← 金嘴狄翁

演说集

§12.72-12.78

宙斯和平仁慈形象的雕造与辩护

菲狄亚斯论述道,与荷马毫无拘束的诗作相比,受到物质限制的雕塑技艺借由各种神圣尊号,在视觉上体现了宙斯和平与仁慈的本质;至于荷马所描绘的降下灾祸与战乱的神明形象,既非技艺所能摹造,亦非他所愿呈现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.72

καὶ μὴν τά γε ἡμέτερα τῆς τέχνης ἀναγκαῖα μέτρα πλήθους τε πέρι καὶ μεγέθους· τοῖς δὲ ποιηταῖς ἔξεστι καὶ ταῦτα ἐφʼ ὁποσονοῦν αὐξῆσαι. τοιγαροῦν Ὁμήρῳ μὲν ῥᾴδιον ἐγένετο εἰπεῖν τὸ μέγεθος τῆς Ἔριδος, ὅτι "οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·" ἐμοὶ δὲ ἀγαπητὸν δήπουθεν πληρῶσαι1 τὸν ὑπὸ Ἠλείων ἢ Ἀθηναίων ἀποδειχθέντα τόπον.

此外,属于我们技艺的范畴,在数量和规模上都受到必然的限制;但诗人们却可以随心所欲地扩展这些。因此,荷马能够轻而易举地叙说厄里斯的巨大身躯: ‘她头顶苍天,脚踏大地;’而对我而言,只要能填满厄利斯人或雅典人所指定的空间,便已心满意足了。

§12.73

σὺ μὲν οὖν φήσεις, ὦ σοφώτατε τῶν ποιητῶν Ὅμηρε, πολὺ τῇ τε δυνάμει τῆς ποιήσεως καὶ τῷ χρόνῳ προέχων, σχεδὸν πρῶτος ἐπιδεῖξαι τοῖς Ἕλλησι τῶν τε ἄλλων ἁπάντων θεῶν καὶ δὴ τοῦ μεγίστου θεῶν πολλὰς καὶ καλὰς εἰκόνας, τὰς μέν τινας ἡμέρους, τὰς δὲ φοβερὰς καὶ δεινάς.

因此,诗人们中最具智慧的荷马啊,无论在诗作的力量上还是在年代上都远超他人的你,定会宣称是自己几乎最先向希腊人展现了其他所有神明以及最伟大的神明的诸多绝美形象,其中有些是温和的,有些则是可怖而威猛的。

§12.74

ὁ δὲ ἡμέτερος εἰρηνικὸς καὶ πανταχοῦ πρᾷος, οἷος ἀστασιάστου καὶ ὁμονοούσης τῆς Ἑλλάδος ἐπίσκοπος· ὃν ἐγὼ μετὰ τῆς ἐμαυτοῦ τέχνης καὶ τῆς Ἠλείων πόλεως σοφῆς καὶ ἀγαθῆς βουλευσάμενος ἱδρυσάμην, ἥμερον καὶ σεμνὸν ἐν ἀλύπῳ σχήματι, τὸν βίου καὶ ζωῆς καὶ ξυμπάντων δοτῆρα τῶν ἀγαθῶν, κοινὸν ἀνθρώπων καὶ πατέρα καὶ σωτῆρα καὶ φύλακα, ὡς δυνατὸν ἦν θνητῷ διανοηθέντι μιμήσασθαι τὴν θείαν καὶ ἀμήχανον φύσιν.

然而我们的神明则是和平的,处处显得温顺慈祥,宛如一位守望无内讧且同心协力的希腊的监护者。我是在与我自己的技艺以及明智而崇高的厄利斯城邦共同商榷之后,才将其安立起来的,使其在无忧的神态中展现出温和与崇高,作为生计、生命与全然一切美善的赐予者,作为全人类共同的父亲、拯救者与庇护者,这乃是在一个凡人运用思虑所能摹仿神圣而不可穷尽的神性本质的最大限度之内。

§12.75

σκόπει δέ, εἰ μὴ πάσαις ταῖς ἐπωνυμίαις ταῖς τοῦ θεοῦ πρέπουσαν εὑρήσεις τὴν εἰκόνα· Ζεὺς γὰρ μόνος θεῶν πατὴρ καὶ βασιλεὺς ἐπονομάζεται, Πολιεύς τε καὶ Ὁμόγνιος καὶ Φίλιος καὶ Ἑταιρεῖος, πρὸς δὲ τούτοις Ἱκέσιός τε καὶ Φύξιος καὶ Ξένιος καὶ Κτήσιος καὶ Ἐπικάρπιος καὶ μυρίας ἄλλας ἐπικλήσεις πάσας ἀγαθάς, βασιλεὺς μὲν κατὰ τὴν ἀρχὴν καὶ δύναμιν ὠνομασμένος, πατὴρ δὲ οἶμαι διά τε τὴν κηδεμονίαν καὶ τὸ πρᾷον, Πολιεὺς δὲ κατὰ τὸν νόμον καὶ τὸ κοινὸν ὄφελος, Ὁμόγνιος δὲ διὰ τὴν τοῦ γένους κοινωνίαν θεοῖς καὶ ἀνθρώποις, φίλιος δὲ καὶ Ἑταιρεῖος, ὅτι πάντας ἀνθρώπους ξυνάγει καὶ βούλεται φίλους εἶναι ἀλλήλοις, ἐχθρὸν δὲ ἢ πολέμιον οὐδένα οὐδενός, Ἱκέσιος δέ, ὡς ἂν ἐπήκοός τε καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφυξιν, Ξένιος δέ, ὅτι δεῖ μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι ἀνθρώπων μηδένα, Κτήσιος δὲ καὶ Ἐπικάρπιος, ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ δυνάμεως.

请看,你是否会发现这尊造像契合于这位神明的所有称号:因为在众神之中,唯有宙斯被称为父与王,被冠以波利埃乌斯(城邦守护者)、同族之神、友爱之神、同伴之神,此外还有请愿者之神、避难救护之神、待客之神、财产权能之神、丰收之神,以及无数其他全然美好的尊称。他因统治与权能被称为王;依我之见,因关怀与温厚被称为父;依法律与公共福祉被称为波利埃乌斯;因神与人之间同宗的连带被称为同族之神;被称为友爱之神与同伴之神,是因为他将所有人聚在一起,愿人们彼此相友爱,而不愿任何人成为任何人的仇敌或对手;被称为请愿者之神,因他垂听并恩待恳求者;被称为避难救护之神,因他庇护免除灾厄;被称为待客之神,因人不应忽视异邦之人,亦不可将任何凡人视同路人;被称为财产权能之神与丰收之神,因他是作物之因由,富足与权柄的赐予者。

§12.77

ὅτου δὲ ἦν ἐπιδεῖξαι ταῦτα μὴ φθεγγόμενον,2 ἆρα οὐχ ἱκανῶς ἔχει κατὰ τὴν τέχνην; τὴν μὲν γὰρ ἀρχὴν καὶ τὸν βασιλέα βούλεται δηλοῦν τὸ ἰσχυρὸν τοῦ εἴδους καὶ τὸ μεγαλοπρεπές· τὸν δὲ πατέρα καὶ τὴν κηδεμονίαν τὸ πρᾷον καὶ προσφιλές· τὸν δὲ Πολιέα καὶ νόμιμον ἥ τε σεμνότης καὶ τὸ αὐστηρόν· τὴν δὲ ἀνθρώπων καὶ θεῶν ξυγγένειαν αὐτό που τὸ τῆς μορφῆς ὅμοιον ἐν εἴδει συμβόλου· τὸν δὲ Φίλιον καὶ Ἱκέσιον καὶ Ξένιον καὶ Φύξιον καὶ πάντα τὰ τοιαῦτα ἁπλῶς ἡ φιλανθρωπία καὶ τὸ χρηστὸν ἐμφαινόμενα προσομοιοῖ· τὸν δὲ Κτήσιον καὶ τὸν Ἐπικάρπιον ἥ τε ἁπλότης καὶ ἡ μεγαλοφροσύνη, δηλουμένη διὰ τῆς μορφῆς· ἀτεχνῶς γὰρ διδόντι καὶ χαριζομένῳ μάλιστα προσέοικε τἀγαθά.

那么,在不能发声的情况下,能够尽其所能展现这些的造像,难道未能在技艺的限度内充分达成使命吗?因为形貌的力量与恢宏旨在表明其统治与君王身份;温和与亲近表明其为父之道与关怀;崇高与严峻表明其为波利埃乌斯与法律的维护者;而其形象本身的相似性,则以象征的形式表明了人与神之间的血脉亲缘。至于友爱之神、请愿者之神、待客之神、避难救护之神以及一切诸如此类的品性,则纯粹由显露于面容的人类之爱与良善而加以具象;而财产权能之神与丰收之神,则借由形态所显露的纯厚与弘毅而表现出来;因为他全然最像是一位正在给予并慷慨施予美善的人。

§12.78

ταῦτα μὲν οὖν ὡς οἷόν τε ἦν ἐμιμησάμην, ἅτε οὐκ ἔχων ὀνομάσαι. συνεχῶς δὲ ἀστράπτοντα ἐπὶ πολέμῳ καὶ φθορᾷ πλήθους ἢ ὄμβρων ὑπερβολὴν ἢ χαλάζης ἢ χιόνος, ἢ τανύοντα κυανῆν ἶριν, τοῦ πολέμου ξύμβολον, ἢ ἀστέρα πέμποντα ξυνεχεῖς σπινθῆρας ἀποβάλλοντα, δεινὸν τέρας ναύταις, ἢ ἐπιπέμποντα ἔριν ἀργαλέαν Ἕλλησι καὶ βαρβάροις, ὥστε ἔρωτα ἐμβάλλειν πολέμου καὶ μάχης ἄπαυστον κάμνουσιν ἀνθρώποις καὶ ἀπειρηκόσιν· οὐδέ γε ἱστάντα ἐπὶ πλάστιγγος ἀνθρώπων ἡμιθέων κῆρας ἢ στρατοπέδων ὅλων, αὐτομάτῳ ῥοπῇ κρινομένας· οὐκ ἦν διὰ τῆς τέχνης μιμεῖσθαι·3 οὐ μὴν οὐδὲ παρὸν ἠθέλησά γʼ ἄν ποτε.

因此,我由于无法用名称道出,在可能的范围内摹仿了这些。然而,为了战乱与芸芸众生的毁灭而不断降下闪电,倾泻暴雨、冰雹或大雪,或是伸展出作为战争预兆的深青色虹霓,或是降下不断迸射火星的彗星——那是给水手们的可怖凶兆,或是向希腊人与异邦人降下痛苦的纷争,使困乏力竭的人们心中激起对战争与搏杀永无休止的狂热,抑或是将半神之人或整支军队的死厄置于天平之上、由天平自发的倾斜来作裁决——这些景象既不可能通过我的技艺加以摹仿,而且即使可能,我也绝不会愿意去摹仿。

语法注3 条
  1. 12.72ἀγαπητὸν δήπουθεν πληρῶσαι

    中性形容词 ἀγαπητόν 作无人称述语,与作为真正主语的不定词 πληρῶσαι 连用,意为“(只要)填满……便已心满意足/应当知足”。此句与上文荷马毫无空间束缚的描写形成鲜明对比,展现了雕刻家受制于城邦指定空间(τὸν ἀποδειχθέντα τόπον)的物质局限。

  2. 12.77ὅτου δὲ ἦν ἐπιδεῖξαι ταῦτα μὴ φθεγγόμενον

    关系代词属格 ὅτου 与不定词 ἐπιδεῖξαι 以及副词性分词 μὴ φθεγγόμενον 结合,作表示属类或能力的谓语属格,意为“就一个不能发声的人所能展示这些的限度而言”。它指出了雕塑作为无声媒介在表达抽象神性时所面临的局限与达到的造诣。

  3. 12.78συνεχῶς δὲ ἀστράπτοντα ... οὐδέ γε ἱστάντα ... οὐκ ἦν διὰ τῆς τέχνης μιμεῖσθαι

    整个长句的核心骨架是主述谓结构 οὐκ ἦν μιμεῖσθαι(“通过技艺来摹仿……是不可能的”),前面出现的一连串宾格现在分词(ἀστράπτοντα、τανύοντα、πέμποντα、ἐπιπέμποντα、ἱστάντα)皆作不定词 μιμεῖσθαι 的宾语,指代宙斯展现的诸般威猛活动。这种长篇积聚与倒置结构将史诗中动荡暴烈的战争场面与雕像宁静的本质形成了极其鲜明的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.72-12.78