- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.59-12.65
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
菲狄亚斯论证了以人体为象征来展现不可见之神圣理智的正当性,并援引人类亲近诸神的本性以及荷马的人形化先例,为其雕像艺术的卓越与审慎进行辩护。
νοῦν γὰρ καὶ φρόνησιν αὐτὴν μὲν καθʼ αὑτὴν οὔτε τις πλάστης οὔτε τις γραφεὺς εἰκάσαι δυνατὸς ἔσται· ἀθέατοι γὰρ τῶν τοιούτων καὶ ἀνιστόρητοι παντελῶς πάντες. τὸ δὲ ἐν ᾧ τοῦτο γιγνόμενόν ἐστιν οὐχ ὑπονοοῦντες, ἀλλʼ εἰδότες, ἐπʼ αὐτὸ καταφεύγομεν, ἀνθρώπινον σῶμα ὡς ἀγγεῖον φρονήσεως καὶ λόγου θεῷ προσάπτοντες, ἐνδείᾳ καὶ ἀπορίᾳ παραδείγματος τῷ φανερῷ τε καὶ εἰκαστῷ τὸ ἀνείκαστον καὶ ἀφανὲς ἐνδείκνυσθαι ζητοῦντες, συμβόλου δυνάμει χρώμενοι, κρεῖττον ἤ φασι τῶν βαρβάρων τινὰς ζῴοις τὸ θεῖον ἀφομοιοῦν1 κατὰ σμικρὰς καὶ ἀτόπους ἀφορμάς. ὁ δὲ πλεῖστον ὑπερβαλὼν κάλλει καὶ σεμνότητι καὶ μεγαλοπρεπείᾳ, σχεδὸν οὗτος πολὺ κράτιστος δημιουργὸς τῶν περὶ τὰ θεῖα ἀγαλμάτων.
因为理智与智慧本身,无论雕塑家还是画师都绝不可能将其摹拟出来;因为所有人对这类事物都全然无法目睹,亦无从得见。然而,由于我们并非凭空揣度,而是明知理智寓于何处,便投奔于此,将人体作为智慧与理性的容器赋予神明,因手头匮乏手足无措、缺乏范本,便试图借由显露而可摹之物来彰显那不可摹拟且不可见之物,借重了象征的力量;这远胜于据说某些蛮族因微末而荒唐的起因而将神圣者比附于走兽。而在美、庄严与壮丽上最能超越群伦之人,几乎毫无疑问便是神圣造像领域中远为最优秀的巨匠。
οὐδὲ γὰρ ὡς βέλτιον ὑπῆρχε μηδὲν ἵδρυμα μηδὲ εἰκόνα θεῶν ἀποδεδεῖχθαι παρʼ ἀνθρώποις φαίη τις ἄν, ὡς πρὸς μόνα ὁρᾶν δέον τὰ οὐράνια.2 ταῦτα μὲν γὰρ ξύμπαντα ὅ γε νοῦν ἔχων σέβει, θεοὺς ἡγούμενος μακαρίους μακρόθεν ὁρῶν· διὰ δὲ τὴν πρὸς τὸ δαιμόνιον ὁρμὴν ἰσχυρὸς ἔρως πᾶσιν ἀνθρώποις ἐγγύθεν τιμᾶν καὶ θεραπεύειν τὸ θεῖον, προσιόντας καὶ ἁπτομένους μετὰ πειθοῦς, θύοντας καὶ στεφανοῦντας.
因为谁也不会说,在人类当中根本不树立神明的任何神龛或造像反倒更好,仿佛人们理应只仰望天体一般。因为凡是有理智之人,固然皆敬奉这一切,远远望见便视其为福乐的神明;但出于向往神圣者的冲动,全人类皆怀有一种强烈的渴望,要在近处敬奉并侍奉神明,带着信服之心走上前去抚摸,献祭并奉上冠冕。
ἀτεχνῶς γὰρ ὥσπερ νήπιοι παῖδες πατρὸς ἢ μητρὸς ἀπεσπασμένοι δεινὸν ἵμερον ἔχοντες καὶ πόθον ὀρέγουσι χεῖρας οὐ παροῦσι πολλάκις ὀνειρώττοντες, οὕτω καὶ θεοῖς ἄνθρωποι ἀγαπῶντες δικαίως διά τε εὐεργεσίαν καὶ συγγένειαν, προθυμούμενοι πάντα τρόπον συνεῖναί τε καὶ ὁμιλεῖν· ὥστε καὶ πολλοὶ τῶν βαρβάρων πενίᾳ τε καὶ ἀπορίᾳ τέχνης ὄρη θεοὺς ἐπονομάζουσι καὶ δένδρα ἀργὰ καὶ ἀσήμους λίθους, οὐδαμῇ οἰκειότερα τῆς μορφῆς.
正如脱离了父母的幼童怀着深切的思念与渴望,常常在梦幻中向不在眼前的父母伸出双手,人类亦是如此,因恩惠与亲缘而理所当然地热爱诸神,急切渴望以各种方式与他们同在并亲密交谈;以至于许多蛮族由于贫瘠与技艺匮乏,竟将山岳称作神,将未经雕琢的树木与毫无标记的顽石称作神,而这些事物绝不比人形更切合于神。
εἰ δʼ ὑμῖν ἐπαίτιός εἰμι τοῦ σχήματος, οὐκ ἂν φθάνοιτε Ὁμήρῳ πρότερον χαλεπῶς ἔχοντες·3 ἐκεῖνος γὰρ οὐ μόνον μορφὴν ἐγγύτατα τῆς δημιουργίας ἐμιμήσατο, χαίτας τε ὀνομάζων τοῦ θεοῦ, ἔτι δὲ ἀνθερεῶνα εὐθὺς ἐν ἀρχῇ τῆς ποιήσεως, ὅτε φησὶν ἱκετεύειν τὴν Θέτιν ὑπὲρ τιμῆς τοῦ παιδός· πρὸς δὲ τούτοις ὁμιλίας τε καὶ βουλεύσεις καὶ δημηγορίας τοῖς θεοῖς, ἔτι δὲ ἐξ Ἴδης ἀφίξεις πρὸς οὐρανὸν καὶ Ὄλυμπον, ὕπνους τε καὶ συμπόσια καὶ μίξεις, μάλα μὲν ὑψηλῶς σύμπαντα κοσμῶν τοῖς ἔπεσιν, ὅμως δὲ ἐχόμενα θνητῆς ὁμοιότητος. καὶ δή γε καὶ ὁπότε ἐτόλμησεν Ἀγαμέμνονα προσεικάσαι τοῦ θεοῦ τοῖς κυριωτάτοις μέρεσιν εἰπών, "ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ. "
然而,如果诸位因这副形貌而归罪于我,你们不妨先去向荷马发难。因为那位诗人不仅描摹了与雕造之术最为接近的形貌,在诗作的开篇提及神的卷发,进而在忒提斯为儿子的荣耀而祈求之时提及神的下颌;除此之外,他还将交谈、商议和公众演说加于诸神,更有从伊达山前往苍穹与奥林波斯的行程,以及睡眠、宴饮和交媾,尽管他以诗句将这一切修饰得极其崇高,却依旧依循着凡人的肖似。甚而至于,当他胆敢将阿伽门农比附于神明最首要的部位时,竟吟诵道: ‘眼眸与头颅宛若那欣悦于雷霆的宙斯。’
τὸ δέ γε τῆς ἐμῆς ἐργασίας οὐκ ἄν τις οὐδὲ μανείς τινι ἀφομοιώσειεν θνητῷ, πρὸς κάλλος ἢ μέγεθος συνεξεταζόμενον. μὴ Ὁμήρου πολὺ φανῶ κρείττων καὶ σωφρονέστερος ποιητής, τοῦ δόξαντος ὑμῖν ἰσοθέου τὴν σοφίαν, ἣν βούλεσθε ζημίαν ἕτοιμος ὑπέχειν ἐγώ.4 λέγω δὲ πρὸς τὸ δυνατὸν τῆς ἐμαυτοῦ τέχνης·
而对于我的作品,若在美丽或体量上一同审察,即便发疯之人也绝不可能将其比附于任何凡人。若我未能显得远比荷马——那位在你们看来智慧齐天之人——更为优秀且更为审慎的创作者,我甘愿承受诸位所愿施加的任何惩罚。不过,我乃是就我自身技艺所能及的范围而言。
δαψιλὲς γὰρ χρῆμα ποίησις καὶ πάντα τρόπον εὔπορον καὶ αὐτόνομον, καὶ χορηγίᾳ γλώττης καὶ πλήθει ῥημάτων ἱκανὸν ἐξ αὑτοῦ πάντα δηλῶσαι τὰ τῆς ψυχῆς βουλήματα, κἂν ὁποιονοῦν διανοηθῇ σχῆμα ἢ ἔργον ἢ πάθος ἢ μέγεθος, οὐκ ἂν ἀπορήσειεν ἀγγέλου φωνῆς πάνυ ἐναργῶς σημαινούσης ἕκαστα. "στρεπτὴ γὰρ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι, "φησὶν Ὅμηρος αὐτός, "παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. "
因为诗艺乃是一件极其丰盈的事物,在各方面皆富足充沛、独立自足,凭借口舌的充裕与词汇的繁多,足以自发地昭示心灵的一切意图;无论构想出怎样的形体、作为、情感或体量,它都绝不会缺少能够极度清晰地标明各物的言语信使。 ‘凡人之舌乃是圆转自如,其内蕴藏众多言辞,’正如荷马自己所言,‘形形色色,言辞的牧场在此处彼处皆辽阔无垠。’
κινδυνεύει γὰρ οὖν τὸ ἀνθρώπινον γένος ἁπάντων ἐνδεὲς γενέσθαι μᾶλλον ἢ φωνῆς καὶ λέξεως· τούτου δὲ μόνου κέκτηται θαυμαστόν τινα πλοῦτον. οὐδὲν γοῦν παραλέλοιπεν ἄφθεγκτον οὐδὲ ἄσημον τῶν πρὸς αἴσθησιν ἀφικνουμένων, ἀλλʼ εὐθὺς ἐπιβάλλει τῷ νοηθέντι σαφῆ σφραγῖδα ὀνόματος, πολλάκις δὲ καὶ πλείους φωνὰς ἑνὸς πράγματος, ὧν ὁπόταν φθέγξηταί τινα, παρέσχε δόξαν οὐ πολὺ ἀσθενεστέραν τἀληθοῦς. πλείστη μὲν οὖν ἐξουσία καὶ δύναμις ἀνθρώπῳ περὶ λόγον ἐνδείξασθαι τὸ παραστάν.
因为人类很可能在一切事物上都匮乏短缺,唯独不会缺少声音与言辞;唯独在这一点上,人类拥有某种令人惊叹的财富。凡是抵达感知的事物,人类绝不让其保持无声或无从表记,而是立即为被思想之物盖上清晰的名号印记,且往往对单一事物赋予多个言词,每当吐露其中任一言词时,便能唤起与实情相差无几的印象。因此,人在通过言辞来昭明心中所现之象上,享有至高无上的权能与力量。
- 12.59κρεῖττον ἢ φασι τῶν βαρβάρων τινὰς ζῴοις τὸ θεῖον ἀφομοιοῦν
κρεῖττον 在语境中作副词性用法或作前文整个分词短语(ἀνθρώπινον σῶμα ... προσάπτοντες ... χρώμενοι)的同位语(句同位宾格),表示评价性比较(“这远胜于……”)。亦可理解为省略系动词的表语从句(κρεῖττον [ἐστιν] ἤ...),将希腊人以人体象征神明之举与蛮族以走兽比拟神明(τινὰς ... ἀφομοιοῦν)的做法相对立。
- 12.60ὡς πρὸς μόνα ὁρᾶν δέον τὰ οὐράνια
δέον 为无人称动词 δεῖ 的分词,在此与表示主观臆想或假定理由的 ὡς 连用,构成宾格绝对结构(accusative absolute),意为“仿佛人们理应只仰望天体一般”。
- 12.62οὐκ ἂν φθάνοιτε Ὁμήρῳ πρότερον χαλεπῶς ἔχοντες
οὐκ ἂν φθάνοιτε 与分词(χαλεπῶς ἔχοντες)搭配构成了古典希腊语中熟知的惯用句型,字面意为“你们若……就不会太早”,实指强烈的劝告或必然性(“你们应当立刻对……发怒”)。副词 πρότερον 进一步强调了先后顺序:在归咎于菲狄亚斯之前,理当首先问责荷马。
- 12.63μὴ Ὁμήρου πολὺ φανῶ κρείττων καὶ σωφρονέστερος ποιητής, τοῦ δόξαντος ὑμῖν ἰσοθέου τὴν σοφίαν, ἣν βούλεσθε ζημίαν ἕτοιμος ὑπέχειν ἐγώ
μὴ ... φανῶ 使用了虚拟语气,用于庄严誓言或自我惩戒的条件句式,相当于省略了 εἰ 的条件从句(即 εἰ μὴ φανῶ,“假若我未能证明是……”)。后半句中的 ἣν βούλεσθε ζημίαν 是先行词(ζημίαν)被吸收入关系分句中的结构,作为主句不定式 ὑπέχειν 的宾语(“我甘愿接受你们所希望施加的任何刑罚”)。
