← 金嘴狄翁

演说集

§12.52-12.58

对拟人神像的质疑与菲狄亚斯辩护的开端

叙述者承认菲狄亚斯雕像无与伦比的美感与统一力,但质疑以人形表现神性是否适度,菲狄亚斯遂以先辈诗人的传统与既有的宗教观念为依据展开自我辩白。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.52

οὕτως σύγε ἀνεῦρες καὶ ἐμηχανήσω θέαμα, ἀτεχνῶς νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων. τοσοῦτον φῶς καὶ τοσαύτη χάρις ἔπεστιν ἀπὸ τῆς τέχνης. οὐδὲ γὰρ αὐτὸν τὸν Ἥφαιστον εἰκὸς ἐγκαλέσαι τῷδε τῷ ἔργῳ, κρίνοντα πρὸς ἡδονὴν καὶ τέρψιν ἀνθρωπίνης ὄψεως. εἰ δʼ αὖ τὸ πρέπον εἶδος καὶ τὴν ἀξίαν μορφὴν τῆς θεοῦ φύσεως ἐδημιούργησας, ὕλῃ τε ἐπιτερπεῖ χρησάμενος, ἀνδρός τε μορφὴν ὑπερφυᾶ τὸ κάλλος καὶ τὸ μέγεθος δείξας, πλὴν ἀνδρὸς καὶ τἄλλα ποιήσας ὡς ἐποίησας, σκοπῶμεν τὰ νῦν· ὑπὲρ ὧν ἀπολογησάμενος ἱκανῶς ἐν τοῖς παροῦσι, καὶ πείσας ὅτι τὸ οἰκεῖον καὶ τὸ πρέπον ἐξεῦρες σχήματός τε καὶ μορφῆς τῷ πρώτῳ καὶ μεγίστῳ θεῷ, μισθὸν ἕτερον τοῦ παρʼ Ἠλείων προσλάβοις ἂν μείζω καὶ τελειότερον.

正因如此,你确实构想并创造出了一副真正“忘忧止忿、让人忘却一切灾祸”的景象。你的技艺赋予了它如此巨大的光辉与这般动人的神采。因为即便是赫淮斯托斯本人,若是根据人类视觉所获得的快感与欣悦来评判,也绝不可能挑剔这件作品。但另一方面,你是否为神圣本性塑造了得体的形象与配当的形貌,使用了令人悦纳的材料,展示了在美丽与体量上非凡超群的人体形貌——除了它终究是人形之外,其余一切皆如你所作的那样——且让我们现在对此加以审察。若你能在在场众人面前对此作出充分的辩护,并使人信服你为第一且最伟大的神明找到了其体态与形貌应有的切合与得体,你便将在厄利斯人所赐的酬劳之外,另获一份更为巨大且更为完满的赏赐。

§12.53

ὁρᾷς γὰρ ὅτι οὐ μικρὸς ἁγὼν οὐδʼ ὁ κίνδυνος ἡμῖν. πρότερον μὲν γάρ, ἅτε οὐδὲν σαφὲς εἰδότες, ἄλλην ἄλλος ἀνεπλάττομεν ἰδέαν, κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ φύσιν ἕκαστος ἰνδαλλόμενοι καὶ ὀνειρώττοντες· εἴ τέ πού τινα μικρὰ καὶ ἄσημα τῶν ἔμπροσθεν εἰκάσματα τεχνιτῶν,1 οὐ πάνυ τούτοις οὔτε πιστεύοντες οὔτε προσέχοντες τὸν νοῦν. σὺ δέ γε ἰσχύϊ τέχνης ἐνίκησας καὶ ξυνέλεξας τὴν Ἑλλάδα πρῶτον, ἔπειτα τοὺς ἄλλους τῷδε τῷ φάσματι, θεσπέσιον καὶ λαμπρὸν ἀποδείξας, ὡς μηδένα τῶν ἰδόντων δόξαν ἑτέραν ἔτι λαβεῖν ῥᾳδίως.

因为你看得出来,我们的论辩绝非小事,危险亦非轻微。在从前,由于毫无确切认知,我们人人依照各自的能力与天性捕风捉影、沉溺于幻想,各人构想出不同的形象;即便早先的工匠在某处留下了少许微小而不起眼的肖像,我们对之亦绝非完全信从或放在心上。然而你凭借技艺的伟力,首先征服并凝聚了全希腊,继而又以此显像征服了其余世人,将它表现得如此神圣辉煌,以至于凡是目睹过的人,都再难轻易生出别的想头。

§12.54

ἆρʼ οὖν οἴει τὸν Ἴφιτον καὶ τὸν Λυκοῦργον καὶ τοὺς τότε Ἠλείους διὰ χρημάτων ἀπορίαν τὸν μὲν ἀγῶνα καὶ τὴν θυσίαν ποιῆσαι τῷ Διὶ πρέπουσαν, ἄγαλμα δὲ μηδὲν ἐξευρεῖν ἐπʼ ὀνόματι καὶ σχήματι τοῦ θεοῦ, σχεδόν τι προέχοντας δυνάμει τῶν ὕστερον, ἢ μᾶλλον φοβηθέντας μήποτε οὐ δύναιντο ἱκανῶς ἀπομιμήσασθαι διὰ θνητῆς τέχνης τὴν ἄκραν καὶ τελειοτάτην φύσιν;

那么你以为,伊菲托斯、吕库古以及当年的厄利斯人,是在财力上大抵胜过后来之人,却因为资金匮乏才只举办了适合宙斯的竞技与祭祀,而未曾以神之名号与身形创立任何神像呢;还是毋宁说他们是因为畏惧,生怕人类有死的技艺决计无法充分摹仿那最高绝且最完美的本性呢?

§12.55

πρὸς δὴ ταῦτα τυχὸν εἴποι ἂν Φειδίας, ἅτε ἀνὴρ οὐκ ἄγλωττος οὐδὲ ἀγλώττου πόλεως, ἔτι δὲ συνήθης καὶ ἑταῖρος Περικλέους· ἄνδρες Ἕλληνες, ὁ μὲν ἀγὼν τῶν πώποτε μέγιστος· οὐ γὰρ περὶ ἀρχῆς οὐδὲ περὶ στρατηγίας μιᾶς πόλεως οὐδὲ περὶ νεῶν πλήθους ἢ πεζοῦ στρατοπέδου, πότερον ὀρθῶς ἢ μὴ διῴκηται, τὰ νῦν ὑπέχω λόγον, ἀλλὰ περὶ τοῦ πάντων κρατοῦντος θεοῦ καὶ τῆς πρὸς ἐκεῖνον ὁμοιότητος, εἴτε εὐσχημόνως καὶ προσεοικότως γέγονεν, οὐδὲν ἐλλείπουσα τῆς δυνατῆς πρὸς τὸ δαιμόνιον ἀνθρώποις ἀπεικασίας, εἴτε ἀναξία καὶ ἀπρεπής.

面对这些诘难,菲狄亚斯或许会这样回答,毕竟他并非不善言辞之人,亦非来自拙于言辞的城邦,况且他还是伯里克利的挚友与同侪:“希腊同胞们,这场论辩乃是前所未有的重大之事;因为我现在接受审查,并非关乎某单一城邦的统治权或统帅之职,亦非关乎战船数量或步兵营阵是否指挥得当,而是关乎那统御万有的神明,关乎对他的摹拟——究竟是体面相称、在人类对神灵所能企及的肖像描摹上毫无欠缺,还是卑劣不称、不成体统。

§12.56

ἐνθυμεῖσθε δὲ ὅτι οὐκ ἐγὼ πρῶτος ὑμῖν ἐγενόμην ἐξηγητὴς καὶ διδάσκαλος τῆς ἀληθείας. οὐδὲ γὰρ ἔφυν ἔτι κατʼ ἀρχὰς τῆς Ἑλλάδος οὐδέπω σαφῆ καὶ ἀραρότα δόγματα ἐχούσης2 περὶ τούτων, ἀλλὰ πρεσβυτέρας τρόπον τινὰ καὶ τὰ περὶ τοὺς θεοὺς ἤδη πεπεισμένης καὶ νομιζούσης ἰσχυρῶς. καὶ ὅσα μὲν λιθοξόων ἔργα ἢ γραφέων ἀρχαιότερα τῆς ἐμῆς τέχνης σύμφωνα ἦσαν, πλὴν ὅσον κατὰ τὴν ἀκρίβειαν τῆς ποιήσεως, ἐῶ λέγειν.

但请诸位体察,对诸位而言,我并非真理的第一位阐释者与导师。我并非诞生在希腊对这些事物尚未拥有清晰确凿信念的创始之初,而是诞生在它某种程度上已然历经沧桑、对于诸神之事早已深信不疑并根深蒂固的时代。至于那些在我的技艺之前、由石雕匠或画师所作而与我相契合的作品,除了在制作的精湛程度上有所差异之外,我就姑且不提了。

§12.57

δόξας δὲ ὑμετέρας κατέλαβον παλαιὰς ἀκινήτους, αἷς οὐκ ἦν ἐναντιοῦσθαι δυνατόν, καὶ δημιουργοὺς ἄλλους περὶ τὰ θεῖα, πρεσβυτέρους ἡμῶν καὶ πολὺ σοφωτέρους ἀξιοῦντας εἶναι, τοὺς ποιητάς, ἐκείνων μὲν δυναμένων εἰς πᾶσαν ἐπίνοιαν ἄγειν διὰ τῆς ποιήσεως, τῶν δὲ ἡμετέρων αὐτουργημάτων μόνην ταύτην ἱκανὴν ἐχόντων εἰκασίαν.

我面对的是诸位古老而不可动摇的定见,违抗这些定见绝无可能;我还面对着关于神圣事物的其他创造者,他们比我们更为古老,且自诩要睿智得多——我指的乃是诗人们;他们能够凭借诗艺将思绪引向一切观念,而我们亲手劳作的作品,却唯有以这副形相作为充分的肖似。

§12.58

τὰ γὰρ θεῖα φάσματα, λέγω δὲ ἡλίου καὶ σελήνης καὶ σύμπαντος οὐρανοῦ καὶ ἄστρων, αὐτὰ μὲν καθʼ αὑτὰ φαινόμενα θαυμαστὰ πάντως, ἡ δὲ μίμησις αὐτῶν ἁπλῆ καὶ ἄτεχνος, εἴ τις ἐθέλοι τὰ σελήνης σχήματα ἀφομοιοῦν ἢ τὸν ἡλίου κύκλον· ἔτι δὲ ἤθους καὶ διανοίας αὐτὰ μὲν ἐκεῖνα μεστὰ πάντως, ἐν δὲ τοῖς εἰκάσμασιν οὐδὲν ἐνδεικνύμενα τοιοῦτον· ὅθεν ἴσως καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐνομίσθη τοῖς Ἕλλησι.

因为那些神圣的显象,我是指太阳、月亮、整个苍穹与星辰,其显现之自身固然全然令人惊叹,但对它们的摹仿却是简陋而缺乏技艺的,假若有人想要模造月亮的形态或太阳的圆弧的话;况且,那些实体自身全然充盈着性情与神思,但在人手所作的摹本中却丝毫显现不出这等内涵;这或许正是希腊人自古便如此看待神明形相的原因所在。”

语法注2 条
  1. 12.53εἴ τέ πού τινα μικρὰ καὶ ἄσημα τῶν ἔμπροσθεν εἰκάσματα τεχνιτῶν

    该条件从句省略了系动词(如 ἦν),呈现略带不相称的句式脱节(anacoluthon)。在文意上具有让步色彩(“假若在何处存在前人微小而不显眼的造像……”),并通过分词短语 οὔτε πιστεύοντες οὔτε προσέχοντες τὸν νοῦν 与前面的主语(即 ἀνεπλάττομεν 所暗含的复数“我们”)相呼应。

  2. 12.56τῆς Ἑλλάδος οὐδέπω σαφῆ καὶ ἀραρότα δόγματα ἐχούσης

    属格 τῆς Ἑλλάδος 直接由介词短语 κατʼ ἀρχάς 所统辖(“在希腊的开端之时”)。其后的分词 ἐχούσης 以及与之对照的 πεπεισμένης καὶ νομιζούσης 与 τῆς Ἑλλάδος 保持性数格一致,作修饰性/表语性成分,而非独立的属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.52-12.58