟儿们是在惊叹赞赏猫头鹰。

§12.2

πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν2 ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἷον ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα;

那么,鸟儿们看见孔雀时,为何不更去赞赏它呢?孔雀如此美丽、色彩斑斓,而且在向雌鸟炫耀时,更是昂然自得地展示羽毛的美丽,它卷曲起尾羽,环绕在自身四周,宛如一座优美的洞穴,又宛如一幅摹绘星宿斑斓的苍穹画卷,连同身体的其余部分皆令人惊叹,极似黄金与青金石的交融,且在羽梢上具有形如眼睛或指环之物,无论在形状还是其他相似性上皆是如此。

§12.3

εἰ δʼ αὖ τις ἐθέλοι σκοπεῖν τῆς πτερώσεως τὸ κοῦφον, ὡς μὴ χαλεπὸν εἶναι μηδὲ δύσφορον διὰ τὸ μῆκος, ἐν μέσῳ μάλα ἥσυχον καὶ ἀτρεμοῦντα παρέχει θεάσασθαι ἑαυτόν, ὥσπερ ἐν πομπῇ περιστρεφόμενος, ὅταν δὲ βουληθῇ ἐκπλῆξαι, σείων τὰ πτερὰ καί τινα ἦχον οὐκ ἀηδῆ ποιῶν, οἷον ἀνέμου κινήσαντος οὐ πολλοῦ πυκνήν τινα ὕλην. ἀλλʼ οὔτε τὸν ταῶ πάντα ταῦτα καλλωπιζόμενον τὰ ὄρνεα βούλεται ὁρᾶν οὔτε τῆς ἀηδόνος ἀκούοντα τῆς φωνῆς ἕωθεν ἐπορθρευομένης οὐδὲν πάσχει πρὸς αὐτήν, ἀλλʼ οὐδὲ τὸν κύκνον ἀσπάζεται διὰ τὴν μουσικήν, οὐδὲ ὅταν ὑμνῇ τὴν ὑστάτην ᾠδήν ἅτε εὐγήρως, ὑπὸ ἡδονῆς τε καὶ λήθης τῶν ἐν τῷ βίῳ χαλεπῶν εὐφημῶν ἅμα καὶ προπέμπων ἀλύπως αὑτόν, ὡς ἔοικε, πρὸς ἄλυπον τὸν θάνατον· οὔκουν οὐδὲ τότε ἀθροίζεται κηλούμενα τοῖς μέλεσι πρὸς ὄχθην ποταμοῦ τινος ἢ λειμῶνα πλατὺν ἢ καθαρὰν ᾐόνα λίμνης ἤ τινα σμικρὰν εὐθαλῆ ποταμίαν νησῖδα.

若有人想观察它羽翼的轻盈,看它如何因其长而不显沉重与滞碍,它便极为安静安稳地立于当中供人观赏,宛如在游行中转身环顾;而当它想要令人震撼时,便抖动羽毛,发出并不难听的声响,恰如微风拂动茂密的林木。然而,鸟儿们既不愿看孔雀这般百般修饰,在清晨听见夜莺清早啼鸣的歌声时,对其也毫无感触;不仅如此,它们也不因天鹅的乐声而迎候它,甚至当日臻寿考的天鹅唱起绝唱时也不迎候——天鹅在欢愉之中,忘却了生之艰辛,吉言咏诵,平顺地送别自身走向看似毫无痛苦的死亡;无论如何,即便在那时,它们也不曾因受曲调陶醉而聚集在某条河岸、宽广草甸、澄澈湖滩或是某座苍翠的河中小岛上。

§12.5

ὡς δὲ καὶ ὑμεῖς τοσαῦτα μὲν θεάματα ἔχοντες τερπνά, τοσαῦτα δὲ ἀκούσματα, τοῦτο μὲν ῥήτορας δεινούς, τοῦτο δὲ ξυγγραφέας ἡδίστους ἐμμέτρων καὶ ἀμέτρων λόγων, τοῦτο δὲ πολλοὺς σοφιστάς, δόξῃ καὶ μαθηταῖς ἐπαιρομένους οἷον πτεροῖς, ὑμεῖς δὲ ἐμοὶ πρόσιτε καὶ βούλεσθε ἀκούειν, τοῦ μηδὲν εἰδότος μηδὲ φάσκοντος εἰδέναι, ἆρʼ οὐκ ὀρθῶς ἀπεικάζω τὴν σπουδὴν ὑμῶν τῷ περὶ τὴν γλαῦκα γιγνομένῳ σχεδὸν οὐκ ἄνευ δαιμονίας τινὸς βουλήσεως;

而你们也是如此,尽管拥有如此之多令人愉悦的景观,拥有如此之多值得聆听的事物——这方面有技艺超群的演说家,那方面有最富韵味的韵文与散文著述家,另一方面还有众多凭借声誉与门徒如羽翼般高扬的智者——你们却走向我,愿意聆听一个一无所知、亦不自称有所知的人;难道我没有把你们的热忱恰当地比作围绕猫头鹰发生的事吗?而这几乎绝非没有某种神意的旨趣。

§12.6

ὑφʼ ἧς καὶ τῇ Ἀθηνᾷ λέγεται προσφιλὲς εἶναι τὸ ὄρνεον, τῇ καλλίστῃ τῶν θεῶν καὶ σοφωτάτῃ, καὶ τῆς γε Φειδίου τέχνης παρὰ Ἀθηναίοις ἔτυχεν, οὐκ ἀπαξιώσαντος αὐτὴν συγκαθιδρῦσαι τῇ θεῷ, συνδοκοῦν τῷ δήμῳ.3 Περικλέα δὲ καὶ αὑτὸν λαθὼν ἐποίησεν, ὥς φασιν, ἐπὶ τῆς ἀσπίδος. οὐ μέντοι ταῦτά γε εὐτυχήματα νομίζειν ἔπεισί μοι τῆς γλαυκός, εἰ μή τινα φρόνησιν ἄρα κέκτηται πλείω.

正是在此神意之下,据说这只鸟受到了诸神中最美也最智慧的雅典娜的喜爱,并在雅典人中赢得了菲狄亚斯的手艺,在民众同意之下,他并未不屑于让它与女神共同受供奉。不过据说,他还暗中把伯里克利和自己塑在了盾牌上。然而,除非猫头鹰确实拥有某种更大的智慧,否则我并不觉得应当把这些视为猫头鹰的幸运。

§12.7

ὅθεν οἶμαι καὶ τὸν μῦθον Αἴσωπος ξυνέστησεν ὅτι σοφὴ οὖσα ξυνεβούλευε τοῖς ὀρνέοις τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι,4 ἀλλʼ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον, ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. τρίτον δὲ ἰδοῦσα τοξευτήν τινα ἄνδρα προέλεγεν ὅτι οὗτος ὁ ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι σοφωτάτην ἐνόμιζεν. καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, πρόσεισιν ὡς πρὸς ἅπαντα ἐπισταμένην·

因此我认为伊索也编造了这样一个寓言:猫头鹰因富有智慧,在橡树初生时便劝告鸟儿们切勿听任其生长,而要千方百计将它除去;因为从中将产生一种使它们无法逃脱的药剂,即捕鸟胶,它们将被其俘获。后来,当人们播种亚麻时,她又嘱咐它们将这种子也拣除干净;因为它的生长绝非为了善事。第三次,当看见一个弓箭手时,她预言道:这个人将用你们自己的羽毛赶上你们,他自己虽是徒步,却发射生翼的飞矢。但鸟儿们不信这些话,认为她愚蠢并称她发疯;可后来经过体验,它们感到惊奇,并认为她确实最富智慧。正因如此,每当她出现时,它们便像走向一位全知者一样向她走去。

语法注4 条
  1. 12.1τὸ λεγόμενον

    副词性宾格(限制宾格),在句首作为习惯性插入语,意为“如俗话所说”。

  2. 12.2ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν

    分词 ἀνακλάσας 与 περιστήσας 为阳性主格单数。它们并非与前文的宾格 τὸν ταῶ ... ἐπαιρόμενον καὶ ἐπιδεικνύντα 呼应,而是与紧邻的时间从句 ὅταν ἁβρύνηται 的主格主语(孔雀)一致的状语分词。

  3. 12.6συνδοκοῦν τῷ δήμῳ

    由非人称动词 συνδοκεῖ(被认可、赞同)的中性单数分词构成的宾格绝对结构,意为“在民众同意/赞许之下”。

  4. 12.7τῆς δρυὸς ἐν ἀρχῇ φυομένης μὴ ἐᾶσαι

    τῆς δρυὸς ... φυομένης 是表示时间(“当橡树最初生长时”)的属格绝对结构。不定式 μὴ ἐᾶσαι(“切勿听任[其生长]”)的宾语根据语境被省略,承接动词 ξυνεβούλευε。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.1-12.8