← 金嘴狄翁

演说集

§12.47-12.51

哲学者的引入与对菲狄亚斯宙斯像的审问

狄奥引入哲学家作为关于神明的第四种引导者,在免除对立法者的审问后,开启了对诗人、造型艺术家与哲学家的对比考察。他设想在全希腊的法庭上审问最高匠师菲狄亚斯,首先赞美其奥林匹亚宙斯像拥有连兽类都能感化、抚慰人类一切心灵创痛的崇高美力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.47

καὶ μὴν τῆς ἁπλῆς καὶ πρεσβυτάτης ἐννοίας1 περὶ θεῶν καὶ ξυγγενῶς πᾶσιν ἀνθρώποις ἅμα τῷ λόγῳ φυομένης πρὸς τοῖς τρισὶ τούτοις ἑρμηνεῦσι καὶ διδασκάλοις τέταρτον ἀνάγκη παραλαβεῖν, οὐδαμῇ ῥᾴθυμον οὐδὲ ἀπείρως ἡγούμενον ἔχειν ὑπὲρ αὐτῶν, λέγω δὲ τὸν φιλόσοφον ἄνδρα, λόγῳ ἐξηγητὴν καὶ προφήτην τῆς ἀθανάτου φύσεως ἀληθέστατον ἴσως καὶ τελειότατον.

况且,对于关于诸神的那种朴素、最为古老且与理性一同在所有人类中先天萌生的观念,除了这三位阐释者与导师之外,我们必然还要引入第四位——他在关于诸神的事情上绝非疏忽懈怠,亦不认为自己缺乏经验;我指的乃是哲学家,他通过言论或许是不朽本性最真实、最完美的阐释者与预言者。

§12.48

τὸν μὲν οὖν νομοθέτην ἐάσωμεν τὰ νῦν εἰς εὐθύνας ἄγειν, ἄνδρα αὐστηρὸν καὶ τοὺς ἄλλους αὐτὸν εὐθύνοντα· δέοι γὰρ ἂν αὐτὸν αὐτοῦ φείδεσθαι καὶ τῆς ὑμετέρας ἀσχολίας. ὑπὲρ δὲ τῶν λοιπῶν ἑκάστου γένους προχειρισάμενοι τὸν ἄκρον σκοπῶμεν, εἴ τινα ὠφέλειαν ἢ καὶ βλάβην φανήσονται πεποιηκότες πρὸς εὐσέβειαν τοῖς αὑτῶν ἔργοις ἢ λόγοις, ὅπως τε ἔχουσιν ὁμολογίας ἢ τοῦ διαφέρεσθαι ἀλλήλοις, καὶ τίς αὐτῶν ξυνέπεται τῷ ἀληθεῖ μάλιστα, τῇ πρώτῃ καὶ ἀδόλῳ γνώμῃ σύμφωνος ὤν. πάντες οὗτοι ξυνᾴδουσιν, ὥσπερ ἑνὸς ἴχνους λαβόμενοι, καὶ τοῦτο σῴζοντες, οἱ μὲν σαφῶς, οἱ δὲ ἀδηλότερον. οὐ γὰρ ἂν ἴσως δέοιτο παραμυθίας ὁ τῇ ἀληθείᾳ φιλόσοφος, εἰ μὴ πρὸς σύγκρισιν ἄγοιτο ποιηταῖς ἀγαλμάτων ἢ μέτρων, καὶ ταῦτα ἐν ὄχλῳ πανηγύρεως ἐκείνοις φίλων δικαστῶν.

那么,我们暂且不去向立法者追究责任,因为他是一位严峻之人,且亲自纠察他人;理应体谅他,也体谅诸位的忙碌。但对于其余几类人,让我们从每一个门类中挑选出登峰造极之人来考察,看看他们通过自己的作品或言论,究竟是对虔敬产生了某种益处,还是反而造成了危害,他们彼此之间究竟是相互契合还是有所分歧,以及他们之中谁最紧紧追随真理,与最初毫无欺诈的见解相合。所有这些人仿佛把握住了同一种踪迹并坚守着它,彼此同声相和,有的明晰,有的则较隐约。因为真正的哲学家原本或许并不需要辩白,除非他是要与雕像或韵律的诗人们同台相较,而且还是在聚集着偏爱后者的裁判们的盛大节庆的人群之中。

§12.49

εἰ γάρ τις Φειδίαν πρῶτον ἐν τοῖς Ἕλλησιν εὐθύνοι, τὸν σοφὸν τοῦτον καὶ δαιμόνιον ἐργάτην τοῦ σεμνοῦ καὶ παγκάλου δημιουργήματος, καθίσας δικαστὰς τοὺς βραβεύοντας τῷ θεῷ τὸν ἀγῶνα, μᾶλλον δὲ κοινὸν δικαστήριον ξυμπάντων Πελοποννησίων, ἔτι δὲ Βοιωτῶν καὶ Ἰώνων καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πανταχοῦ κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν, οὐ τῶν χρημάτων λόγον ἀπαιτῶν οὐδὲ τῆς περὶ τὸ ἄγαλμα δαπάνης, ὁπόσων χρυσὸς ὠνήθη ταλάντων καὶ ἐλέφας, ἔτι δὲ κυπάριττος καὶ θύον πρὸς τὴν ἐντὸς ἐργασίαν μόνιμος ὕλη καὶ ἀδιάφθορος, τροφῆς τε καὶ μισθῶν ἀναλώματος τοῖς ἐργασαμένοις οὐκ ὀλίγοις οὐδὲ ὀλίγον χρόνον ἄλλοις τε οὐ φαύλοις δημιουργοῖς καὶ τὸν πλεῖστον μισθὸν ὑπὲρ τῆς τέχνης Φειδίᾳ·

假若有人首先在希腊人中纠察菲狄亚斯——那位制作了庄严而至美之作的聪颖而具神异才智的巧匠——让主持神明竞技的裁判们就席,或者说设立一个由全体伯罗奔尼撒人、乃至波奥提亚人、爱奥尼亚人以及欧亚各地的其他希腊人组成的共同法庭,要求追究的不是金钱的账目,也不是用于雕像的开支,即购买了多少他连得的金子和象牙,以及用于内部制作的柏木和香木这类经久不坏的材料,也不是付给那些非少数且非短时期劳作的其他能工巧匠的膳食与薪酬开销,以及因其技艺付给菲狄亚斯本人的最高酬劳——

§12.50

ταῦτα μὲν γὰρ Ἠλείοις προσήκοντα λογίσασθαι τοῖς ἀναλώσασιν ἀφθόνως καὶ μεγαλοπρεπῶς· ἡμεῖς δὲ ὑπὲρ ἄλλου φήσομεν τῷ Φειδίᾳ προκεῖσθαι τὸν ἀγῶνα· εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν,2 ὦ βέλτιστε καὶ ἄριστε τῶν δημιουργῶν, ὡς μὲν ἡδὺ καὶ προσφιλὲς ὅραμα καὶ τέρψιν ἀμήχανον θέας εἰργάσω πᾶσιν Ἕλλησι καὶ βαρβάροις, ὅσοι ποτὲ δεῦρο ἀφίκοντο πολλοὶ πολλάκις, οὐδεὶς ἀντερεῖ.

因为核算这些事情乃是属于慷慨而宏伟地支出了这笔开销的厄利斯人的分内之事;而我们要说,摆在菲狄亚斯面前的论辩乃是关于另一桩事情——倘若有人当真对他说:“技艺之士中最优秀、最卓越的人啊,你为所有那些曾经屡次大批来到此处的希腊人与异邦人,制作了一幅多么甘美可亲、令人流连忘返的视觉盛宴,对此绝无人会持异议。

§12.51

τῷ γὰρ ὄντι καὶ τὴν ἄλογον ἄν ἐκπλήξειε τοῦτό γε τῶν ζῴων φύσιν, εἰ δύναιντο προσιδεῖν μόνον, ταύρων τε τῶν ἀεὶ πρὸς τόνδε τὸν βωμὸν ἀγομένων, ὡς ἑκόντας ὑπέχειν τοῖς καταρχομένοις, εἴ τινα παρέξουσι τῷ θεῷ χάριν, ἔτι δὲ ἀετῶν τε καὶ ἵππων καὶ λεόντων, ὡς τὸ ἀνήμερον καὶ ἄγριον σβέσαντας τοῦ θυμοῦ πολλὴν ἡσυχίαν ἄγειν, τερφθέντας ὑπὸ τῆς θέας· ἀνθρώπων δέ, ὃς ἂν ᾖ παντελῶς ἐπίπονος τὴν ψυχήν, πολλὰς ἀναντλήσας συμφορὰς καὶ λύπας ἐν τῷ βίῳ μηδὲ ὕπνον ἡδὺν ἐπιβαλλόμενος, καὶ ὅς3 δοκεῖ μοι κατʼ ἐναντίον στὰς τῆσδε τῆς εἰκόνος ἐκλαθέσθαι ἂν πάντων ὅσα ἐν ἀνθρωπίνῳ βίῳ δεινὰ καὶ χαλεπὰ γίγνεται παθεῖν.

因为诚然,即便是无理性的兽类之本性,若只要能够放眼瞻仰,亦必会为之震撼惊叹:那些不断被带到这祭坛前的牡牛,若能为神明献上些许悦意,甚至会心甘情愿地向主祭者低头受戮;甚至鹰隼、骏马与雄狮,亦会熄灭其性情中的暴戾与凶顽,沉醉于这景象之中而保持长久的宁静;而在人类之中,无论何人灵魂饱受痛苦,在一生中历尽了诸多厄运与哀伤,甚至甜美的睡眠亦不能得,在我看来,只要他伫立在此雕像面前,亦定能忘却人间生命中一切必须承受的恐怖与艰辛。”

语法注3 条
  1. 12.47τῆς ἁπλῆς καὶ πρεσβυτάτης ἐννοίας

    句首的属格短语作为宾格性属格,从属于后面的“ἑρμηνεῦσι καὶ διδασκάλοις”(阐释者与导师)。它被前置在句首作为主题化表达,先行提出关于诸神的先天观念这一话题。

  2. 12.50εἰ γάρ τις Φειδίαν πρῶτον ἐν τοῖς Ἕλλησιν εὐθύνοι ... εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν

    长篇条件句结构中的破格文式(anacoluthon)。条件从句以“εἰ γάρ τις ... εὐθύνοι”开始,但由于插入了关于设立法庭以及排除财务审核(“οὐ τῶν χρημάτων λόγον ἀπαιτῶν...”)等长篇修饰,造成句式中断,随后在第50节由“εἰ οὖν δὴ λέγοι τις πρὸς αὐτόν”重新接续条件从句并引出对菲狄亚斯的直接引语(“ὦ βέλτιστε...”以下,“οὐδεὶς ἀντερεῖ”亦属引语内部支配“ὡς μὲν ... εἰργάσω”的主句),而整个条件句的主句结论在此处尚未出现。

  3. 12.51καὶ ὅς

    关系代词 ὅς 的指示代词用法(相当于“καὶ οὗτος”),承接前文关系从句“ὃς ἂν ᾖ...”的主语。它在主句中以指示意义复指并强调该主语(“甚至连这样的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:12.47-12.51