- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.15-12.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者坦陈自己外貌平平且别无所长,随后叙述了自己手无寸铁前往多瑙河流域临战军营的经历;他解释自己归来并非畏惧危险而是为践履对神明的誓愿,并询问听众更愿意聆听异域见闻还是对身旁宙斯神的赞歌。
ὅμως δὲ προλέγω ὑμῖν ὅτι ἐσπουδάκατε ἀνδρὸς ἀκοῦσαι τοσοῦτον πλῆθος ὄντες οὔτε καλοῦ τὸ εἶδος οὔτε ἰσχυροῦ, τῇ τε ἡλικίᾳ παρηκμακότος ἤδη, μαθητὴν δὲ οὐδένα ἔχοντος, τέχνην δὲ ἢ ἐπιστήμην οὐδεμίαν ὑπισχνουμένου σχεδὸν οὔτε τῶν σεμνῶν οὔτε τῶν ἐλαττόνων, οὔτε μαντικὴν οὔτε σοφιστικήν ἀλλʼ οὐδὲ ῥητορικήν τινα ἢ κολακευτικὴν δύναμιν, οὐδὲ δεινοῦ ξυγγράφειν οὐδὲ ἔργον τι ἔχοντος ἄξιον ἐπαίνου καὶ σπουδῆς, ἀλλʼ ἢ μόνον κομῶντος·1 "εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον, "δραστέον τοῦτο καὶ πειρατέον ὅπως ἂν ᾖ δυνατὸν ἡμῖν.
尽管如此,我还是要向你们预先说明:你们如此众多的人群,竟然热切地想要聆听一个相貌既不俊美、体魄亦不强健的人;此人年岁已过盛年,门下一个弟子也无,几乎未曾许诺传授任何技艺或知识,无论庄重的还是微末的,既非占卜术亦非智者之术,甚至毫无任何修辞或谄媚之能,既不擅长撰写文章,亦无任何值得称赞与重视的功绩,仅仅蓄着一头长发而已。 “但若你们觉得这更加适宜且更好”,这便是我们必须去践行并尽力尝试的事了。
οὐ μέντοι λόγων ἀκούσεσθε ὁποίων ἄλλου τινὸς τῶν νῦν, ἀλλὰ πολὺ φαυλοτέρων καὶ ἀτοπωτέρων, ὁποίους δὴ καὶ ὁρᾶτε. χρὴ δὲ ἐᾶν ὑμᾶς ἔμβραχυ, ὅ,τι ἂν ἐπίῃ μοι, τούτῳ ἕπεσθαι,2 καὶ μὴ ἀγανακτεῖν, ἐὰν φαίνωμαι πλανώμενος ἐν τοῖς λόγοις, ὥσπερ ἀμέλει καὶ τὸν ἄλλον χρόνον ἔζηκα ἀλώμενος, ἀλλὰ συγγνώμην ἔχειν, ἅτε ἀκούοντας3 ἀνδρὸς ἰδιώτου καὶ ἀδολέσχου. καὶ γὰρ δὴ τυγχάνω μακράν τινα ὁδὸν τὰ νῦν πεπορευμένος, εὐθὺ τοῦ Ἴστρου καὶ τῆς Γετῶν χώρας ἢ Μυσῶν, ὥς φησιν Ὅμηρος κατὰ τὴν νῦν ἐπίκλησιν τοῦ ἔθνους.
然而,你们所听到的绝不会是当今其他任何人那样的言论,而是要鄙陋得多、古怪得多的话语,正如你们亲眼所见的那样。简而言之,你们理当听凭我信马由缰,顺着我心头涌现的一切去讲,若见我在言辞中漫游漂泊——正如我平日里一生都在漂泊游荡一样——也切莫恼怒,反当存宽宥之心,毕竟你们聆听的是一个平民白丁与漫谈之人的话。因为正巧,我方才走过一段遥远的路程,径直前往伊斯特罗斯河,去往盖塔人的土地,或者按照荷马依该民族如今的称谓所说的密细亚人之地。
ἦλθον δὲ οὐ χρημάτων ἔμπορος οὐδὲ τῶν πρὸς ὑπηρεσίαν τοῦ στρατοπέδου σκευοφορῶν ἢ βοηλατῶν, οὐδὲ πρεσβείαν ἐπρέσβευον συμμαχικὴν ἤ τινα εὔφημον, τῶν ἀπὸ γλώττης μόνον συνευχομένων, γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχον ἔγχος, οὐ μὴν οὐδὲ ἄλλο ὅπλον οὐθέν.
我去那里并非求财的商人,亦非营地中服役的辎重夫或赶牛人,我既未曾出使缔结同盟,亦非执行某种仪节性出使、仅凭口舌同祝颂辞,我不带头盔亦无盾牌,赤身无甲,手无长矛,委实没有携带任何其他武器。
ὥστε ἐθαύμαζον ὅπως με ἠνείχοντο ὁρῶντες. οὔτε γὰρ ἱππεύειν ἐπιστάμενος οὔτε τοξότης ἱκανὸς ὢν οὔθʼ ὁπλίτης, ἀλλʼ οὐδὲ τῶν κούφων καὶ ἀνόπλων ἀκοντιστής ἢ λιθοβόλος, οὐδʼ αὖ τεμεῖν ὕλην ἢ τάφρον ὀρύττειν δυνατὸς οὐδὲ ἀμῆσαι χιλὸν ἐκ πολεμίου λειμῶνος πυκνὰ μεταστρεφόμενος, οὐδὲ ἐγεῖραι σκηνὴν ἢ χάρακα, ὥσπερ ἀμέλει ξυνέπονται τοῖς στρατοπέδοις πολεμικοί τινες ὑπηρέται· πρὸς ἅπαντα δὴ ταῦτα ἀμηχάνως ἔχων ἀφικόμην εἰς ἄνδρας οὐ νωθροὺς οὐδὲ σχολὴν ἄγοντας ἀκροᾶσθαι λόγων, ἀλλὰ μετεώρους καὶ ἀγωνιῶντας καθάπερ ἵππους ἀγωνιστὰς ἐπὶ τῶν ὑσπλήγων, οὐκ ἀνεχομένους τὸν χρόνον, ὑπὸ σπουδῆς δὲ καὶ προθυμίας κόπτοντας τὸ ἔδαφος ταῖς ὁπλαῖς· ἔνθα γε ἦν ὁρᾶν πανταχοῦ μὲν ξίφη, πανταχοῦ δὲ θώρακας, πανταχοῦ δὲ δόρατα, πάντα δὲ ἵππων, πάντα δὲ ὡπλισμένων ἀνδρῶν μεστά· μόνος δὴ ἐν τοσούτοις φαινόμενος ῥᾴθυμος ἀτεχνῶς σφόδρα τε εἰρηνικὸς πολέμου θεατής, τὸ μὲν σῶμα ἐνδεής, τὴν δὲ ἡλικίαν προήκων, οὐ χρυσοῦν σκῆπτρον φέρων οὐδὲ στέμματα ἱερὰ θεοῦ τινος, ἐπὶ λύσει θυγατρὸς ἥκων εἰς τὸ στρατόπεδον ἀναγκαίαν ὁδόν,4 ἀλλʼ ἐπιθυμῶν ἰδεῖν ἄνδρας ἀγωνιζομένους ὑπὲρ ἀρχῆς καὶ δυνάμεως, τοὺς δὲ ὑπὲρ ἐλευθερίας τε καὶ πατρίδος· ἔπειτα οὐ τὸν κίνδυνον ἀποκνήσας, μὴ τοῦτο ἡγησάσθω μηδείς, ἀλλʼ εὐχῆς τινος μνησθεὶς παλαιᾶς δεῦρο ἀπετράπην πρὸς ὑμᾶς, ἀεὶ τὰ θεῖα κρείττω καὶ προυργιαίτερα νομίζων τῶν ἀνθρωπίνων, ἡλίκα ἂν ᾖ.
以至于我自己也惊奇他们见了我怎能容忍。因为我既不知如何骑马,又非胜任的弓箭手或重装步兵,甚至在轻装无甲者中也算不上标枪手或投石手;我既不能伐木掘壕,亦不能在敌方草场上频频回头提防着收割饲草,更无法支搭帐篷或竖立栅栏,而这些本是随军服役的仆役所常做之事;在这一切事上皆束手无策的我,就这样来到了那些绝非迟钝、亦无闲暇听人清谈的人群之中,他们神情昂扬、渴望搏杀,犹如起跑栏前的赛马,耐不住等待的时辰,因急切与斗志而用铁蹄刨击着地面;在那里,触目所及尽是刀剑,尽是铠甲,尽是长矛,目之所及尽充斥着战马,尽充斥着全副武装的将士;在如此众多的人当中,我孑然一身,俨然是一个十足漫不经心、极其安宁的战争旁观者,体弱且年迈,手不执黄金权杖,亦无任何神祇的圣带,并非因赎救女儿而不得不奔赴军营,而是渴望目睹人们为争夺霸权与统治而战,另一些人则为自由与祖国而争;随后,我并非因畏惧危险——任何人切莫作此想法——而是念及某个往昔的誓愿,才折返此处来到你们面前,因为无论人事多么伟大,我始终认为神圣之事比人事更加崇高且更为紧要。
πότερον οὖν ἥδιον ὑμῖν καὶ μᾶλλον ἐν καιρῷ περὶ τῶν ἐκεῖ διηγήσασθαι, τοῦ τε ποταμοῦ τὸ μέγεθος καὶ τῆς χώρας τὴν φύσιν ἢ ὡρῶν ὡς ἔχουσι κράσεως καὶ περὶ τῶν ἀνθρώπων τοῦ γένους, ἔτι δὲ οἶμαι τοῦ πλήθους καὶ τῆς παρασκευῆς, ἢ μᾶλλον ἅψασθαι τῆς πρεσβυτέρας τε καὶ μείζονος ἱστορίας περὶ τοῦδε τοῦ θεοῦ, παρʼ ᾧ νῦν ἐσμεν;
那么,究竟哪一样对你们而言更为欢悦且更为合时宜呢:是详述那里的情形、大河的恢宏与土地的性貌,抑或四季气候的调和状况,以及那里的部族人群,我想,还有他们的兵力规模与战备?还是转而触及关于这尊我们如今伫立其侧的神祇的、更为古老且更为宏大的叙事?
οὗτος γὰρ δὴ κοινὸς ἀνθρώπων καὶ θεῶν βασιλεύς τε καὶ ἄρχων καὶ πρύτανις καὶ πατήρ, ἔτι δὲ εἰρήνης καὶ πολέμου ταμίας, ὡς τοῖς πρότερον ἐμπείροις καὶ σοφοῖς ποιηταῖς ἔδοξεν, ἐάν πως ἱκανοὶ γενώμεθα τήν τε φύσιν αὐτοῦ καὶ τὴν δύναμιν ὑμνῆσαι λόγῳ βραχεῖ καὶ ἀποδέοντι τῆς ἀξίας, αὐτά που ταῦτα λέγοντες.
因为诚如昔日经验丰富且明智的诗人们所认定的那样,这位神祇乃是人类与诸神共同的君王、统治者、执政长官与父亲,更是和平与战争的主宰——只要我们能以简短、虽未能尽符其尊荣的言辞,通过讲述这些事情,多少有能力歌颂他的神性与威能。
- 12.15ἀλλʼ ἢ μόνον κομῶντος
短语 ἀλλʼ ἤ 为固定用法,意为“除……之外”(紧随否定表达之后)。此处承接前文的 οὐδὲ ἔργον τι ἔχοντος...,表示说话者除了“留着一头长发”(κομῶντος)之外,别无任何值得称道之处。
- 12.16χρὴ δὲ ἐᾶν ὑμᾶς ἔμβραχυ, ὅ,τι ἂν ἐπίῃ μοι, τούτῳ ἕπεσθαι
非人称动词 χρή 的句式。宾格 ὑμᾶς 作不定式 ἐᾶν 的逻辑主语(“你们理当允许”),ἐᾶν 后接另一不定式 ἕπεσθαι(其逻辑主语“我”被省略)。ἔμβραχυ 作副词用,意为“简而言之、总而言之”。
- 12.16ἅτε ἀκούοντας
表原因的分词短语(ἅτε 搭配分词)。宾格 ἀκούοντας 与不定式短语 συγγνώμην ἔχειν 的隐含逻辑主语(即受 χρή 支配的听众 ὑμᾶς)保持一致。
- 12.20ἀναγκαίαν ὁδόν
依附于 ἥκων 的内在或副词性宾格,表示所经历的旅程。此处呼应《伊利亚特》卷首克律塞斯前往军营赎回女儿的典故,意为“因不可避免的缘由奔赴军营”。
