- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.66-12.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲狄亚斯对比了荷马无拘无束的创作自由与雕塑家所受的严苛限制:荷马能任意驱使词汇、声响与格律以调动听众的情感,而雕塑家则必须在与顽硬质料的搏斗中,将神明的全副本性凝聚于单一且静止的形象之中。
ἡ δὲ τῶν ποιητῶν τέχνη μάλα αὐθάδης καὶ ἀνεπίληπτος, ἄλλως τε Ὁμήρου, τοῦ πλείστην ἄγοντος παρρησίαν, ὃς οὐχ ἕνα εἵλετο χαρακτῆρα λέξεως, ἀλλὰ πᾶσαν τὴν Ἑλληνικὴν γλῶτταν διῃρημένην τέως ἀνέμιξε, Δωριέων τε καὶ Ἰώνων, ἔτι δὲ τὴν Ἀθηναίων, εἰς ταὐτὸ κεράσας πολλῷ μᾶλλον ἢ τὰ χρώματα οἱ βαφεῖς, οὐ μόνον τῶν καθʼ αὑτόν, ἀλλὰ καὶ τῶν πρότερον, εἴ πού τι ῥῆμα ἐκλελοιπός,1 καὶ τοῦτο ἀναλαβὼν ὥσπερ νόμισμα ἀρχαῖον ἐκ θησαυροῦ ποθεν ἀδεσπότου διὰ φιλορρηματίαν, πολλὰ δὲ καὶ βαρβάρων ὀνόματα, φειδόμενος οὐδενὸς ὅ,τι μόνον ἡδονὴν ἢ σφοδρότητα ἔδοξεν αὐτῷ ἔχειν· πρὸς δὲ τούτοις μεταφέρων οὐ τὰ γειτνιῶντα μόνον οὐδὲ ἀπὸ τῶν ἐγγύθεν, ἀλλὰ τὰ πλεῖστον ἀπέχοντα, ὅπως κηλήσῃ τὸν ἀκροατὴν μετʼ ἐκπλήξεως καταγοητεύσας, καὶ οὐδὲ ταῦτα κατὰ χώραν ἐῶν, ἀλλὰ τὰ μὲν μηκύνων, τὰ δὲ συναιρῶν, τὰ δὲ ἄλλως παρατρέπων· τελευτῶν δὲ αὑτὸν ἀπέφαινεν οὐ μόνον μέτρων ποιητήν, ἀλλὰ καὶ ῥημάτων, παρʼ αὑτοῦ φθεγγόμενος, τὰ μὲν ἁπλῶς τιθέμενος ὀνόματα τοῖς πράγμασι, τὰ δʼ ἐπὶ τοῖς κυρίοις ἐπονομάζων, οἷον σφραγῖδα σφραγῖδι ἐπιβάλλων ἐναργῆ μᾶλλον καὶ εὔδηλον, οὐδενὸς φθόγγου ἀπεχόμενος, ἀλλὰ ἔμβραχυ ποταμῶν τε μιμούμενος φωνὰς καὶ ὕλης καὶ ἀνέμων καὶ πυρὸς καὶ θαλάττης,ἔτι δὲ χαλκοῦ καὶ λίθου καὶ ξυμπάντων ἁπλῶς ζῴων καὶ ὀργάνων, τοῦτο μὲν θηρίων, τοῦτο δὲ ὀρνίθων, τοῦτο δὲ αὐλῶν τε καὶ συρίγγων· καναχάς τε καὶ βόμβους καὶ κτύπον καὶ δοῦπον καὶ ἄραβον πρῶτος ἐξευρὼν καὶ ὀνομάσας ποταμούς τε μορμύροντας καὶ βέλη κλάζοντα καὶ βοῶντα κύματα καὶ χαλεπαίνοντας ἀνέμουσκαὶ ἄλλα τοιαῦτα δεινὰ καὶ ἄτοπα τῷ ὄντι θαύματα, πολλὴν ἐμβάλλοντα τῇ γνώμῃ ταραχήν καὶ θόρυβον·
诗人们的技艺极为大胆放肆且不受任何指责,尤其是行使了最大言论自由的荷马;他并没有选取单一的话语风格,而是将此前四散各方的全部希腊语——多利斯人的、爱奥尼亚人的,以及雅典人的语言——汇融为一体,其调和之妙远甚于染工调和色彩;不仅使用他那个时代的言辞,还采用先前的言辞,若何处有已经废弃的词汇,他因嗜词成癖便将其采拾出来,宛如从某座无主宝库中拾得一枚古钱币,乃至采用许多蛮族的名称,凡是他认为单单具有快感或力量的事物,他绝不吝惜使用。 除这些之外,他不仅从近邻或相近的事物中汲取借喻,而且还从相距最远的事物中挪用,以便通过震慑而将听众蛊惑得心醉神迷;他甚至不让这些词汇保持原样,而是将某些拉长,将某些紧缩,另一些则加以变形改动。到最后,他不仅表明自己是格律的创造者,而且也是言词的创造者,从自身吐露新语,有时径直为事物赋予名称,有时在固有名称之上再加命名,宛如在印记之上加盖更为清晰显豁的印记;他不放过任何一种声响,简直摹仿了江河、树林、风、火与海洋的声音,更有青铜、岩石以及全然一切走兽与器具的声音,时而是野兽的,时而是禽鸟的,时而是长笛与排箫的鸣响。他率先发明并命名了金石铮铮、嗡嗡低鸣、轰隆巨响、沉闷重击与咯咯作响的声音,描摹出潺潺流淌的河川、鸣响的箭矢、咆哮的波涛与怒号的狂风,以及其他诸如此类惊人而真正不可思议的奇观,在心智中激起巨大的波澜与骚动。
ὥστε οὐκ ἦν αὐτῷ ἀπορία φοβερῶν ὀνομάτων καὶ ἡδέων, ἔτι δὲ λείων καὶ τραχέων καὶ μυρίας ἄλλας ἐχόντων διαφορὰς ἔν τε τοῖς ἤχοις καὶ τοῖς διανοήμασιν. ὑφʼ ἧς ἐποποιίας δυνατὸς ἦν ὁποῖον ἐβούλετο ἐμποιῆσαιτῇ ψυχῇ πάθος. τὸ δὲ ἡμέτερον αὖ γένος, τὸ χειρωνακτικὸν καὶ δημιουργικόν, οὐδαμῇ ἐφικνεῖται τῆς τοιαύτης ἐλευθερίας, ἀλλὰ πρῶτον μὲν ὕλης προσδεόμεθα, ἀσφαλοῦς μὲν ὥστε διαμεῖναι, πολὺν δὲ ἐχούσης κάματον πορισθῆναί τε οὐ ῥᾳδίας, ἔτι δὲ οὐκ ὀλίγων συνεργῶν.
因此,无论可怖的词汇还是悦耳的词汇,无论平滑的词汇还是粗粝的词汇,以及在声调与观念中具有万般差异的词汇,他都绝不匮乏。凭借这种史诗创作,他能够随心所欲地在心灵中唤起他所希冀的情感。然而,反观我们这一类——操持手艺与雕造的一派——则绝不可能达到如此的自由;首先,我们需要质料,这质料一方面必须坚实以便长存,另一方面却耗费极大的劳力,且不易获得,此外还需要不少的协作者。
πρὸς δὲ αὖ τούτοις ἓν σχῆμα ἑκάστης εἰκόνος ἀνάγκη ἐργάσασθαι, καὶ τοῦτο ἀκίνητον καὶ μένον, ὥστε τὴν πᾶσαν ἐν αὑτῷ τοῦ θεοῦ ξυλλαβεῖν φύσιν καὶ δύναμιν. τοῖς δὲ ποιηταῖς πολλάς τινας μορφὰς καὶ παντοδαπὰ εἴδη περιλαβεῖν τῇ ποιήσει ῥᾴδιον, κινήσεις τε καὶ ἡσυχίας προστιθέντας αὐτοῖς, ὅπως ἂν ἑκάστοτε πρέπειν ἡγῶνται, καὶ ἔργα καὶ λόγους, καὶ προσέτι οἶμαι τὸ τῆς ἀπάτης καὶ τοῦ χρόνου.2 μιᾷ γὰρ ἐπινοίᾳ καὶ ὁρμῇ τῆς ψυχῆς ἐνεχθεὶς ὁ ποιητὴς πολύ τι πλῆθος ἐπῶν ἤρυσεν, ὥσπερ ἐκ πηγῆς ὕδατος ὑπερβλύσαντος, πρὶν ἐπιλιπεῖν αὐτὸν καὶ διαρρυῆναι τὸ φάντασμα καὶ τὴν ἐπίνοιαν ἣν ἔλαβε. τὸ δέ γε ἡμέτερον τῆς τέχνης ἐπίπονον καὶ βραδύ, μόλις καὶ κατʼ ὀλίγον προβαῖνον, ἅτε οἶμαι πετρώδει καὶ στερεᾷ κάμνον ὕλῃ.
更进一步说,我们必须为每一座神像造就单一的形体,而且这形体乃是静止而常驻的,以使其自身能总揽神明的全副本性与权能。然而对于诗人们来说,在诗作中包含诸多形态与万般形貌乃是轻而易举的,他们可以在各处视其相称与否而为神明赋予运动与沉静、作为与言论,而且我认为,还能赋予幻象与时间的优势。因为诗人受心灵的单一构想与冲动所驱使,汲引出极其繁多的诗行,宛如从涌流的水泉中汲水一般,赶在他所获得的幻象与构想枯竭消散之前将其付诸文字。然而属于我们技艺的工作则是艰难而迟缓的,仅能艰难地、一步步地推进,我想这是因为它在与岩石般坚硬的质料搏斗之故。
τὸ δὲ πάντων χαλεπώτατον, ἀνάγκη παραμένειν τῷ δημιουργῷ τὴν εἰκόνα ἐν τῇ ψυχῇ τὴν αὐτὴν ἀεί, μέχρις ἂν ἐκτελέσῃ τὸ ἔργον, πολλάκις καὶ πολλοῖς ἔτεσι. καὶ δὴ τὸ λεγόμενον, ὡς ἔστιν ἀκοῆς πιστότερα ὄμματα, ἀληθὲς ἴσως· πολύ γε μὴν δυσπειστότερα καὶ πλείονος δεόμενα ἐναργείας. ἡ μὲν γὰρ ὄψις αὐτοῖς τοῖς ὁρωμένοις συμβάλλει, τὴν δὲ ἀκοὴν οὐκ ἀδύνατον ἀναπτερῶσαι καὶ παραλογίσασθαι, μιμήματα εἰσπέμποντα3 γεγοητευμένα μέτροις καὶ ἤχοις.
而在一切之中最为艰难的,是匠人必须让心灵中的造像始终保持同一,直到他完成作品为止,而这往往需要耗费多年的光阴。诚然,所谓‘眼睛比耳朵更为可信’之说或许为真;然而,眼睛却远难被说服,且需要更多的明晰性。因为视觉直接面对所见之物本身,而耳朵却不无可能通过送入以格律和声调施了妖术的摹造物而被挑动并受到蒙骗。
- 12.66εἴ πού τι ῥῆμα ἐκλελοιπός
此句省略了系动词(即 εἴ πού τι ῥῆμα ἐκλελοιπὸς [ἦν / εἴη]),作为条件从句构成下文分词 ἀναλαβὼν(与主语关系代词 ὃς 相应)的背景条件,意为“若何处有已废弃的词汇”。
- 12.70καὶ προσέτι οἶμαι τὸ τῆς ἀπάτης καὶ τοῦ χρόνου
中性单数定冠词 τὸ 支配属格短语 τῆς ἀπάτης καὶ τοῦ χρόνου 的惯用结构,在此与不定式 περιλαβεῖν 或分词 προστιθέντας 的宾语相并列,指“幻象与时间的要素/优势”,强调诗歌能够操弄时间并施展虚构幻象的特权。
- 12.71μιμήματα εἰσπέμποντα
阳性单数宾格分词 εἰσπέμποντα 与由无人称表达 οὐκ ἀδύνατον [ἐστί] 引出的不定式(ἀναπτερῶσαι καὶ παραλογίσασθαι)之隐含泛指主语(指代诗人或讲述者 [τινά])在格上取得一致,修饰其发出“送入摹造物”之动作,以 τὴν ἀκοήν 为受格宾语。
